Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Ἀναστάσιος Σιναΐτης – Λόγος Γ΄ περὶ τῆς κατασκευῆς τοῦ ἀνθρώπου κατ’ εἰκόνα Θεοῦ (κατὰ Μονοθελητῶν)

Ἀναστάσιος Σιναΐτης

Ο άνθρωπος ως τυπολογική εικόνα των θελημάτων και ενεργειών του Χριστού

Η προτύπωση των δύο θελημάτων και της θεανδρικής ενέργειας του Χριστού μέσω της λειτουργίας της ανθρώπινης φύσης και της διπλής, ψυχοσωματικής και αμιγώς ψυχικής, ενέργειας της ψυχής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Ἀναστάσιος Σιναΐτης

—

Κεφάλαιο 3 από 7

Διὰ γὰρ τοῦτο καὶ μόνον ἡμῖν πεπόνηνται οἱ προκείμενοι εἰς τὸ κατ’ εἰκόνα λόγοι, εἰς τὸ δεῖξαι ὡς ἐν τύπῳ τινὶ καὶ εἰκόνι τῷ ἀνθρώπῳ οὐ μόνον τῶν δύο τοῦ Χριστοῦ οὐσιῶν τὴν προδιατύπωσιν, ἀλλὰ καὶ δύο ἐνεργειῶν καὶ θελημάτων ἀδιαβλήτων ὡς ἐν τύπῳ τινὶ ἀμυδρῷ προδιάγραψιν.

Καὶ γὰρ τὸ τιμᾶν πατέρα καὶ μητέρα καὶ ἀδελφοὺς ἀγαπᾶν καὶ συγγενεῖς, φύσεως ἀνθρωπίνης φυσικόν ἐστιν οὐσιῶδες θέλημα ψυχῆς ἀδιάβλητον, τὸ δὲ καταλεῖψαι καὶ ἀρνήσασθαι διὰ τὸν θεὸν πατέρα καὶ μητέρα καὶ ἀδελφοὺς ὄντως θεῖον καὶ ὑπὲρ φύσιν θέλημα ἀξιέπαινον. Ἰδοὺ δύο θελήματα ἀδιάβλητα, τὸ μὲν φύσει ἀνθρώπινον, τὸ δὲ ὑπὲρ φύσιν καὶ θεῖον.

Λοιπὸν ὅτε ἴδῃς Ἰησοῦν ὑποτασσόμενον καὶ δουλεύοντα, ὥς φησιν ὁ Λουκᾶς, τῷ Ἰωσὴφ καὶ τῇ μητρὶ αὐτοῦ, καὶ προστρέχοντα καὶ περιπλεκόμενον ὡς παιδίον ταῖς ἀγκάλαις καὶ τοῖς ἁγίοις κόλποις αὐτῆς, μὴ διστάσῃς εἰπεῖν θελήματι καὶ στοργῇ τῆς καθ’ ἡμᾶς φύσεως ποιοῦντα καὶ δεικνύντα αὐτὸν ταῦτα, καὶ τέλειον καὶ ὁμοούσιον ἡμῖν κατὰ τὴν ἀνθρωπότητα ἑαυτὸν ἐμφανίζοντα κατὰ πάντα τρόπον, ὥς φησιν ὁ Παῦλος, δίχα μόνης ἁμαρτίας. Ὅταν δὲ πάλιν πρὸς τὴν μητέρα λέγῃ Τί ἐμοὶ καὶ σοί, γύναι; καὶ Τίς ἐστί μου πατὴρ ἢ μήτηρ εἰ μὴ ὁ ποιῶν τὸ θέλημα τοῦ πέμψαντός με; ἐνταῦθα παιδεύει ἡμᾶς τὸ θεῖον καὶ ὑπὲρ φύσιν θέλημα. Δι’ ἡμᾶς γὰρ πάντα ἐποίει καὶ ἔπραττεν, ἐν πᾶσιν αὐτὸς τέλειος καὶ προτέλειος καὶ ἀειπληρὴς ὑπάρχων.

Νομίζω δὲ μᾶλλον ἀκριβεστέραν ὑπάρχειν τὴν ἑτέραν ἐκδοχὴν τὴν φάσκουσαν ὅτι διὰ τῆς θελήσεως τῆς λογιστικῆς καὶ βουλευτικῆς καὶ διανοητικῆς τῆς νοερᾶς ψυχῆς τῆς τοῦ δούλου μορφῆς ἐπλήρου ὁ Χριστὸς τὴν ὑπακοὴν καὶ τὸ θέλημα τοῦ πατρὸς καὶ τὴν ἐντολὴν καὶ τὸ πρόσταγμα καὶ τὸν νόμον, διὰ δὲ πάλιν τῆς ζωτικῆς καὶ ζωοποιοῦ θεοσδότου αὐτῆς, λέγω δὴ τῆς ψυχῆς τῆς νοερᾶς, ἐνεργείας συνεκράτει καὶ ἐζωοποίει καὶ ηὔξει τὸ οἰκεῖον σῶμα ὁ θεὸς λόγος κατὰ τὸν ὅρον καὶ λόγον ὃν δέδωκε τῇ λογικῇ ψυχῇ ζωοποιεῖν καὶ συγκρατεῖν καὶ αὔξειν καὶ κινεῖν τὴν τῶν σωμάτων φύσιν. Ὅθεν καὶ ψυχὴ δι’ οὐδὲν ἕτερον εἴρηται εἰ μὴ ἐκ τοῦ ψύχειν ἤγουν ζωοποιεῖν τὸ σῶμα· ἐκ τούτου καὶ ἀποψύχειν τὸ ἀποθνῄσκειν εἴρηται, ὥσπερ πάλιν τὸ ἀναψύχειν τὸ ζῆν.

