ΤΟΥ ΑΥΤΟΥ ΤΡΙΤΗ ΕΡΩΤΗΣΙΣ Εἴπατέ μοι· τὸν εἰλημμένον ὃν ἐκδέχεσθε ὑμεῖς οἱ Ἰουδαῖοι τί μέλλει εἶναι; Ἰουδαῖος ἆρα ἐξακολουθῶν τὸν νόμον Μωϋσέως, ἢ Χριστιανὸς καταφρονῶν καὶ παραβαίνων τὸν νόμον καὶ τὰς θυσίας καταλύων, Οἶδα γὰρ, εἰπεῖν ἔχετε, ὅτι Ἰουδαῖός ἐστιν ἐξ Ἰουδαίων ὁ υἱὸς Δαβὶδ τοῦ πατρὸς ὑμῶν, φυλάττων τὸν νόμον, ἀνακαινίζων τὰς θυσίας καὶ τὸ γένος ὑμῶν· καὶ εἰπέ μοι, πόσοι χρόνοι εἰσὶν ἀπὸ τῆς πρώτης αἰχμαλωσίας τῶν Ἰουδαίων ἐπὶ Ναβουχοδονόσορ τοῦ Πέρσου; ἔχουσιν εἰπεῖν ὅτι χίλια ἔτη καὶ πλεῖον· καὶ οὕτως ἔχει· καὶ εἰπὲ αὐτοῖς· Βλέπετε τί εἴπατε, ὅτι ὁ ἐρχόμενος Χριστὸς ὑμῶν Ἰουδαῖός ἐστι, καὶ ὅτι τὰς θυσίας τὰς Μωσαϊκὰς ἀνακαινίζει καὶ θύει, καὶ ὅτι ἀκμὴν οὐκ ἦλθε, καὶ ὅτι Ναβουχοδονόσορ ὅτε ἦν Δανιὴλ ἐν Βαβυλῶνι, χίλια ἔτη εἰσὶ ἢ πλεῖον· καὶ ἀλήθειαν εἴπατε. Ἄκουσον οὖν ἄρτι νουνεχῶς· καὶ ἐὰν, ὡς λέγεις, Ἰουδαῖός ἐστιν ὁ ἐρχόμενος Χριστὸς, καὶ θυσίας μέλλει νομικὰς ποιῆσαι, καὶ ὅτι ἀκμὴν οὐκ ἦλθε, πῶς Δανιὴλ ὁ προφήτης λέγει ἐν ταῖς αὐτοῦ ὁράσεσιν, ὡς ὁ ἀρχάγγελος Γαβριὴλ συνετίζων οὕτως· «Ἕως Χριστοῦ ἡγεμόνος ἑβδομάδες ἐτῶν ἑβδομήκοντα συνετμήθη ἐπὶ τοῦ λαοῦ σου καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν τοῦ συντελεσθῆναι ἁμαρτίαν.» Καὶ μετ’ ὀλίγα· «Καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφήτας, καὶ τοῦ χρίσαι ἅγια ἁγίων, τοῦ καταργῆσαι τὴν θυσίαν καὶ τὴν σπουδὴν τὴν νομικήν.» Δείξατε οὖν ἡμῖν ἄρτι, ποῖος Χριστὸς ἦλθε χρισθεὶς ἅγιος ἁγίων μετὰ τὰς ἑβδομήκοντα ἑβδομάδας, τουτέστι μετὰ τετρακόσια ἐνενήκοντα ἔτη ἀπὸ Δανιὴλ, καταργήσας τὴν θυσίαν καὶ τὴν νομικήν; καὶ πότε ἤρθη ἡ σπουδὴ καὶ ἡ θυσία τοῦ νόμου; Εἰ οὖν οὐ ψεύδεσθε λέγοντες, ὅτι οὔπω ἦλθεν ὁ Χριστὸς, ἀλλὰ μέλλει, δείξατε ἡμῖν ποῖος Χριστὸς ἦλθε μετὰ τετρακόσια ἐνενήκοντα ἔτη τοῦ Δανιὴλ ἅγιος ἁγίων; Ἀλλ’ οὐκ ἔχεις ἄλλον τινὰ δεῖξαι τοῦτο ποιήσαντα, εἰ μὴ Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ. Καὶ πάλιν, εἰ ἀληθεύοντες λέγετε ὅτι θυσίας μέλλει ποιεῖν νομικὰς ὁ ἐρχόμενος Χριστὸς ὁ Θεὸς ἡμῶν, λοιπὸν Δανιὴλ ψεύδεται λέγων, ὅτι «Χριστοῦ ἐρχομένου ἀρθήσεται θυσία καὶ σπουδή.» Καὶ εἰ ἄρα ἡμεῖς παρανομοῦμεν τὴν νέαν διαθήκην τοῦ Χριστοῦ κατέχοντες, καὶ ὁ ἐρχόμενος Χριστὸς ὑμῶν τὴν παλαιὰν καὶ τὸν νόμον Μωϋσέως ἀνακαινίζει, ὡς λέγετε· ποῦ λοιπὸν ζητοῦμεν τὴν διαθήκην ἐκείνην τὴν περὶ ἧς εἶπεν ὁ Θεὸς δι’ Ἱερεμίου τοῦ προφήτου· «Ἰδοὺ ἡμέραι ἔρχονται, καὶ διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ διαθήκην καινὴν, οὐ κατὰ τὴν διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν, ἡνίκα ἐξήγαγον αὐτοὺς ἐκ γῆς Αἰγύπτου;» μετὰ γὰρ τὸ δοθῆναι αὐτοῖς τὸν νόμον, εἶπεν ὁ Θεὸς διὰ Ἡσαΐου καὶ Μιχαίου τῶν προφητῶν· «Ὅτι ἐκ Σιὼν ἐξελεύσεται νόμος, καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ·» ὥστε τοῦ Χριστοῦ ἐλθόντος αὐτὸς τὸν νέον νόμον ἤγαγε καὶ τὸν παλαιὸν ἐπλήρωσεν.