Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἀναστάσιος Σιναΐτης – Κεφάλαια ἓξ κατὰ Μονοθελητῶν

Ἀναστάσιος Σιναΐτης

Η ζωοποιός ενέργεια της λογικής ψυχής και οι γραφικές μαρτυρίες περί του φυσικού θελήματος

Έλεγχος των δογματιζόντων μία απλή φύση και θέληση, ανάλυση της αναγκαιότητας της λογικής ψυχής ως κατ' εικόνα Θεού, και παράθεση γραφικών μαρτυριών περί της ορθής χρήσης του φυσικού θελήματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἀναστάσιος Σιναΐτης

—

Κεφάλαιο 7 από 8

{Κεφάλαιον δι’ οὖ ἐλέγχονται οἱ δι’ ἐναντίας μίαν ἁπλῆν φύσιν ὁμολογοῦντες ἐν Χριστῷ ὡς οἱ Μάνεντος νόμοι.} Οἵα ἡ θέλησις, τοιαύτη πάντως καὶ ἡ φύσις· καὶ οἵα ἡ οὐσιώδης ἐνέργεια, τοιαύτη δηλονότι καὶ ἡ οὐσία. Ὅθεν οἱ δι’ ἐναντίας μίαν σύνθετον ἐνέργειαν μᾶλλον δὲ θείαν καὶ ταύτην μίαν ἐν Χριστῷ ὁμολογοῦντες τὴν ἐνέργειαν, μίαν ἐλέγχονται κηρύττοντες ἐν αὐτῇ καὶ τὴν φύσιν κατὰ τοὺς Μανιχαίων νόμους. Ὁμοίως καὶ ἓν αὐτοῦ ἁπλοῦν καὶ πάντη ἀσύνθετον δογματίζοντες τὸ θέλημα, μίαν ἁπλῆν καὶ ἀσύνθετον τὸν Χριστὸν ὀνομάζουσι φύσιν· οὔτε γὰρ θεανδρικόν, οὐ κοινόν, οὐ μικτόν, οὐ σύνθετον, ἀλλ’ ἁπλοῦν καὶ ἀμιγὲς καὶ πάντη ἀκοινώνητον τὸ τοῦ Χριστοῦ λέγουσι θέλημα, μηδαμῶς νοοῦντες ἢ ἰδόντες ἢ ἀριθμοῦντες ἢ ὅλως ἐννοούμενοι ἐπὶ τῆς νοερᾶς αὐτοῦ καὶ ἀχράντου ψυχῆς τινα δύναμιν ἢ ἕξιν ἢ ἰδιότητα λογικὴν ἢ θελητικὴν ἢ ἐπιθυμητικὴν ἢ βουλευτικὴν ἢ διανοητικὴν ἢ ἐξουσιαστικὴν ἢ γεωργητικὴν ἢ ἐνθυμηματικὴν ἢ σοφιστικήν, ἀλλ’ ὅλην διόλου τὴν θεότητα καὶ τὴν θέλησιν τῆς θεότητος λέγουσιν ἀναπληροῖν τὸν τόπον πάντων τούτων τῶν προειρημένων ἰδιωμάτων τῆς νοερᾶς ἡμῶν ἐν Χριστῷ ψυχῆς. Πρὸς οὓς πάλιν, ὅπερ περὶ τῆς ἐνεργείας εἰρήκαμεν, τοῦτο καὶ περὶ τῆς θελήσεως ἐροῦμεν. Εἴρηται τοίνυν τῷ προφήτῃ περὶ τῆς θείας βουλῆς καὶ θελήσεως ὅτι Ἡ βουλὴ τοῦ κυρίου εἰς τὸν αἰῶνα μένει, οὐ παυομένη, οὐκ ἠρεμοῦσα, οὐ σιγῶσα, οὐκ ἀλλοιουμένη, οὐχ ὑπὸ χρόνου, οὐ διὰ σώματος, οὐ διὰ ζωῆς, οὐ διὰ θανάτου, ἀλλ’ ἡ βουλὴ αὐτοῦ εἰς τὸν αἰῶνα ὁμοίως μένει, καὶ οἱ λ<ογισμοὶ> τῆς καρδίας αὐτοῦ εἰς γενεὰν καὶ γενεάν. Τῆς τοίνυν βουλῆς καὶ θελήσεως τοῦ θεοῦ λόγου ἀπαύστου οὔσης καὶ τῶν λογισμῶν τῆς καρδίας αὐτοῦ οὐδέποτε παυομένων, εἶχεν, εἰπέ μοι, ἐν τῷ τάφῳ ὁ Χριστὸς ὥσπερ πρὸ τοῦ θανάτου βουλὴν καὶ θέλησιν καὶ λογισμοὺς ψυχῆς καὶ ἐνθυμήσεις καὶ σκέψεις καὶ ῥήματα—τὸ γὰρ ῥῆμα κυρίου εἰς τὸν αἰῶνα μένει ἀσίγητον—καὶ μνήμας καὶ ζωὴν καὶ σοφίαν διδακτικὴν καὶ γεωργίαν ἐννοιῶν καὶ νοῦν διακριτικὸν καὶ ἐπιθυμίαν; Καὶ εἰ μὲν εἴπῃς ἔχειν πάντα ταῦτα τὸν Χριστὸν ἐν τῷ μνήματι, καθὼς εἶχεν αὐτὰ πρὸ τῆς αὐτοῦ θνήσεως, ὀρθῶς μανιχαΐζεις, δόκησιν λέγων τὸν θάνατον αὐτοῦ καὶ τὴν νέκρωσιν. Εἰ δὲ χωρισθείσης αὐτοῦ τῆς ψυχῆς ἐκ τοῦ σώματος αὐτοῦ, εὐθέως ἐστερήθη τὸ σῶμα ζωῆς, πνοῆς, λόγου, λογισμῶν, νοός, θελήσεως, βρώσεως καὶ πόσεως, ὕπνου καὶ ἀνέσεως, σκέψεως, ὁράσεως, λόγου καρδιακοῦ, κινήσεως, μεταστάσεως, ὁδοιπορίας, γονυκλισίας, εὐχῆς, λύπης, ἀθυμίας, ἀδημονίας, διδασκαλίας, σοφίας, καὶ πάσης ἄλλης πράξεως καὶ θελήσεως διὰ τοῦ σώματος ἐκπληρουμένης, γνῶτε, ὦ οἱ τῆς Ἁρματικῆς ὀρχήστρας θυμελικοὶ παῖδες, ὅτι κατὰ τὴν θέλησιν καὶ κυβέρνησιν τῆς νοερᾶς ψυχῆς ταῦτα πάντα οἰκονόμησεν ὁ θεὸς λόγος ἐκπληροῦσθαι ἐν τῷ ἀνθρώπῳ, ὑπαρχούσης τῆς ψυχῆς ἐν τῷ σώματι, ἧστινος χωρισθείσης ἤργησαν πᾶσαι αἱ τοῦ ἐντὸς καὶ ἐκτὸς ἀνθρώπου κινήσεις τε καὶ ἐνθυμήσεις ἐν τῷ μνήματι Χριστοῦ, εἰ καὶ οὐ κατέλειπεν ἔρημον ὁ θεὸς λόγος τὸν λυθέντα αὐτοῦ ναόν.