Ὥσπερ δὲ διττῆς φύσεως Χριστοῦ, ὡσαύτως καὶ θελήσεως εἰκόνας ἐδείξαμεν εἰς τὸν κατ’ εἰκόνα καὶ ὁμοίωσιν αὐτοῦ ὑπ’ αὐτοῦ γενόμενον σύνθετον ἄνθρωπον.

Οὕτω πάλιν ὡς ἐν εἰκόνι τινὶ καὶ τύπῳ λέγω ὁρᾶται ἐν τῷ ἀνθρώπῳ καὶ διττή τις ἐνεργείας ἔμφασις εἰς εἰκόνα καὶ τύπον Χριστοῦ. Καθάπερ γὰρ ἡ αὐτοῦ θεότης ἐνήργει καὶ θεανδρικῶς, ἐνήργει δὲ καὶ θεϊκῶς ἐν οὐρανῷ πρὸ τῆς τοῦ σώματος ἀναλήψεως ὡς ἀπερίγραπτος καὶ μὴ περιγραφεῖσα ἐν τῷ σώματι, οὕτω καὶ ἡ ψυχὴ ἡ κατ’ εἰκόνα καὶ ὁμοίωσιν τοῦ ἀοράτου θεοῦ λόγου ὑπάρχουσα ἐνεργεῖ μὲν καὶ ψυχανδρικῶς, τουτέστι σωματοψύχως, εἰς τύπον τοῦ θεανδρικῶς Χριστοῦ, ἐνεργεῖ δὲ καὶ ψυχικῶς μόνον πλεῖστά τινα, μὴ συνεργοῦντος αὐτῇ τοῦ οἰκείου σώματος, εἰς τύπον τοῦ ἀοράτου θεοῦ λόγου τοῦ πολλὰ ἀοράτως ἐνεργήσαντος καὶ ἐνεργοῦντος ἐν οὐρανῷ καὶ ἐπὶ γῆς διὰ τῆς ἀπεριγράπτου αὐτοῦ καὶ παγκοσμίου καὶ ὑπερκοσμίου θεϊκῆς ἐνεργείας.

Ἡ οὖν ἀγάπη ἡ πρὸς θεὸν κατὰ ψυχικὴν καὶ μόνην ἐπιτελεῖται ἐνέργειαν, οὐ χρῄζουσα ἐν τούτῳ τῆς συνεργείας τοῦ σώματος. Ὁμοίως καὶ ἡ πίστις ψυχικῆς καὶ μόνης ἐνεργείας ἐστὶν ἔνδειξις. Ὡσαύτως καὶ ἡ ἐλπὶς κατὰ ψυχικὴν καὶ μόνην ἐπιτελεῖται ἐνέργειαν, ὥσπερ καὶ ἡ ταπεινοφροσύνη δι’ ἐνεργείας ψυχῆς ἐνεργεῖται καὶ ὑφίσταται. Καὶ περιληπτικῶς εἰπεῖν, πᾶσαι αἱ ἀναγκαῖαι καὶ πνευματικαὶ ἀρεταί, ὧν ῥίζα καὶ μήτηρ καὶ θεμέλιός ἐστιν ἡ καθαρότης τῆς καρδίας, κατὰ τὴν νοερὰν καὶ μόνην τῆς λογικῆς ἡμῶν ψυχῆς ἐνέργειαν ἐπιτελοῦνται, οὐ χρῄζουσαι τοῦ σώματος εἰς τὴν ἑαυτῶν ἐκπλήρωσιν. Ὅθεν καὶ οἱ πηροὶ καὶ ἀσθενεῖς καὶ ἀκίνητοι ὄντες τῇ σαρκί, δύνανται διὰ τῶν τοιούτων ἀρετῶν τῇ κατὰ ψυχὴν ἐνεργείᾳ εὐαρεστῆσαι τῷ θεῷ.

Καὶ ἐν τῷ ὕπνῳ δὲ μάλιστα τὸ καθ’ ἡμᾶς δείκνυται τὸ διττὸν τῆς καθ’ ἡμᾶς ἐνεργείας. Τοῦ γὰρ σώματος ὥσπερ νενεκρωμένας καὶ σχεδὸν ἀνενεργήτους τὰς αἰσθήσεις ἔχοντος, ἡ νοερὰ καὶ λογιστικὴ τῆς ψυχῆς ἐνέργεια ἀκοίμητος καὶ ἀσίγητος τὰ πάντα περιπολεῖ.