Εἰ δ’ ἀγνοεῖς ὅτι νῦν με τοιοῦτον ἡ θάλαττα τῆς Βουλγαρίας μετέπλασε καὶ οὐκ ἐκεῖνος ἔτι ὁ ἀποστολικός εἰμι βοῦς οἵους μὴ φιμοῦν ἀλοῶντας ὁ νόμος ἐκέλευσεν, ἀγνοήσεις σὺ καὶ σαυτόν· εἰ μὴ ἄρα καὶ τοῦτο μὲν οἶδας, οἶδας δὲ καὶ τὴν πίστιν ὡς πάντα δύναται καὶ ὡς οὐδὲ τοῦτο ἀδυνατήσει εἰς βοῦν ἐκ δελφῖνος ἀποκαταστῆσαι τόν ποτε βοῦν, ἢ λίαν ἄτοπος εἶναι φαίης, εἰ τὴν κακίαν βλέπων τερατουργοῦσαν τὰ χείρονα, μὴ τὴν ἀρετὴν ἐλπίσεις καινουργῆσαι τὰ κρείττονα, ἄλλως τε καὶ τῆς ἀληθείας ἀκούσας ὡς τῷ κρούοντι ἀνοιγήσεται· βίαια ταῦτα καὶ ἤδη σοι ἀποκρίνομαι διὰ τὴν αἰδοῦς ἀξίαν ἀναίδειαν.