Ἀλλ’ ἀναλαμβάνω πάλιν τὸν λόγον, εἰ καὶ μυριάκις φαίνομαι τοῦτον λαλήσας τὸν λόγον. Εὑρίσκομεν τοίνυν πνευματικῶς ἐν τῇ θείᾳ γραφῇ ψυχὴν ἐν τῷ θεῷ λόγῳ· λέγει γὰρ ἐν τῷ νόμῳ πρὸς Ἰουδαίους ὅτι Τὰς ἑορτὰς καὶ τὰ σάββατα ὑμῶν μισεῖ ἡ ψυχή μου. Καὶ εὑρίσκομεν αὐτὸν ὀνομαζόμενον νοῦν· Τίς γὰρ ἔγνω νοῦν κυρίου; Εὑρίσκομεν αὐτὸν πνεῦμα· Πνεῦμα γὰρ ὁ θεός. Εὑρίσκομεν αὐτὸν λόγον ὡς θεὸν λόγον. Εὑρίσκομεν αὐτὸν ζωήν· Ἐγώ εἰμι ἡ ζωή. Εὑρίσκομεν αὐτὸν στόμα λαλοῦν· Τὸ γὰρ στόμα κυρίου ἐλάλησε ταῦτα. Εὑρίσκομεν αὐτοῦ καρδίαν, λογισμούς, εὑρίσκομεν αὐτοῦ ὀφθαλμοὺς ὁρῶντας. Εἰ τοίνυν οὐ κατ’ ἐνέργειαν καὶ θέλησιν τῆς νοερᾶς αὐτοῦ ψυχῆς ἤθελε ζωοποιεῖσθαι καὶ διοικεῖσθαι τὸ πανάγιον αὐτοῦ σῶμα ὁ θεὸς λόγος, πῶς ἔχων ἔνδον ἀχώριστον θείαν ψυχὴν τοῦ θεοῦ λόγου, ἣν ἡ Παλαιὰ εἴρηκεν, οὐκ ἦν ἔμψυχον, ἀλλὰ νεκρὸν ἔκειτο; Καὶ γὰρ δυνατωτέρα καὶ ζωοποιοτέρα ἡ θεία ψυχὴ ὑπὲρ τὴν ἀνθρώπων ψυχήν. Πῶς ἔχων τὸν θεῖον νοῦν ἔνδον, οὐκ εἶχεν ὡς τὸ πρὶν διανοήσεις; Πῶς ἔχων τὴν πηγὴν τῆς ζωῆς, οὐκ εἶχε ζωήν; Τίς ἐκώλυσε τὸν ἐν σώματι θεὸν λόγον λαλῆσαι ἐν τῷ τάφῳ λόγον; Πῶς τὸ θεῖον πνεῦμα οὐκ ἀνέπνει διὰ τῶν ῥινῶν πνεῦμα; Πῶς τὸ στόμα κυρίου οὐκ ἤνοιγε τὸ τοῦ σώματος αὐτοῦ στόμα; Πῶς οἱ ὀφθαλμοὶ κυρίου οὐκ ἐφώτιζον οὐδὲ ἔβλεπον τοῖς τοῦ σώματος ὀφθαλμοῖς; Πῶς ἡ δεξιὰ κυρίου ἡ ἀεικίνητος οὐκ ἐκίνει τὴν οἰκείαν δεξιὰν τῆς σαρκός; Πῶς οἱ λογισμοὶ τῆς καρδίας τοῦ θεοῦ οὐκ εἶχον σαρκὶ καρδίας λογισμούς; Λείπεται τοίνυν τοῖς αἱρετικοῖς ἓν ἐκ τῶν ὁποτέρων εἰπεῖν, ἢ ὅτι οὐκ ἦν ἐν τῷ τάφῳ ἐν τῷ νεκρῷ αὐτοῦ σώματι ὁ θεὸς λόγος, ἢ ὅτι οὐκ ἀνεῖλε τὴν ζωοποιὸν θέλησιν καὶ ἐνέργειαν τὴν θεό<σ>δοτον τῆς νοερᾶς αὐτοῦ ψυχῆς.

