Μὴ δυνάμενος δὲ αὐτῷ διαλεχθῆναι τὰ πρὸς ὠφέλειαν καὶ σωτηρίαν ῥήματα διὰ τὸ μὴ εἰδέναι ἑλληνιστὶ καὶ νεύσας αὐτῷ τῇ χειρὶ ἐκδέξασθαι αὐτὸν ἕως οὗ ἔλθῃ πρὸς αὐτόν, καταλείψας αὐτὸν ἀπῆλθε προσεύξασθαι καθ’ ἑαυτὸν ὁ μακάριος· καὶ ἐκτείνας τὰς χεῖρας εἰς τὸν οὐρανὸν προσηύξατο πρὸς τὸν θεὸν λέγων· «Κύριε παντοκράτορ, εἰ οὐ δύναμαι τοὺς ἀνθρώπους ὠφελῆσαι οὓς ἀποστέλλεις πρός με ἀπὸ τῶν περάτων τῆς γῆς διὰ τὸ ἀγνοεῖν με τὰς γλώσσας αὐτῶν, τίς χρεία παραγίνεσθαι αὐτούς; Εἰ θέλεις σῶσαι αὐτοὺς ἐνταῦθα δι’ ἐμοῦ, δός μοι, δέσποτα, τὴν ὁμιλίαν αὐτῶν εἰδέναι πρὸς διόρθωσιν τῶν ψυχῶν αὐτῶν» <Περὶ τῆς συκῆς, θʹ.> [...
ἤ]σθιον. Ἐγγίσας δὲ ὁ μέγας τῇ συκῇ ἐκείνῃ ὁρᾷ πνεῦμα ἀκάθαρτον αὐτῇ ἐγκαθήμενον· καὶ εὐθέως ἔγνω ὡς ὁ τῆς γαστριμαργίας δαίμων ἐστί· καὶ γνοὺς ὁ ἅγιος ὅτι αὐτός ἐστιν ὁ ἀπατῶν τὰ παιδία καλεῖ τὸν κηπουρὸν καὶ λέγει αὐτῷ· «Κόψον τὴν συκῆν ταύτην, ὅτι σκάνδαλόν ἐστι τοῖς μὴ γνώμην ἔχουσιν ἀνδρείαν καὶ ὅτι ἀπρεπές ἐστιν ἐν μέσῳ τῆς μονῆς εἶναι αὐτήν.» Ἀκούσας δὲ ὁ κηπουρὸς τοῦτο πάνυ ἐλυπήθη.