Ἀπόκρισις Ἰωάννου·
Ἀδελφέ, ὁ χρεώστης ἄνθρωπος, ἐὰν μὴ πρῶτον ἀποδώσῃ τὸ χρέος, ὅπου δ’ ἂν ἀπέλθῃ, κἂν εἰς πόλιν, κἂν εἰς κώμην, ὅπου δ’ ἂν καθίσῃ, χρεώστης ἐστί, καὶ οὐκ ἔχει ἐλευθερίαν που καθίσαι μετὰ ἀναπαύσεως. Ἐὰν δὲ κοπιάσῃ πρῶτον ἀπὸ τῶν ὀνειδισμῶν τῶν ἀνθρώπων, αἰσχύνεται καὶ τότε ὅθεν δήποτε ἀποδίδει τὸ χρέος. Καὶ ὅταν ἐλευθερωθῇ, τότε μετὰ θάρσους καὶ πολλῆς παρρησίας δύναται δημοσιεῦσαι ἢ καθίσαι ὅπου θέλει. Ἐὰν οὖν ὁ ἄνθρωπος ποιήσῃ τὴν δύναμιν αὑτοῦ βαστάξαι ὕβρεις καὶ ὀνειδισμούς, ἀτιμίας τε καὶ ζημίας διὰ τὰς πεπραγμένας αὐτῷ ἁμαρτίας, τὴν ταπείνωσιν μανθάνει καὶ τὸν κόπον, καὶ συγχωροῦνται αὐτῷ αἱ ἁμαρτίαι αὐτοῦ, κατὰ τὸ γεγραμμένον· «Ἰδὲ τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου, καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου.» Κατανόησον δὲ ὅτι πρὸ τοῦ σταυροῦ πόσας ὕβρεις καὶ ὀνειδισμοὺς ὑπέμεινεν ὁ Δεσπότης ἡμῶν Χριστός, καὶ μετὰ ταῦτα ἦλθεν εἰς τὸν σταυρόν. Οὕτως οὐ δύναταί τις ἐλθεῖν εἰς ἡσυχίαν τελείαν ἐγκάρπως καὶ εἰς κατάπαυσιν ἁγίαν τῆς τελειότητος, ἐὰν μὴ πρῶτον συμπαθῇ τῷ Χριστῷ καὶ ὑπενέγκῃ ὅλα τὰ παθήματα αὐτοῦ, μνημονεύων τοῦ Ἀποστόλου λέγοντος ὅτι «Ἐὰν συμπάσχωμεν αὐτῷ ἵνα καὶ συνδοξασθῶμεν.» Μὴ οὖν πλανηθῇς, ἄλλη γὰρ σωτηρίας ὁδὸς οὐκ ἔστιν πλὴν ταύτης.