Ταῦτα μὲν εἰρήκαμεν, οὐ δύο ψυχὰς ἐν Χριστῷ δογματίζοντες, οὐ δύο καρδίας, οὐ δύο πνεύματα, οὐ δύο φῶτα, οὐ δύο ζωὰς νοεράς, οὐ δύο λόγους προφορικούς, οὐ δύο δυνάμεις οὐρανίους, οὐ δύο νόας νοητούς, εἰ καὶ τὰ μάλιστά τισι τῶν ἐξηγητῶν τινα τούτων διττὰ ἐν Χριστῷ τεθεώρηνται. Πλὴν οὕτως ξένα καὶ παράδοξα πράγματα πῶς τὸ ἐμφύσημα τοῦ θεοῦ, ἐμπνευσθὲν εἰς τὸν χοῦν τὸν ἄψυχον καὶ ἀκίνητον τοῦ ἀνθρώπου, εὐθέως αὐτὸν ἐζωοποίησεν, ἐψύχωσεν, ἀνέστησεν ἄνθρωπον αὐτὸν τέλειον ἀπετέλεσε, λογικόν, νοερόν, ἄφθαρτον, ἀθάνατον, σοφόν, γνωστικόν, διακριτικόν, ἔννουν, ἔμφρονα, θεωρητικόν, καὶ ἵνα μὴ πολλὰ εἴπω, εἰκόνα αὐτὸν καὶ ὁμοίωσιν θεοῦ ἀπετέλεσε, καὶ νῦν αὐτὸς ὅλος ὁ θεὸς λόγος κατ’ οὐσίαν ὑπάρχων καὶ κατοικῶν ἐν τῷ αὐτῷ γηγενεῖ σώματι, πῶς τῇ τοῦ κρείττονος ἐκνικήσει τοῦτο οὐ κινεῖ, πῶς τῇ ἀπαύστῳ τοῦ θεοῦ λόγου ἐνεργείᾳ οὐδὲν τὸ σῶμα ἐκεῖ ἐνήργει, πῶς ἔχων τὴν θέλησιν τὴν θείαν τὴν ἄπαυστον οὐδὲν θέλει, ἀλλὰ νενέκρωται αὐτοῦ ἡ πρὸ μικροῦ κινητικὴ δύναμις, ἐπαύσατο αὐτοῦ τὸ τῆς δίψης θέλημα, τῆς πόσεως δι’ ἣν ἐν σταυρῷ ἔκραξε διψῶν ἐκ τῆς ὀδύνης τῶν ἥλων καὶ τοῦ πόνου, ἀναλωθείσης τῆς ἰκμάδος τοῦ σώματος, ὡς ὁ θεῖος Κύριλλος μαρτυρεῖ. Οὐ δοκεῖ σοι τοῦτο θαυμαστόν, ὅτι Ἐλισσαῖος ἄνθρωπος ψιλὸς καὶ φθαρτὸς μετὰ θάνατον τοῦ νεκροῦ αὐτοῦ σώματος προσεγγίσαντος ἑτέρου νεκροῦ σώματος, εὐθέως τοῦτο ἀνέστησε, καὶ αὐτὴ ἡ κατὰ φύσιν πηγὴ τῆς ζωῆς, ὁ ζωοποιὸς πάντων θεὸς λόγος, ὁ λέγων Ἐγώ εἰμι ἡ ζωὴ καὶ ἡ ἀνάστασις, οὐ ζωοποιεῖ χωρὶς τῆς ψυχῆς τὸ ἴδιον σῶμα, οὐ καινοτομεῖ ὁ κτίστης τὸ κτίσμα, οὐχ ἁρπάζει τὸ τῆς ἰδίας εἰκόνος ἐνέργημα, οὐ μειοῖ τῆς ὁμοζύγου αὐτοῦ ψυχῆς τὴν ἰδιότητα, ἣν αὐτῇ ἀπαρχῆς ἐχαρίσατο, οὐ καταλύει τὸ ἀξίωμα τὸ ζωτικόν, ὃ ἐχαρίσατο ὡς ἰδίᾳ τινὶ νύμφῃ τῇ ἐξ αὐτοῦ εἰς κτίσιν προελθούσῃ νοερᾷ ψυχῇ καὶ αὐτῷ ὡς νοερῷ νοερῶς συναφθείσῃ καὶ ὡς λογικῇ τῷ λόγῳ συναρμοσθείσῃ καὶ ὡς ἀφθάρτῳ τῷ ὑπεραφθάρτῳ θεῷ ἐν μήτρᾳ συνυπαρξάσῃ—καὶ τῇ φύσει ζωῇ ἡ ἐκ ζωῆς ζωοποιὸς γενομένη καὶ ἡνωμένη;

Ὅθεν ὡς ἐγγυθέους καὶ καθαρὰς καὶ θεομοίους καὶ θεομιμήτους τὰς τῆς ψυχῆς ἰδιότητας οὔσας, τούτου χάριν ταύτας οὐκ ἐμείωσεν, οὐδὲ ἐξήλειψεν, οὐδὲ κατέλυσεν ὁ θεὸς λόγος, ἀλλὰ δὴ καὶ ὑπάρχων ἐν τῷ νεκρῷ αὐτοῦ σώματι ὥσπερ καὶ ἐν τῇ ψυχῇ, ηὐδόκησε διὰ τῆς ἐπανόδου καὶ ἑνώσεως τῆς ζωτικῆς ψυχῆς τοῦτο ζωοποιῆσαι καὶ ἐξ αὐτῆς ὡς λογικῆς τὸν προφορικὸν λόγον ἀποκαταστῆσαι τῷ σώματι καὶ δι’ αὐτῆς ὡς ζωτικῆς καὶ βουλευτικῆς καὶ θελητικῆς ἀνακαινίσαι πάσας τὰς τοῦ νεκροῦ ἀνθρώπου βουλὰς καὶ ἐννοίας καὶ λογισμοὺς καὶ αἰσθήσεις καὶ κινήσεις, κελεύσας ἵν’ ὥσπερ τῷ νόμῳ τῆς φύσεως ἀπέθανεν, οὕτω καὶ τῷ νόμῳ τῆς φύσεως ἐγερθῇ. Εὐλογητὰ τὰ ἄῤῥητα καὶ ἀνεξιχνίαστα τοῦ δημιουργοῦ μυστήρια, οὕτως ὡς ἀνεξερεύνητα τὰ πράγματα καὶ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. Ὁ θεὸς λόγος ἐν τῷ σώματι, καὶ οὐ λαλεῖ λόγον τὸ σῶμα· ἡ ζωὴ ἔνδον, καὶ οὐκ ἀναζῇ· ἡ πάντων ἀνάστασις ἐν αὐτῷ, καὶ οὐκ ἀνέστη· ἡ ψυχὴ τῶν ψυχῶν καὶ ἐμψύχων καὶ ἀψύχων ἐν σαρκί, καὶ οὐ ψυχοῦται διὰ τοῦ τὰ σύμπαντα ψυχοῦντος καὶ ζωοποιοῦντος· πνεῦμα θεοῦ ἐν τῷ νεκρῷ, καὶ οὐκ ἔχει ἀναπνοῆς πνεῦμα· τὸ φῶς τῶν φώτων ἐν αὐτῷ, καὶ οὐχ ὁρᾷ ὀφθαλμοῖς τὸ φῶς· φωνὴ κυρίου ἐν αὐτῷ, καὶ οὐδαμοῦ φωνὴ οὐδὲ ῥῆμα. Ἡνίκα δὲ ψυχὴ λογικὴ ἐν αὐτῷ, εὐθέως πάντα ἐν αὐτῷ, εὐθέως φῶς ἐν αὐτῷ, εὐθέως λόγος καὶ πνεῦμα καὶ νοῦς καὶ φωνὴ καὶ ἀνάστασις καὶ λογισμοὶ καὶ βουλαὶ καὶ πράξεις καὶ πάντα τὰ τῆς ζωῆς διὰ τῆς κατ’ εἰκόνα θεοῦ ψυχῆς ἐν αὐτῷ.

