Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἀναστάσιος Σιναΐτης – Κεφάλαια ἓξ κατὰ Μονοθελητῶν

Ἀναστάσιος Σιναΐτης

Κεφάλαιο Ε΄: Διάκριση θελημάτων και η υποστατική ένωση των δύο φύσεων

Ορισμός και διαχωρισμός του φυσικού, του σαρκικού και του θεϊκού θελήματος, και η εκούσια πρόσληψη των αδιάβλητων παθών στο πλαίσιο της υποστατικής ένωσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἀναστάσιος Σιναΐτης

—

Κεφάλαιο 1 από 8

Κεφάλαιον [εʹ] ἀποδεικτικὸν διὰ πραγμάτων ὅτι ἄλλο τὸ φυσικόν, ἄλλο τὸ σαρκικὸν καὶ ἕτερον πάλιν τὸ θεϊκὸν θέλημα. Διὰ πάντων τοίνυν τῶν προειρημένων διδασκόμεθα ὅτι ἕτερον μὲν τὸ θεῖον, ἕτερον δὲ τὸ ἀνθρώπινον, καὶ ἄλλο πάλιν παρὰ ταῦτα τὸ διαβολικὸν θέλημα, τουτέστι τὸ κατὰ φύσιν καὶ τὸ παρὰ φύσιν καὶ τὸ ὑπὲρ φύσιν. Κατὰ φύσιν μὲν γάρ ἐστι τοῦ ἀνθρώπου τὸ ἀγαπᾶν τὴν ζωὴν καὶ μισεῖν τὸν θάνατον· οὐ μάτην δὲ οὔτε ἀκαίρως φύσει ἡ φύσις ἡ ἀνθρωπίνη φιλόζωός ἐστι καὶ μισοθάνατος, ἀλλ’ ὅτι ἀπαρχῆς ἀθάνατος καὶ ἄφθαρτος γέγονεν. Εἰκότως οὖν ἀγαπᾷ τὴν ἀθανασίαν εἰς ἣν γέγονε, καὶ μισεῖ τὸν θάνατον εἰς ὃν οὐ γέγονε. Καὶ τούτου χάριν καὶ ὁ θεόφρων Βασίλειος καὶ ὁ ἅγιος Κύριλλος οὐ φοβοθάνατον θέλημα ὠνόμασαν τὸ ἀνθρώπινον τοῦ Χριστοῦ, ἀλλὰ φιλόζωον. Κατὰ δύο γὰρ τρόπους ἔπρεπε τῷ κατ’ αὐτὸν ἀνθρώπῳ ποθεῖν τὴν ζωήν, πρῶτον μὲν διὰ τὸ ἀπαρχῆς ἐπὶ ζωῇ γεγονέναι τὸν ἄνθρωπον, δεύτερον δὲ ὡς ἐκ ζωῆς τοῦ θεοῦ λόγου εἰς ὕπαρξιν ἀσπόρως ὑποστάντι καὶ αὐτὴν τὴν ζωὴν ὁμόζωον καὶ ἑτερόζυγον οὐσιωδῶς ἔχοντι καὶ τῇ πάντων ἀθανασίᾳ καὶ ἀφθαρσίᾳ ἡνωμένῳ, ἐπειδὴ πᾶσα ἀθανασία καὶ ζωὴ μισητῶς καὶ ἐναντίως πρὸς τὸν θάνατον διάκειται. Οὐκοῦν ὅταν ἴδῃς τὸ ἀνθρώπινον τοῦ Χριστοῦ ἀποστρεφόμενον τὸν θάνατον καὶ λέγον Πάτερ, παρελθέτω ἀπ’ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν μὴ τὸ ἐμὸν θέλημα γενέσθω, μηδαμῶς δειλιοθάνατον ἐν αὐτῷ ὑπονοήσῃς θέλημα, ἀλλὰ μισοθάνατον καὶ ὡς τῇ πάντων ζωῇ ἡνωμένον, φύσει φιλόζωον κατὰ τὴν τοῦ Κυρίλλου καὶ τοῦ μεγάλου Βασιλείου φωνήν. Εἰ τοίνυν τὸ ἀγαπᾶν τὴν ζωὴν φυσικόν ἐστι καὶ ἀδιάβλητον ἀνθρώπου θέλημα, ὡς ὁ λόγος ὑπέδειξε, τὸ σαρκικῶς ζῆν, τοῦτό ἐστι σαρκικὸν καὶ παρὰ φύσιν θέλημα, ὅπερ ἐν τῷ Χριστῷ οὐ γέγονεν, ἀλλὰ καὶ κατήργηται, τὸ δὲ καταφρονεῖν πάλιν τῆς ἐνθάδε ζωῆς, καθὰ καὶ οἱ μάρτυρες ἐποίησαν, τοῦτο θεϊκὸν καὶ ὑπὲρ φύσιν θέλημα, ὃ καὶ ὁ Χριστὸς ἐν αὐτῷ ἔδειξεν ἡνίκα εἶπεν ὅτι Τὸ πνεῦμα πρόθυμον· ὅτε δὲ ἐπήγαγεν Ἡ δὲ σὰρξ ἀσθενής, τὸ ἀνθρώπινον αὐτοῦ ἐσήμανε τὸ μισοθάνατον καὶ ἀγαπώμενον· τῷ αὐτῷ δὲ κανόνι δοκιμάσας εὑρήσεις διὰ πάσης τῆς τοῦ Χριστοῦ ζωῆς τὸ μὲν φυσικὸν καὶ θεό<σ>δοτον θέλημα ἀδιάβλητον, τὸ δὲ σαρκικὸν εὐκατάγνωστον, τὸ δὲ θεϊκὸν ἀξιέπαινον.

