Οὐκοῦν ὥσπερ προκοπτούσης τῆς σαρκὸς λέγεται προκόπτειν αὐτὸς διὰ τὴν πρὸς τὸ σῶμα ἰδιότητα, οὕτω καὶ τὰ περὶ τὸν καιρὸν τοῦ θανάτου λεγόμενα, τὸ ταραχθῆναι, τὸ κλαῦσαι, χρὴ λαμβάνειν τῇ αὐτῇ διανοίᾳ. ἄνω γὰρ καὶ κάτω περιιόντες καὶ ὥσπερ ἐκ τούτων τὴν αἵρεσιν πάλιν συνιστῶντες φάσκουσιν· «ἰδοὺ ‹ἔκλαυσε› καὶ εἶπε· ‹νῦν ἡ ψυχή μου τετάρακται› καὶ παρεκάλεσε ‹παρελθεῖν τὸ ποτήριον›· πῶς οὖν, εἰ ταῦτα εἴρηκε, θεός ἐστι καὶ λόγος τοῦ πατρός;» ναί, γέγραπται ὅτι «ἔκλαυσεν», ὦ θεομάχοι, καὶ ὅτι εἶπεν «ἐταράχθην» καὶ ἐπὶ τοῦ σταυροῦ εἶπεν· «ἐλωί, ἐλωί, λειμὰ σαβαχθανί, ὅ ἐστι· θεέ μου, θεέ μου, ἵνα τί με ἐγκατέλιπες;» καὶ παρεκάλεσε δὲ «παρελθεῖν τὸ ποτήριον»· γέγραπται γὰρ ταῦτα. ἀλλ’ ἠβουλόμην πάλιν ὑμᾶς ἀποκρίνασθαι—τὸ αὐτὸ γὰρ ἐφ’ ἑκάστου τῶν παρ’ ὑμῶν προτεινομένων ἀντικρούειν ἀνάγκη. εἰ μὲν ἄνθρωπός ἐστι ψιλὸς ὁ λαλῶν, κλαιέτω καὶ φοβείσθω τὸν θάνατον ὡς ἄνθρωπος. εἰ δὲ λόγος ἐστὶν ἐν σαρκί—τὰ αὐτὰ γὰρ λέγειν ἀεὶ οὐκ ὀκνητέον—, τίνα θεὸς ὢν εἶχε φοβεῖσθαι; ἢ διὰ τί τὸν θάνατον ἐφοβεῖτο ζωὴ ὢν αὐτὸς καὶ ἄλλους ἐκ τοῦ θανάτου ῥυόμενος; ἢ πῶς λέγων· «μὴ φοβεῖσθε τὸν ἀποκτείνοντα τὸ σῶμα» αὐτὸς ἐφοβεῖτο;