Καὶ οὕτως τιμηθείσης καὶ ὑψωθείσης καὶ δοξασθείσης ἡμῶν τῆς εἰκονοθέου ψυχῆς ὑπὸ θεοῦ, οὐ καταισχύνονται οἱ ἀπόγονοι τοῦ Μάνεντος κακίζοντες καὶ ἐνυβρίζοντες τὴν εἰκόνα τοῦ θεοῦ, λέγοντες αὐτῆς πονηρὰν τὴν ζωοποιὸν ἐνέργειαν καὶ τὴν πάντων αἰτίαν τῶν ἀγαθῶν, λογικὴν καὶ νοερὰν καὶ διακριτικὴν καὶ ἑνωτικὴν πρὸς θεὸν αὐτῆς ἐπιθυμίαν καὶ θέλησιν. Ἐπειδὴ δὲ οἴονται οἱ ἄτιμοι τιμᾶν τὸν Χριστὸν διὰ τῆς πανατίμου αὐτῶν τιμῆς, φέρε πάλιν ἀκριβέστερον ἐπισκεψώμεθα, ποῖα μὲν ἐν ἡμῖν τὰ τῆς ἁμαρτίας οἱονεὶ σπέρματα καὶ βλαστήματα καὶ λείψανα καὶ γεννήματα καὶ ὄντως ἀλλότρια τοῦ θεοῦ λόγου καὶ ἀνάξια, ποῖα δὲ πάλιν τὰ τοῦ θεοῦ ἐν ἡμῖν οἰκεῖα καὶ τῇ ἡμετέρᾳ φύσει παρ’ αὐτοῦ ἐξαίρετα ὑπάρχωσι πράγματα καὶ δωρήματα, τῆς αὐτοῦ ὥσπερ ἀϊδιότητος ἀποχύματά τινα καὶ ὁμοιώματα.

Τίνα οὖν εἰσι τὰ τῆς ἁμαρτίας καὶ τοῦ διαβόλου ἐν ἡμῖν ἔκγονα καὶ σπέρματα καὶ λείψανα; Φθορά, θάνατος, ῥύσις, βρῶμοι, πεῖναι, δίψαι, αἷμα, χυμός, νόσος, ὕπνος, κόπος, ἱδρῶτες, λῦπαι, ἀθυμίαι, θλίψεις, στεναγμοί, δάκρυα καὶ πάντα τὰ τούτοις ὅμοια τὰ εἰς τὸν ἐκτὸς ἡμῶν ἄνθρωπον καθορώμενα, ὧν οὐδὲν ἐκέκτητο οὐδὲ ἐγνώριζεν ὁ ἄνθρωπος πρὸς τῆς παραβάσεως, ἀλλ’ ἐλεεινῶς ὡς πονηρὰ ἔκγονα διὰ τῆς ἁμαρτίας ἐκληρονόμησεν. Ἅπερ ἅπαντα, λέγω δὴ τὰ προειρημένα τῆς φθορᾶς καὶ τῆς παρακοῆς καὶ τοῦ διαβόλου ἔκγονα, οἱ υἱοὶ τῆς φθορᾶς, ὡς υἱοὶ τοῦ διαβόλου ὄντες καὶ τῆς παρακοῆς ἀπόγονοι, μετὰ πάσης παῤῥησίας μεγάλῃ τῇ φωνῇ ὁμολογοῦσι καὶ κηρύττουσιν ἐν Χριστῷ τῷ θεῷ, τὰ συγγενῆ τῶν κτηνῶν, τὰ γεώδη, τὰ ὑλικά, τὰ τοῦ ἐκτὸς ἀνθρώπου, τοῦ ἀντιστρατευομένου καὶ ἐπιπροσθοῦντος ἡμῖν σαρκίου. Καὶ οὐδὲν τούτων τῶν φθαρτῶν καὶ ὑλικῶν καί, ἵν’ οὕτως εἴπω, ἀναξίων καὶ ἀλλοτρίων θεοῦ σαρκικῶν ἡμῶν ἰδιωμάτων ἢ πραγμάτων λέγουσιν ἐξ αὐτῆς ἑνώσεως καταργηθὲν ὑπὸ τοῦ θεοῦ λόγου ἢ ἀπαλιφὲν ἢ μειωθέν, ἀλλ’ ἔχειν αὐτὸν ἀνελλιπῆ ἕως τῆς αὐτοῦ ἀναστάσεώς φασι τὰ τῆς φθορᾶς καὶ τῆς ἁμαρτίας ἔκγονα, τουτέστι τὸ θνητόν, τὸ φθαρτόν, τὸ ῥευστόν, τὸ παθητόν, τὸ ἐνδεές, τὸ ἔμπεινον, τὸ ἔνδιψον, τὸ ἔγκοπον, τὸ ἔνιδρον, τὸ ἐνδάκρυον, καθὰ καὶ εἶχε. Ταῦτα οὖν τὰ ὑλικὰ ὡς ὑλικοὶ καὶ σαρκικοὶ τὰ τοῦ ἐκτὸς ἀνθρώπου ἡμῶν κηρύττουσιν ἔχειν τὸν θεὸν λόγον.

Ἐπὰν δὲ αὐτοὺς εἰς τὸν ἔσω ἄνθρωπον καὶ εἰς τὰ ἅγια τῶν ἁγίων τὰ ἐνδότερα τοῦ καταπετάσματος τῆς σαρκὸς αὐτοῦ καὶ εἰς τὸν ἄφθαρτον καὶ ἅγιον καὶ ἀχειροποίητον καὶ ἀκατάλυτον ναὸν τῆς ψυχῆς αὐτοῦ εἰς τὸν κατ’ εἰκόνα καὶ ὁμοίωσιν αὐτοῦ τοῦ λόγου εἰσαγάγωμεν, ἔνθα τὸ νοερὸν καὶ θεῖον θυσιαστήριον, ἔνθα ὡς ἀληθῶς τὸ θεῖον πῦρ τῆς θεότητος ἀστράπτει καὶ ἀναπαύεται, ἔνθα ἡ τοῦ πνεύματος ἐπισκιάζει χάρις, ἔνθα τὸ θεῖον ἐκεῖνο τοῦ λόγου ἐμφύσημα εἰσέτι καὶ νῦν ἐμπνεῖ καὶ ἐνεργεῖ τὴν ἐξ αὐτοῦ προελθοῦσαν καὶ γεννηθεῖσαν νοερὰν ψυχήν, ἐν ᾖ οὐδὲν φθαρτόν, οὐδὲν θνητόν, οὐδὲν ῥευστόν, οὐδὲν δυσῶδες, οὐδὲν θεοῦ ξένον ἢ ἀνάξιον, οὐδὲν τῆς ἁμαρτίας λείψανον ἢ μνημόσυνον ὧν τὸ σῶμα κέκτηται, ἀλλὰ πάντα τὰ τοῦ ἐντὸς ἀνθρώπου ἁγνά, πάντα τὰ οὐσιώδη τῆς νοερᾶς ψυχῆς οὐράνια μιμήματα, πάντα τὰ ταύτης θεόφυτα, πάντα θείας φύσεως ὁμοιώματα, πάντα τὰ αὐτῆς θεοῦ εἰσιν ἐξεικονίσματα, θεοῦ βλαστήματα καὶ ποιήματα, θεοῦ μιμήματα καὶ ὑπομνήματα—οὐ γὰρ γέγονεν ἐν οὐρανῷ ἢ ἐπὶ γῆς ἑτέρα φύσις δι’ οὐσιώδους ἐμφυσήματος ἐκ ψυχῆς καὶ καρδίας θεοῦ προελθόντος καὶ μεταδοθέντος, εἰ μὴ ἡ μόνη λογικὴ ψυχὴ ἡμῶν καὶ τὰ ταύτης ἰδιώματα—, καὶ ἐπὰν ταύτην καὶ τὴν ταύτης θεογενῆ καὶ θεόκτιστον καὶ θεό<σ>δοτον καὶ θεόμοιον δεσποτικὴν θέλησίν τε καὶ ἐνέργειαν ἐπὶ Χριστοῦ ὀνομάσωμεν, εὐθέως οἱ θεομάχοι καὶ τῆς εἰκόνος τοῦ θεοῦ ἐχθροὶ καὶ πολέμιοι ἀγανακτῶσιν, βλασφημοῦσιν, ἐνυβρίζουσι, πονηρὸν τὸ θεό<σ>δοτον θέλημα καὶ τὴν θεόμοιον νοερὰν ἐνέργειαν ἡμῶν ὀνομάζοντες, καὶ φάσκοντες ὅτι τὸ θεῖον τοῦ λόγου θέλημα κατήργησε τὸ οὐσιῶδες τῆς ψυχῆς αὐτοῦ θέλημα καὶ ἡ θεία αὐτοῦ ἐνέργεια ἐξ αὐτῆς ἄκρας ἑνώσεως ἠφάνισε καὶ ἠκύρωσε μετὰ τοῦ θελήματος καὶ τὴν ζω<τικὴν> τῆς ψυχῆς ἐνέργειαν.