Κατὰ φύσιν φυσικὸν θέλημα, <ὁ γάμος· παρὰ φύσιν δὲ σαρκικὸν θέλημα,> ἡ πορνεία· ὑπὲρ φύσιν δὲ θεϊκὸν θέλημα, ἡ παρθενία. Καὶ διατοῦτο ἐκαινοτόμησε τὴν φύσιν ὁ Χριστὸς ἄνευ γάμου καὶ σπορᾶς σαρκωθεὶς ἐκ παρθένου· *** οὔπω γὰρ ἦν ἡ γῆ φθαρεῖσα τοῖς αἵμασι τῶν θυσιῶν.

Πάλιν τε κατὰ φύσιν ἐστὶ τὸ θέλειν τὰ ἀγαθὰ τῶν παρόντων· διὰ τὸν ἄνθρωπον γὰρ γέγονε· σαρκικὸν δὲ θέλημά ἐστι τὸ κακῶς κεχρῆσθαι ταῖς τοῦ θεοῦ δωρεαῖς· θεϊκὸν δὲ θέλημα τὸ καταφρονεῖν διὰ θεὸν πάντων τῶν παρόντων ἀγαθῶν.

Καὶ τὸ τιμᾶν δὲ πατέρα καὶ μητέρα καὶ ἀγαπᾶν τοὺς συγγενεῖς φυσικόν ἐστι καὶ ἀδιάβλητον θέλημα· τὸ δὲ τούτους ἀτιμάζειν σαρκικὸν καὶ πονηρόν ἐστι θέλημα· τὸ δὲ διὰ θεὸν ἀρνεῖσθαι αὐτοὺς κατὰ τὴν τοῦ κυρίου φωνὴν τὴν λέγουσαν ὅτι «Εἴ τις οὐκ ἀφῇ πατέρα καὶ μητέρα καὶ τέκνα καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος», τοῦτο ὡς ἀληθῶς θεῖον καὶ ἀγαθὸν καὶ εὐάρεστον καὶ τέλειον θέλημα.

