Περὶ βλασφημίας.
Ἀπῆλθέ ποτε πρὸς τὴν ἐν Ταβεννήσει μονὴν ἕνεκεν ἀναγκαίου πράγματος ψυχῆς ὁ μέγας πατὴρ ἡμῶν· καὶ ἀσπασάμενος τοὺς ἀδελφοὺς ὡς ἔθος ἦν ἐκαθέσθη πρὸς τὸ ἐξηγήσασθαι αὐτοῖς πᾶσαν ἀσφάλειαν σωτηρίας κατὰ τῶν ἀντικειμένων, οὐ μόνον περὶ τῆς ἁγνείας τοῦ σώματος, ἀλλὰ καὶ περὶ λογισμῶν διαφόρων, φιλαρχίας, ὀκνηρίας, μίσους πρὸς ἀδελφὸν ἢ φιλαργυρίας. Καὶ ἔλεγεν· «Ὥσπερ τὸ πῦρ καθαρίζει πάντα ἰὸν καὶ κατασκευάζει τὰ εἴδη, οὕτως ὁ φόβος τοῦ θεοῦ ἀναλίσκει πᾶν κακὸν ἀπὸ τοῦ ἀνθρώπου καὶ οὕτως κατασκευάζει αὐτὸν σκεῦος ἔντιμον, εὔχρηστον, ἡγιασμένον, εὐάρεστον τῷ θεῷ καὶ ἕτοιμον εἰς πᾶν ἔργον ἀγαθόν. Πάντα μὲν οὖν τὰ πάθη χωρίζουσι τοῦ θεοῦ· ἡ δὲ τῆς βλασφημίας ὑποβολὴ τῶν ἐχθρῶν, ἐὰν εὕρῃ τινὰ μὴ ὄντα νηφάλιον καὶ ἀγαπῶντα τὸν θεόν, ἀπολέσει αὐτόν, εἴ γε μὴ νήψει τελείως ἢ ἐξετάσει τινὰ ἐπιστήμονα καὶ μάθῃ πῶς νικήσει αὐτὴν δολίαν οὖσαν. Ἐντεῦθεν γὰρ ἐθανάτωσαν ἑαυτοὺς πολλοί, ὁ μὲν ἄνωθεν ἑαυτὸν ῥίψας ὡς ἐκστατικός, ὁ δὲ μαχαίρᾳ τὴν κοιλίαν ἀναπτύξας καὶ ἄλλοι ἄλλως. Μέγα οὖν κακὸν τὸ μὴ ἀναγγέλλειν τοῦτο ταχέως τῷ ἔχοντι τὴν γνῶσιν πρὸ τοῦ χρονίσαι τὸ πάθος.