Μάλιστα μὲν οὖν, ὦ θεομάχοι, εἰ ἀκυρῶσαι ἔδει τι τῶν τῆς ἡμετέρας φύσεως ἐξ αὐτῆς ἑνώσεως τὸν θεὸν λόγον, τὰ τῆς ἁμαρτίας καὶ τοῦ διαβόλου ἐχρῆν αὐτὸν εὐθέως καταλύειν ἐκ τῆς σαρκὸς καὶ οὐ τὰ κατ’ εἰκόνα καὶ ὁμοίωσιν αὐτοῦ ἐν ἡμῖν νοερὰ δωρήματα καὶ τῆς θείας αὐτοῦ οὐσίας ἐν τῇ ψυχῇ ἀπηχήματα καὶ ζωοποιὰ ἰδιώματα ἡμῶν, ἵνα μὴ φανῇ τὰ ἴδια καταλύων. Καὶ πῶς, εἰπέ μοι, οὐκ ἠφάνισεν ἡ ἀφθαρσία τοῦ θεοῦ λόγου εὐθέως ἑνωθεῖσα τὴν φθορὰν τοῦ σώματος αὐτοῦ; Πῶς τῇ τοῦ κρείττονος ἐκνικήσει οὐ κατήργησεν ἡ ἀθανασία τοῦ θεοῦ λόγου εὐθέως τὴν θνῆσιν τῆς σαρκός; Πῶς τὸ θεῖον πῦρ ἑνωθὲν αὐτῇ οὐκ ἔπαυσεν εὐθέως τὸ ῥευστὸν αὐτῆς τῇ τοῦ ἐπικρατοῦντος δυνάμει; Εἰ γὰρ τὸ ἐμφύσημα αὐτοῦ εἰσελθὸν εἰς τὴν τοῦ Ἀδὰμ χοϊκὴν σάρκα, εὐθέως ταύτην ἄφθαρτον καὶ ἀθάνατον καὶ ἄῤῥευστον καὶ ἀπαθῆ ἀπειργάσατο, τί δήποτε αὐτοῦ ὅλου κατ’ οὐσίαν τοῦ θεοῦ λόγου ἑνωθέντος τῇ σαρκί, μὴ ἄφθαρτον εὐθέως ἀποτελέσαι καὶ τὸ ἴδιον σῶμα καὶ ἀθάνατον, οἷον ἀπαρχῆς τὸ τοῦ Ἀδὰμ ἐποίησε διὰ τοῦ ἐμφυσήματος; Ἆρα οὐκ ὀφείλει τὸ σῶμα τοῦ δεσπότου ἐνδοξοτέραν τοῦ δούλου περικεῖσθαι μορφήν; Ἀλλ’ οὐκ ηὐδόκησεν, οὔτε ἠθέλησεν, ἀλλ’ ἐταπείνωσε καὶ ἐκένωσεν ἑαυτὸν μορφὴν δούλου τὴν φθαρεῖσαν λαβών. Ἐπεί, εἰ πάντα ὅσα θέλει δύναται, ὄντως ἠδύνατο καὶ ἐν ἀφθάρτῳ καὶ ἀγγελικῷ σώματι ἐνανθρωπῆσαι ἐπὶ τῆς γῆς, ἀλλ’ οὐκ ἠθέλησεν, ἀλλὰ τὸ νοσῆσαν καὶ τὰ τοῦ νοσήσαντος ἀνθρώπου πάντα ἀνέλαβεν. Οὐκοῦν εἰ τὰ χείρω ἡμῶν κατεδέξατο, τὰ ὑλικὰ καὶ γεώδη καὶ φθαρτὰ καὶ ἐπείσακτα τῆς ἁμαρτίας ἔκγονα, τί ἀμφιβάλλεις περὶ τῶν κρειττόνων καὶ ἀφθάρτων καὶ πνευματικῶν καὶ θεογενήτων ἡμῶν τῆς ψυχῆς ἰδιωμάτων;