Ὡσαύτως καὶ ἡ μετὰ λόγου γινομένη βρῶσις φυσικὸν καὶ θεό<σ>δοτον γνωρίζεται θέλημα κατὰ τὸν εἰπόντα· Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγῃ· Ὁμοίως καὶ ἡ πόσις ἀδιάβλητόν ἐστι καὶ θεόκτιστον, ἐπεὶ οὐκ ἂν ἡμῖν εἰς βρῶσιν καὶ πόσιν τὸ πανάγιον αὐτοῦ σῶμα καὶ αἷμα ἐδίδου ὁ Χριστός. Οὐκοῦν εἰ θεόκτιστός ἐστι καὶ ἀκατάγνωστος ἡ βρώσεως καὶ πόσεως θέλησις, δι’ ἧς ἡ τοῦ σώματος φύσις ζῇ καὶ συνίσταται, ὅταν ἀκούσῃς Ἰησοῦ ἐπὶ σταυροῦ λέγοντος Διψῶ, μὴ φοβηθῇς εἰπεῖν τὸ θέλημα τῆς πόσεως ἀνθρώπινον εἶναι Χριστοῦ θέλημα· ἡ γὰρ πηγὴ τῆς ζωῆς ἡ θεότης οὐ διψήσει οὐδὲ πεινάσει εἰς τὸν αἰῶνα.

Ὁμοίως ἡνίκα ἴδῃς αὐτὸν ἐκ τῆς ὁδοιπορίας καθήμενον καὶ κεκοπιακότα καὶ ἀναπαυόμενον, μὴ δειλιάσῃς εἰπεῖν ὅτι κατὰ τὴν ἀναπαυστικὴν τοῦ κεκοπιακότος σώματος θέλησιν ἑκουσίως καθεζόμενος ἀνέψυξε. Καὶ ὅτε θεάσῃ αὐτὸν ἐπὶ τὸ προσκεφάλαιον καθεύδοντα, μὴ παραιτήσῃ εἰπεῖν ὅτι κατὰ τὴν τοῦ σώματος ἐνέργειαν ἑκουσίως ἐκάθευδε.

