Ἀπόκρισις Ἰωάννου·
Ὅσον ὁ ἄνθρωπος κατάγεται εἰς ταπείνωσιν, προκόπτει.
Τὸ μεῖναί σε ἐν τῷ κελλίῳ σου ἄπρακτόν σε ποιεῖ, ὅτι γίνῃ ἄθλιβος, καὶ ἐν τῷ ἀμεριμνῆσαι πρὸ καιροῦ, ὁ ἐχθρὸς ἡμῶν ἑτοιμάζει σοι ταραχὴν πλέον τῆς ἀναπαύσεως, ἵνα ἐνέγκῃ σε εἰπεῖν· Εἴθε οὐκ ἐγεννήθην!.
Περὶ δὲ τῆς ὀχλήσεως τῶν ἀνθρώπων, εἶπον οἱ Πατέρες· «Ἔστιν ἄνθρωπος ῥέγχων εἰς τὸ ἀποθανεῖν, καὶ προσέχων φιλίαις τοῦ κόσμου τούτου.» Καὶ σὺ οὖν μὴ δώσῃς μηδὲ λάβῃς μετ’ αὐτῶν, καὶ οὕτως ἀλλοτριοῦνταί σου. Καὶ περὶ τῆς διακονίας τοῦ ἀδελφοῦ, ἐὰν ποιῇς διὰ ἑαυτοῦ, ἑαυτῷ βοηθεῖς, ἐὰν δὲ δι’ ἐκείνου, τὸ περισσὸν τοῦ κόπου σου καὶ τῆς εὐχῆς σου ἐκεῖνος λαμβάνει. Προεῖπόν σοι εἰς τὴν ἄλλην ἀπόκρισιν περὶ τῆς συμπαθείας· Καὶ ἀγώνισαι, εἰ πιστεύεις τῷ Ἀποστόλῳ λέγοντι· «Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; Τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι»;