Ὡς γὰρ μυριάκις εἶπον, οὐ διαφέρει ὁ ἄνθρωπος τῆς ἀλόγου φύσεως εἰ μὴ κατὰ τὴν ἀθάνατον καὶ ζωοποιὸν τῆς ψυχῆς ἐνέργειαν καὶ κατὰ τὴν λογιστικὴν καὶ διοικητικὴν καὶ βουλευτικὴν αὐτῆς θέλησιν. Ἅστινας ἰδιότητας οἱ ἀπαρνούμενοι ἐν Χριστῷ, ὄντως ἄκοντες καὶ μὴ βουλόμενοι, ὁμοούσιον τῶν ἀλόγων ψυχῶν λέγουσιν αὐτοῦ τὴν ψυχήν. Εἰ δὲ ἀθελὴς ἦν ἡ τοῦ κυρίου ψυχή, πάντως ὅτι ἀλόγως καὶ ἀκουσίως ὑπετάττετο τῷ θεῷ λόγῳ. Ἐπὶ δὲ ψυχῆς ἀθελοῦς οὐδὲ λύπη, οὐδὲ ἀθυμία, οὐδὲ ἀδημονία, οὐδὲ ἐμβρίμησις, οὐδὲ ἀγαλλίασις, οὔτε ἐξομολόγησις, οὐδὲ προσευχή, οὔτε ἀγωνία συνίστασθαι δύναται, ἅπερ ἅπαντα γενόμενά ποτε ἐπὶ Χριστοῦ ἐν τοῖς εὐαγγελίοις ἠκούσαμεν· ὧν ἁπάντων ὁ θεὸς λόγος ξένος καὶ ἀλλότριος κατὰ τὴν ἀπαθῆ τῆς θείας αὐτοῦ οὐσίας ἐνέργειαν πέφυκε. Τίνος δὲ ἄρα καὶ τῶν ἁγίων πατέρων ἀκήκοας λέγοντος ὅτι κατήργησεν ὁ θεὸς λόγος τὸ οὐσιῶδες καὶ τὸ θεό<σ>δοτον θέλημα τὸ ἔμφυτον τῆς αὐτοῦ ψυχῆς ἢ τὴν ζωοποιὸν αὐτῆς καὶ θεομίμητον ἐνέργειαν, δι’ ἧς ἔζη τὸ πανάγιον αὐτοῦ σῶμα, καθὼς ἐν τοῖς ἔμπροσθεν ἐν τῷ παναγίῳ σώματι Χριστοῦ ὁ λόγος παρέστησεν; Οἱ γὰρ ἅγιοι πατέρες τούτου χάριν λέγουσι τὸν θεὸν λόγον ἑνωθῆναι τῷ ἀνθρωπίνῳ, ἵνα ἀναλώσῃ τὰ χείρω ὥσπερ πῦρ κηρόν, τουτέστι τὰ ἐκ τῆς φθορᾶς προσγενόμενα ἡμῖν, οὐ μὴν ἵνα ἀναλώσῃ τὰ βελτίω, ἅπερ κατ’ εἰκόνα αὐτοῦ ἐξ ἑαυτοῦ προήγαγε καὶ ἐποίησε καὶ ἐχαρίσατο τῇ ψυχῇ. Διόπερ ὁμοίως οὐδὲ τὴν ἐνέργειαν τὴν ζωτικὴν τῆς ψυχῆς τὴν θεομίμητον τὴν συνιστῶσαν καὶ ζωογονοῦσαν τὸ σῶμα ἀπεβάλλετό τις τῶν πατέρων ἢ ἀπηρνήσατο ὁμολογεῖν ἐν Χριστῷ τις τῶν ἐξ αἰῶνος ὀρθοδόξων διδασκάλων, ἀλλὰ τὴν ἐπείσακτον καὶ διαβολικὴν καὶ ἐμπαθῆ τῆς ἁμαρτίας ἐνέργειαν.

Ὅτι δὲ κυρίως καὶ ἀληθῶς θεομίμητος ὑπάρχει ἡ θεόκτιστος καὶ θεοδώρητος τῆς νοερᾶς ἡμῶν ψυχῆς ζωοποιὸς ἐνέργεια, ἄκουσον. Εἴρηται τῷ Ἀποστόλῳ περὶ θεοῦ ὅτι Ἐν αὐτῷ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν. Ἀντιστρέφω εἰς τὴν κατ’ εἰκόνα καὶ ὁμοίωσιν θεοῦ ψυχὴν ἡμῶν τὸν λόγον καὶ λέγω ὅτι «Καὶ ἐν αὐτῇ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν»· καὶ οὐδεὶς παραγράψασθαι τὸ ῥῆμα δύναται. Ὅρα γοῦν ὅτι πάντες οἱ ἀσεβεῖς θεοῦ μὲν κεχωρισμένοι εἰσίν, ὅμως ἐπὶ πολλοὺς χρόνους καὶ ζῶσι πολλάκις καὶ κινοῦνται καὶ εἰσί· ψυχῆς δὲ ἐὰν πρὸς μικρὸν χωρισθῶσιν, οὔτε ζῶσιν, οὔτε κινοῦνται, οὔτε εἰσί.

Μέγας ὁ περὶ τῆς ψυχῆς τῆς λογικῆς λόγος, μέγα τὸ ταύτης μυστήριον, ἐγγύθεος ἡ ταύτης ἔρευνα, ἀκατάληπτος ὁ ταύτης τρόπος, ἀνερμήνευτος ἡ οὐσία, ἄφθαρτος ἡ ταύτης ζήτησις, ἄδηλος ὁ τῆς ὑπάρξεως αὐτῆς λόγος, ἀόριστος ὁ ταύτης ὅρος, ἀδιήγητα τὰ ταύτης ἅπαντα. Τὰ Χερουβὶμ καὶ τὰ Σεραφὶμ τὰ ὁρῶντα τὸ πρόσωπον τοῦ πατρὸς τοῦ ἐν οὐρανοῖς οὐ προσηγορεύθησαν κατ’ εἰκόνα καὶ ὁμοίωσιν θεοῦ, ἀλλὰ μόνη ἡ νοερὰ τοῦ ἀνθρώπου ψυχή. Καὶ δικαίως· οὔτε γὰρ ζωοποιεῖ ἄγγελος κατ’ οὐσίαν σῶμα, οὔτε ἔχει οὐσιωδῶς ζωοποιὸν σώματος ἐνέργειαν εἰ μὴ μόνη ἡ κατ’ εἰκόνα καὶ ὁμοίωσιν θεοῦ ἡμετέρα ψυχή.

