Ἀπόκρισις·
Ἀδελφέ, ὁ θέλων μοναχὸς εἶναι, οὐκ ὀφείλει ὅλως θέλημα ἔχειν ἔν τινι πράγματι. Καὶ τοῦτο διδάσκων ἡμᾶς ὁ Χριστὸς εἶπεν· «Ἦλθον εἰς τὸν κόσμον οὐ τὸ ἐμὸν θέλημα ποιῆσαι.» Ὁ θέλων γὰρ τόδε ποιεῖν καὶ τόδε παραιτεῖσθαι, ἢ διακριτικώτερον δεικνύει τοῦ ἐπιτάσσοντος αὐτῷ, ἢ ὑπὸ δαιμόνων χλευάζεται. Ὥστε οὖν ἐν πᾶσιν ὀφείλεις ὑπακούειν, κἂν δόξῃ σοι τὸ πρᾶγμα ἁμαρτίαν ἔχειν. Ὁ γὰρ ἐπιτάσσων σοι ἀββᾶς σου αὐτὸς βαστάζει σου τὸ κρῖμα, ὡς ἀπαιτούμενος λόγον ὑπὲρ σοῦ. Ἐὰν δὲ φαίνηταί σοι βαρὺ τὸ ἐπιτασσόμενον, ἐρώτησον αὐτὸν καὶ τῇ διακρίσει αὐτοῦ ἄφες τὸ πρᾶγμα. Ἐὰν δὲ ἀδελφοὶ ὦσιν οἱ ἐπιτάξαντές σοι καὶ βλέπῃς ὅτι βλάβην ἔχει τὸ πρᾶγμα ἢ ὑπὲρ τὴν δύναμίν σού ἐστιν, πάλιν ἐρώτησον τὸν ἀββᾶν καὶ ὃ λέγει σοι ποίησον. Ἐὰν γὰρ θέλῃς τὰ πράγματα διακρίνειν, θλίψεις ἑαυτῷ ἐπισπᾶσαι. Ἀνάθου πάντα τῷ ἀββᾷ σου καὶ ὃ διακρίνει ποίησον· Αὐτὸς γὰρ οἶδε τί ποιεῖ καὶ πῶς φροντίζει σου τῆς ψυχῆς. Καὶ ἀναπαύῃ, πιστεύων ὅτι, εἴ τι λέγει σοι, κατὰ Θεόν ἐστι, καὶ λύπην καὶ ταραχὴν οὐ φέρει. «Πᾶν γὰρ δένδρον καλὸν καλοὺς καρποὺς ποιεῖ.» Περὶ δὲ τοῦ δεηθῆναί σού τινας πρὸς τὸν ἀββᾶν, ἐάν ἐστι χρεία, ποίησον ὡς ἐντολὴν πληρῶν, ἣν ἤκουσας ποιῆσαι. Ἐὰν γὰρ καθίσῃ σε ὁ ἀββᾶς εἰς τὸ θυρωρεῖον λέγων· Μήνυσόν μοι πάντα ἄνθρωπον ἐρχόμενον, μὴ ἀφ’ ἑαυτοῦ ψηφίζῃς ἢ κέλευσιν πληροῖς τοῦ ἐπιτάξαντός σοι;