Καὶ πάνυ μὲν οὖν, ὦ ἄνθρωπε, διὰ τούτων μανθάνομεν τὸν τρόπον τῆς τοῦ θεοῦ, ὥσπερ ἔν τινι σώματι, ἐν τῷ κόσμῳ φανερώσεώς τε καὶ ἀναδείξεως, καὶ πῶς κατὰ πρόσβασιν ἡ ἡμετέρα φύσις τὸ τῆς τριάδος ἐπέγνω μυστήριον. Συνελήφθη γὰρ ὑπὸ τοῦ σπόρου τοῦ πονηροῦ ὥσπερ ἐν γαστρί τινι τῆς πλάνης ὁ ἄνθρωπος, ἐν σκοτεινοῖς καὶ ἐν σκιᾷ θανάτου καθήμενος. Εἶτα εἰς φῶς θεογνωσίας ὥσπερ νήπιος ἐν ἀρχῇ προερχόμενος, διὰ τῆς τοῦ νόμου χειραγωγίας ἐδείχθη ἔμψυχος, ἐπιγνοὺς τὸν πατέρα καὶ θεόν, ἐν ἑαυτῷ μὲν ἔχοντα καθάπερ καὶ ἡ ψυχὴ ἐνούσιον τὸν λόγον καὶ τὸ πνεῦμα, μὴ χωροῦντα δὲ τὸν ἄνθρωπον διὰ πολλὴν γνώμης ἀσθένειάν τε καὶ νηπιότητα τὴν τοῦ λόγου καὶ τοῦ νοῦ φανέρωσιν, ἵνα μὴ εἰς πολυθεΐαν διὰ θεοσεβείας ἐξολισθήσῃ. Εἶτα τοῦ χρόνου προκόπτοντος ἐσοφίζετο λοιπὸν ὥσπερ νήπιον αὐξανόμενον ἡ ἡμετέρα τοῦ κόσμου φύσις, καθάπερ ἀπὸ ψυχῆς τινος διδασκομένη ὑπὸ τοῦ θεοῦ καὶ πατρὸς ἐπιγινώσκειν ἀμυδρῶς πως, ὥσπερ διά τινων ἀσαφῶν ψελλισμάτων τῶν προφητικῶν διδαγμάτων, τὴν πεῖραν καὶ προφορὰν καὶ ἐπιφάνειαν τοῦ ἐνουσίου καὶ ἀποκρύφου πατρὸς λόγου. Μεθ’ ἃ ψελλίσματα, λέγω δὴ Μωσαϊκὰ καὶ προφητικὰ τοῦ λόγου αἰνίγματα, προελθόντος δὲ τρανῶς τε καὶ ἐνάρθρως, ὥσπερ ἔκ τινων χειλέων τῆς παρθενικῆς νηδύος, τοῦ τελείου θεοῦ λόγου, γνωρίζει λοιπὸν μετὰ τοῦτον καὶ διὰ τούτου τὸ ἐντελὲς πλήρωμα αὐτῆς τὸ τριαδικὸν ἡ ἀνθρωπίνη τοῦ κόσμου φύσις, ὥσπερ νοῦν τινα δεξαμένη τὸ πνεῦμα τὸ ἅγιον, οὐκ ἐκ τῶν ἐκτὸς μεταβατικῶς ἐν αὐτῇ ἐνδημῆσαν, ἀλλ’ ἐκ τῶν ἐντὸς ἑαυτῆς, τουτέστι τῆς ψυχῆς καὶ τοῦ λόγου, ἤγουν τοῦ πατρὸς καὶ τοῦ υἱοῦ, αὐτῇ φανερωθέν, οὐ κτιστῶς, οὐδ’ ἐπεισάκτως, οὐδ’ ἀλλογενῶς, ἀλλ’ οὐσιωδῶς ἐκ τῆς ἐμφύτου αὐτῆς καὶ συμφυοῦς ὑποστατικῆς ὑπάρξεως ἡ ψυχὴ τὸν ἐνούσιον αὐτῆς λόγον ἀποτίκτουσα καὶ τὸ ὁμοφυὲς αὐτῆς τοῦ νοῦ πνεῦμα προβάλλουσα, οὐ προΰπαρκτος τούτων ἐν τῷ σώματι ἐνδημοῦσα, ἀλλὰ συνύπαρκτος αὐτῶν καὶ συνούσιος ὑπάρχουσα καὶ ὥσπέρ τι σῶμα ἡ ἀσώματος τὰ συνασώματα ταὐτὰ αὐτῆς μέλη συμφυῆ ἔχουσα, δι’ ὧν ὥσπέρ τινων χαρακτήρων ἡ ἀχαρακτήριστος χαρακτηρίζεται καὶ μορφοῦται καὶ συνίσταται ἡ ὑπὲρ μορφὴν καὶ σχῆμα ὑπάρχουσα, ὥσπερ πνοήν τινα συστατικὴν τὸ πνεῦμα τοῦ νοῦ ἔχουσα καὶ ὡς ζωὴν τὸν σύζῳον αὐτῆς λόγον φέρουσα· ὧν κατὰ στέρησιν οὔτε εἶναι οὔτε γνωρίζεσθαι ἡ κατ’ εἰκόνα καὶ ὁμοίωσιν θεοῦ ψυχὴ λογικὴ καὶ νοερὰ δύναται, ὅπως διὰ τούτων τῶν ἐν αὐτῇ μάθωμεν καὶ παιδευθῶμεν, ὡς οὔτε πατὴρ ἦν ποτὲ πρὸ τοῦ υἱοῦ ὥσπερ οὐδὲ ψυχὴ λογικὴ ἐκτὸς τοῦ συμφυοῦς αὐτῆς λόγου, οὔτε υἱὸς καὶ πατὴρ προϋπῆρχον τοῦ παναγίου πνεύματος, ἀλλ’ ὥσπερ ἐπὶ τῆς ψυχῆς ἅμα ψυχὴ λογική, ἅμα σὺν αὐτῇ ὁ λόγος ὁ ἐν αὐτῇ, καὶ ἅμα καὶ συνάμα ἐν αὐτοῖς τὸ πνεῦμα τὸ ζωτικὸν καὶ συστατικὸν καὶ συμπληρωτικόν, οὕτως ἅμα πατήρ, ἅμα θεὸς λόγος σὺν πατρί, ἅμα υἱὸς σὺν πατρί, συνάμα τὸ πνεῦμα σὺν υἱῷ καὶ πατρί.