Πλὴν μὴ μέχρι τῶν Χριστοῦ προθύρων στῇς, τουτέστι τῶν ἀνθρωπίνων, ἀλλ’ εἴσιθι εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος, εἰς τὰ ἅγια τῶν ἁγίων τῆς αὐτοῦ θεότητος, καὶ μάθε ὅτι εἰ καὶ περιεγράφη ἐν μήτρᾳ ὡς ἄνθρωπος, ἀλλ’ αὐτός ἐστιν ὁ φυλάττων τὰ νήπια ἐν τῇ μήτρᾳ ὡς θεός· καὶ ὁ μικροφυὴς τεχθεὶς κατὰ σάρκα, αὐτὸς αὔξει τὰ πάντα ὡς θεός· καὶ ὁ ἐν φάτνῃ σπαργανωθεὶς σαρκί, αὐτὸς τὴν ἄβυσσον ὁμίχλῃ ἐσπαργάνωσεν ὡς θεός· καὶ ὁ θηλάσας παιζοπρεπῶς μαζῶν μητρικῶν, αὐτὸς ζωοποιεῖ τοὺς ἀνθρώπους θεοπρεπῶς· καὶ ὁ καθεύδων ἐν τῷ πλοίῳ σαρκί, αὐτὸς ἐγείρει τοὺς νεκροὺς ἐξουσίᾳ θεϊκῇ· καὶ ὁ κεκοπιακὼς ὡς ἄνθρωπος, αὐτὸς βοᾷ· «Δεῦτε πρός με πάντες οἱ κοπιῶντες, κἀγὼ ἀναπαύσω ὑμᾶς ὡς θεός»· καὶ ὁ βοήσας Διψῶ, αὐτός ἐστιν ὁ θεὸς ὁ λέγων· «Εἴ τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω· ἐγὼ γάρ εἰμι ἡ πηγὴ τῆς ζωῆς»· καὶ ὁ πεινάσας ἑκουσίως ὡς ἄνθρωπος, αὐτός ἐστιν ὁ ἄρτος ὁ ἐκ τοῦ οὐρανοῦ καταβὰς καὶ διδοὺς *** Χριστῷ τῷ κλίναντι γόνυ καὶ τρίτον προσευξαμένῳ ἐν τῷ πάθει ἀνθρωποπρεπῶς, αὐτῷ κάμψει πᾶν γόνυ ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων ὡς θεῷ· ὁ ῥαπισθεὶς ἑκουσίως ὡς ἄνθρωπος, αὐτὸς ῥαπίζει καὶ ἀστράπτει καὶ σείει τὴν γῆν ὡς θεὸς παντοδύναμος· τῷ ἐκδυθέντι γυμνῷ ἐν σταυρῷ ἀνθρωποπρεπῶς, αὐτῷ παριστάμεθα πάντες γυμνοὶ καὶ τετραχηλισμένοι ὡς θεῷ· ὁ ἐξετασθεὶς ὑπὸ Πιλάτου Ἰησοῦς, αὐτὸς ἐτάζει καρδίας καὶ νεφροὺς ἐν τῇ κρίσει, θεὸς ὤν, ὡς δικαστὴς φοβερός· ὃν ἐλοιδόρησαν οἱ Ἰουδαῖοι ὡς ἄνθρωπον, αὐτὸν δοξολογοῦσι πᾶσαι αἱ στρατιαὶ τῶν ἀγγέλων ὡς θεὸν φιλάνθρωπον· καὶ οἱ πόδες καὶ χεῖρες αἱ ὀρυχθεῖσαι τοῖς ἥλοις Ἰησοῦ, αὐτοὶ δεσμήσουσι χεῖρας καὶ πόδας Ἰουδαίων δι’ ἀγγέλων καὶ παραπέμψουσι τῷ σκότει τῷ ἐξωτέρῳ· τὸ πρόσωπον ἐκεῖνο τὸ μὴ ἔχον εἶδος οὐδὲ κάλλος ἐπὶ σταυροῦ, αὐτὸ ἀστράψει ἐξ οὐρανοῦ καὶ σαλευθήσονται πᾶσαι αἱ δυνάμεις τῶν οὐρανῶν· τὸ ἅγιον σῶμα τὸ διψῆσαν ἀνθρωπίνως ἐν σταυρῷ, αὐτὸ λαλήσει ὅτε ἔλθῃ, καὶ ταραχθήσονται καὶ θροηθήσονται καὶ σκοτισθήσονται καὶ σαλευθήσονται πάντα τὰ πέρατα τῆς γῆς. Θεοῦ γὰρ ἦν στόμα, θεοῦ ὄμμα, θεοῦ γλῶσσα, θεοῦ σῶμα, θεοῦ μέλη, θεοῦ χεῖρες, θεοῦ πόδες, θεοῦ πλευρά, θεοῦ σάρξ, καὶ θεοῦ πάντα τὰ τῆς σαρκός. Ἀλλὰ μὴ καταδράμῃ ταῖς φωναῖς ὁ αἱρετικός· οὐ γὰρ εἶπον θεότητος σῶμα, ἀλλὰ θεοῦ λόγου τὸ σῶμα καὶ διατοῦτο θεοῦ τὸ αἷμα, οὐ θεότητος τὸ αἷμα· θεοῦ ἡ γλῶσσα, οὐ θεότητος ἡ γλῶσσα· θεοῦ τὸ στόμα, οὐ θεότητος τὸ στόμα· θεοῦ οἱ πόδες, οὐ θεότητος οἱ πόδες· ὁ γὰρ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, τουτέστι καθ’ ὑπόστασιν ἡνώθη τῇ οἰκείᾳ καὶ ἁγίᾳ καὶ τιμίᾳ ἐμψύχῳ καὶ λογικῇ τοῦ ἀνθρώπου σαρκί.