Ὥσπερ γὰρ ὁ θεὸς διὰ τῶν δύο κυριωτάτων καὶ περιεκτικωτάτων ἰδιοτήτων, τῇ μὲν θείᾳ αὐτοῦ ἐνεργείᾳ δημιουργεῖ, τῇ δὲ προνοητικῇ καὶ δεσποτικῇ αὐτοῦ θελήσει διοικεῖ ἃ δημιουργεῖ, οὕτω καὶ ἡ κατ’ εἰκόνα αὐτοῦ ψυχὴ ἡ νοερά, πρὸ πάντων εὐθέως εἰς ὕπαρξιν σὺν τῷ σώματι ἐρχομένη, τοῦτο τῇ ζωοποιῷ αὐτῆς καὶ θεοφύτῳ ἐνεργείᾳ ζωοποιεῖ· εἶτα λοιπὸν διὰ τῆς ἐξουσιαστικῆς καὶ βασιλικῆς αὐτῆς θελήσεως τοῦτο κυβερνᾷ καθὼς βούλεται. Ὅτι γὰρ βασιλικωτάτη καὶ δεσποτική ἐστιν ἡ λογικὴ ἡμῶν ψυχή, ἄκουσον Γρηγορίου τοῦ θεολόγου λέγοντος τὸν ἄνθρωπον οὐράνιον καὶ ἐπίγειον, πρόσκαιρον καὶ ἀθάνατον, βασιλέα τῶν ἐπὶ γῆς, βασιλευόμενον ἄνωθεν. Καὶ πῶς βασιλεύει τῶν ἐπὶ γῆς κατὰ τὸ εἰρημένον τῷ ψαλμῷ Πάντα ὑπέταξας ὑποκάτω τῶν ποδῶν αὐτοῦ, εἰ μὴ δι’ ἐξουσιαστικῆς καὶ δεσποτικῆς τῆς ψυχῆς θελήσεως; Πῶς εἰς αὐτὸ τοῦτο ἐποίησεν αὐτὸν ὁ θεὸς εἰς τὸ ἄρχειν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ τῶν θηρίων τῆς γῆς; Πῶς ἄρξει τούτων, εἰ μὴ ψυχοθελῶς καὶ αὐτοθελῶς καὶ ἰδιοθελῶς; Πῶς γὰρ ὁ ἄρχων καὶ κυρίως βασιλεύων κατ’ ἐξουσίαν καὶ βούλησιν ἀκώλυτον καὶ ἀνεμπόδιστον τοῦ ἰδίου αὐτοῦ καὶ δεσποτικοῦ θελήματος τὴν ἐξουσίαν ἔχει; Πῶς δὲ καὶ τέθεικεν ὀνόματα τοῖς ζῴοις ὁ ἄνθρωπος οἷς ὁ θεὸς ἤγαγε πρὸς αὐτόν, εἰ μὴ κατὰ τὸ οἰκεῖον θέλημα; Τί δὲ καὶ διαφέρει τοῦ ἀλόγου ἡ ψυχὴ ἡ ἐστερημένη ἐνεργείας ζωτικῆς καὶ ἐπιθυμητικοῦ καὶ βουλευτικοῦ νοεροῦ θελήματος; Ποίῳ δὲ ἄρα τρόπῳ, εἰπέ μοι, ἐστὶν οὐράνιος ὁ ἄνθρωπος, καθὼς ὁ Γρηγόριος εἴρηκεν; Ἂν γὰρ εἴπῃς κατὰ τὸ σῶμα οὐράνιον αὐτὸν εἶναι, ἑλληνίζεις· οἱ γὰρ Ἕλληνές φασι τὸν ἥλιον ποιητὴν εἶναι τῶν σωμάτων. Ἐὰν δὲ τὴν ψυχὴν εἴπῃς πάλιν οὐράνιον, ὠριγενιάζεις, προΰπαρξιν τῶν ψυχῶν λέγων εἶναι ἐν οὐρανῷ πρὸ τῶν σωμάτων. Οὐκοῦν κατὰ τὰς προειρημένας πολλάκις δύο ἰδιότητας τὰς κατ’ εἰκόνα τοῦ θεοῦ ἐν τῇ ψυχῇ ὑπαρχούσας τῆς νοερᾶς αὐτῆς θελήσεως καὶ ζωοποιοῦ ἐνεργείας, οὐράνιον εἶπε τὸν ἄνθρωπον καὶ ὁ θεῖος Γρηγόριος.

