Συνεχῶς λέγε· Ἰησοῦ, βοήθει μοι, καὶ βοηθεῖ. Ὁ Θεὸς ἐλευθερώσει σου τὴν ψυχὴν ἀπὸ τῶν παθῶν τῆς ἀτιμίας, τέκνον.
Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν Γέροντα·
Προσκυνῶ σε, Πάτερ εὔσπλαγχνε καὶ ἰατρὲ τῆς ἀσθενούσης μου ψυχῆς. Οὐαί μοι, τί ὑπέδειξάς μοι καὶ εἰς τί εἵλκυσάς με; Καὶ ποῦ εἰμι, ὡς δεδεμένος διὰ τὴν κακὴν συνήθειαν; καὶ εἰ ἀπολυθῶ μικρόν, πάλιν ἀνακάμπτω διὰ τὸ δοῦναι καὶ λαβεῖν. Καὶ εἰ μὴ ὅτι αἰσχύνομαι τὴν ἀγαθότητα τοῦ Θεοῦ καὶ τὰ σὰ σπλάγχνα ὅτι οἶδα ἀπὸ ποίων κόπων ἤγαγέ με ὑπὸ τοὺς πόδας ὑμῶν, εἰς ἀπόγνωσιν εἶχον ἐλθεῖν. Ὅτε γὰρ σκεπάζομαι διὰ τῶν εὐχῶν ὑμῶν, παρέρχομαι μετ’ εἰρήνης. Ὅτε δὲ ἀπογυμνωθῶ μικρόν, ἵνα δειχθῇ ἡ προαίρεσίς μου, εὐθέως ἡττῶμαι. Ὡς κάθημαι εἰς τὸ κελλίον ἀπὸ πρωΐ, φθάνει λοιπὸν ἀπόκρισις καὶ ἐξέρχομαι. Καὶ μετὰ τὸ ποιῆσαι αὐτήν, οὐκέτι εὑρίσκω ἀνακάμψαι πάλιν, ἀλλὰ συρράπτει μοι ἀπὸ προφάσεως προφάσεις, δυναμένας καὶ χωρὶς ἐμοῦ γενέσθαι, ἕως οὗ τραυματίσῃ με καὶ οὕτως ἔρχομαι ὀψὲ εἰς τὸ κελλίον μου μετὰ ἀηδίας πολλῆς, καὶ σκοτώσεως καὶ ἀκηδίας, μὴ εἰδὼς τί ποιήσω. Διὰ τοῦτο, Πάτερ ἅγιε, ἰδοὺ ἐνώπιον τῆς καρδίας σού εἰμι τῆς πάντα βλεπούσης, ποίησον μετ’ ἐμοῦ κατὰ τὰ σπλάγχνα σου, ὡς θέλεις καὶ ὡς οἶδας.