Καὶ ἐπειδὴ νόμος ἀποστολικός ἐστιν ὁ ἐπιτρέπων ἡμῖν καὶ λέγων ὅτι Οὕτως λαλεῖτε καὶ οὕτως ποιεῖτε ὡς διὰ νόμου ἐλευθερίας μέλλοντες κρίνεσθαι, οὕτως λαλῶ καὶ οὕτως φρονῶ ἐπὶ τοῖς νυνὶ παρ’ ἐμοῦ ἐκτιθεμένοις, ὡς μέλλω ὑπὲρ αὐτῶν δοῦναι λόγον ἐν ἡμέρᾳ κρίσεως. Διὸ ἀπροσπαθῶς καὶ οὐκ ἀντιπαθῶς μαρτυροῦντός μοι τοῦ θεοῦ καὶ τῶν ἁγίων ἀγγέλων, λέγω ὅτι «Οἷμαι συγγνώμην εἶχον παρὰ θεοῦ οἱ τῆς Ἁρματικῆς θυμέλης παῖδες, εἰ ἀπηρνοῦντο μᾶλλον καὶ παρῃτοῦντο ὁμολογεῖν ἐν Χριστῷ τὰ διὰ τῆς ἁμαρτίας καὶ συμβουλῆς τοῦ ὄφεως προσγενόμενα τῷ ἀνθρώπῳ, τουτέστι ῥύσιν, φθοράν, κόπον, ἱδρῶτα, δάκρυον, ἀγωνίαν, πεῖναν, δίψαν, ὕπνον, λύπην, αἷμα, πτυέλους, κόπους, ὄρυξιν χειρῶν, ποδῶν, πλευρᾶς, καὶ πάντα τὰ ἀπὸ σαρκὸς καὶ εἰς τὴν σάρκα συντείνοντα παθήματα τὰ διὰ τῆς ἁμαρτίας τῷ ἀνθρώπῳ τεχθέντα, ἤπερ ὅτι ἀπαρνοῦνται καὶ παραγράφονται τὰ ἐκ θεοῦ προελθόντα καὶ διὰ τοῦ ἐμφυσήματος αὐτοῦ ἡμῖν δωρηθέντα καὶ κατ’ εἰκόνα καὶ ὁμοίωσιν θεοῦ ἐν ἡμῖν ὑπάρχοντα.» Τοσαύτην γὰρ διαφορὰν ἔχει ὁ προσκόπτων τοῖς ὑλικοῖς ὑπὲρ τὸν προσκρούοντα τοῖς θεϊκοῖς καὶ πνευματικοῖς ἰδιώμασιν, ὅσην ἔχει διαφορὰν ὁ ἐνυβρίζων τὴν εἰκόνα τοῦ κτήνους παρὰ τὸν ἀτιμάζοντα καὶ λιθοβολοῦντα τὴν εἰκόνα καὶ ὁμοίωσιν τοῦ βασιλέως. Καθὼς γὰρ ὁ λόγος πολυμερῶς τε καὶ πολυτρόπως διὰ πάντων τῶν προειρημένων ἀπέδειξεν, αἱ δύο αὖται ἐν ἡμῖν ἰδιότητές εἰσιν αἱ συνέχουσαι καὶ κατακοσμοῦσαι καὶ διοικοῦσαι τὸν ἐντὸς ἡμῶν καὶ τὸν ἐκτὸς ἄνθρωπον, τουτέστιν ἡ ζωτικὴ τῆς ψυχῆς ἐνέργεια καὶ ἡ κυβερνητικὴ αὐτῆς καὶ λογιστικὴ τῆς ψυχῆς ἐνέργεια καὶ θεό<σ>δοτος θέλησις. Διὰ γὰρ τούτων τῶν δύο καὶ μόνων θεοπροβλήτων καὶ οὐρανίων νοερῶν ἰδιοτήτων πᾶσα ἡ ἐκ θεοῦ ἡμῖν δωρηθεῖσα τιμὴ γνωρίζεται· διὰ τούτων κοινωνικοὶ γνωριζόμεθα τῆς νοερᾶς τῶν ἀγγέλων φύσεως· διὰ τούτων τῆς ἀλόγου χωριζόμεθα οὐσίας· διὰ τούτων τῆς θείας ἀπολαύομεν ἐλλάμψεως· διὰ τούτων θείαν καὶ ἀνθρωπίνην γνῶσιν προσλαμβανόμεθα· διὰ τούτων θεοὶ καὶ υἱοὶ ὑψίστου ἀναδεικνύμεθα· διὰ τούτων τὸ βασιλικὸν καὶ ἐξουσιαστικὸν καὶ θεοτίμητον ἡμῶν γνωρίζεται ἀξίωμα· διὰ τούτων εἰκὼν τοῦ θεοῦ τοῦ ἀοράτου ἡ ψυχὴ καθέστηκε· διὰ τούτων ὁ ἀχαρακτήριστος αὐτῆς χαρακτὴρ καὶ μορφὴ καὶ τὸ ὑπέρκαλον κάλλος καλλωπίζεται· διὰ τούτων καὶ χωριζομένη τοῦ σώματος ἡ πνευματοφόρος ψυχὴ ἀγάλλεται καὶ εὐφραίνεται. Διατοῦτο δὲ πολλῷ πλέω καὶ κατὰ τὸν μέλλοντα αἰῶνα, ἡνίκα ἡ φθορὰ καὶ τὰ τῆς φθορᾶς ἐκ μέσου γένωνται, ὡς νοερὰ λοιπὸν καὶ ἄφθαρτος σὺν ταῖς νοεραῖς καὶ ἀφθάρτοις δυνάμεσι τὸν ὑπερνόερον καὶ ὑπεράφθαρτον γεραίρει θεὸν διὰ τῆς νοερᾶς αὐτῆς καὶ ἀφθάρτου καὶ ἀνεξαλείπτου πνευματικῆς θελήσεως καὶ θεαρέστου καὶ ἀειζώου καὶ θεοζώου ζωοποιοῦ ἐνεργείας. Διὰ τούτων τῶν οὐσιωδῶν καὶ ἀχωρίστων αὐτῆς ἰδιοτήτων τῆς νοερᾶς, πάλιν λέγω, θελήσεως καὶ ἐνεργείας θέλει καὶ ἐνεργεῖ καὶ μετὰ τὴν ἀνάστασιν ἡ ψυχὴ τὰ θεῖα προστάγματα, καὶ προκοπὰς αἰωνίους καὶ ἀναβάσεις ἐν τῇ καρδίᾳ τίθεται, ἀποκαθισταμένου τοῦ ἀνθρώπου εἰς τὸ ἀρχαῖον αὐτοῦ τὸ πρὸ τῆς παρακοῆς ἄφθαρτον καὶ ἀθάνατον τοῦ σώματος ἀξίωμα. Διὰ γὰρ τοῦτο καὶ οὐδὲν ἕτερον ὁ θεὸς ἐγένετο ἄνθρωπος, ἵνα ἀνακαθάρῃ τὸν ἄνθρωπον πάντων τῶν ἐκ παρακοῆς προσγενομένων αὐτῷ παθημάτων, οὐ μὴν ἵνα περιάρῃ ἐξ αὐτοῦ τι τῶν κατὰ ψυχὴν δεδομένων αὐτῷ οὐσιωδῶς θεοφύτων βλαστημάτων, δι’ ὧν καὶ κατὰ τὸν τῇδε καὶ κατὰ τὸν μέλλοντα αἰῶνα ὅλος ὁ ἄνθρωπος συνίσταται καὶ οἰκονομεῖται καὶ διοικεῖται.

Εἰ δὲ δεῖ καὶ γραφικῶς πάλιν τὸ ἀξιέπαινον τούτων ἡμῶν τῶν δύο θεοφύτων ἰδιοτήτων, τοῦ οὐσιώδους θελήματος καὶ τῆς νοερᾶς ἐνεργείας, παραστῆσαι, ὁ ἔχων ὦτα ἀκούειν, ἀκουέτω.

Τῇ νοερᾷ τῆς ψυχῆς θελήσει ὁ παῖς τοῦ Ἀβραὰμ ἐπιτυχεῖν ἐπαινουμένης γαμετῆς τῷ Ἰσαὰκ βουλόμενος, κατὰ ψυχὴν τῇ κρυπτῇ καὶ νοερᾷ ἐνεργείᾳ τῷ θεῷ προσευξάμενος, ἐπέτυχε τοῦ αἰτήματος.

Θελήματι νίκης ὁ Μωϋσῆς κατὰ τὴν νοερὰν ἐνέργειαν κρυπτῶς πρὸς θεὸν προσευξάμενος ὑπὲρ τοῦ Ἰσραὴλ ἤκουσε παρὰ θεοῦ Τί βοᾷς πρός με; καὶ τὸν Φαραὼ παραυτὰ κατεπόντωσε.

Θελήματι φυσικῷ υἱὸν ἡ Ἄννα ζητοῦσα, νοερᾷ ἐνεργείᾳ ψυχῆς τὸν θεὸν σιγῶσα παρεκάλεσε καὶ παρ’ αὐτοῦ τὸν Σαμουὴλ ἔλαβε.

Θελήματι ἀδιαβλήτῳ ὁ Ἰσαὰκ τὸν θεὸν ἐδυσώπει δοθῆναι τῇ Ῥεβέκκᾳ υἱὸν καὶ ἡ τῆς εὐχῆς αὐτῆς ἐνέργεια τὴν στείρωσιν ἔλυσε.

Νοερᾷ τῆς ψυχῆς θελήσει ὁ Ἁβραὰμ ἐπεθύμησεν ἰδεῖν τὴν ἡμέραν κυρίου καὶ εἶδεν αὐτὴν τῇ νοερᾷ ἐνεργείᾳ καὶ ἐχάρη, ἡνίκα τὸν Ἰσαὰκ προσέφερε.