Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Αἰτήσεις Ἀρειανῶν

Μέγας Αθανάσιος

Τρίτη έντευξη και διάλογος για την ορθοδοξία του Αθανασίου

Ο διάλογος μεταξύ του αυτοκράτορα και των Αρειανών σχετικά με το ορθόδοξο φρόνημα του Αθανασίου και τη διαχείριση των εκκλησιών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 2 από 4

Τρίτη ἐντυχία τῶν Ἀρειανῶν. Καὶ νῦν πάλιν κατηγορίας ἔχομεν ἄλλας τινὰς κατὰ Ἀθανασίου. Ὁ βασιλεὺς εἶπεν· Οὐκ ἐκ τῆς πολυοχλίας καὶ ἐκ τῶν πολυφωνημάτων τὰ δίκαια φανήσεται· ἀλλ᾽ ἢ ἐκλέξασθε δύο ἐξ ἑαυτῶν, καὶ ἐκ τῶν τοῦ, πλήθους ἑτέρους δύο. Οὐ γὰρ δύναμαι πρὸς ἕνα ἕκαστον ὑμῶν ἀποφαίνεσθαι. Οἱ ἐκ τοῦ πλήθους εἶπαν· Οὗτοί εἰσι τὰ λείψανα ἀπὸ τοῦ ἀνοσίου Γεωργίου τοῦ ἐρημώσαντος τὴν ἐπαρχίαν ἡμῶν, καὶ ἐν ταῖς πόλεσι βουλευτὴν μὴ ἐάσαντες οἰκῆσαι.

Οἱ Ἀρειανοὶ εἶπαν· Δεόμεθά σου, εἴ τινα ἂν θέλῃς χωρὶς Ἀθανασίου. Ὁ βασιλεὺς εἶπεν· Εἶπον ὑμῖν, ὅτι τὰ περὶ Ἀθανασίου ἤδη διοίκησιν ἔσχε· καὶ ὀργισθεὶς εἶπε· Φέρι φέρι. Οἱ Ἀρειανοὶ εἶπαν· Δεόμεθά σου, ἐὰν πέμψῃς Ἀθανάσιον, λυμαίνεται ἡ πόλις ἡμῶν, καὶ οὐδεὶς αὐτῷ συνέρχεται. Ὁ βασιλεὺς εἶπε· Καίτοι περιεργασάμενος ἔγνων, ὅτι καλῶς φρονεῖ, καὶ ὀρθόδοξός ἐστι, καὶ καλῶς διδάσκει.

Οἱ Ἀρειανοὶ εἶπον· Τῷ μὲν στόματι καλῶς φθέγγεται, τῇ δὲ ψυχῇ δολίως φρονεῖ. Ὁ βασιλεὺς εἶπε· Τοῦτο ἀρκετόν ἐστιν, ὅτι ὑμεῖς ἐμαρτυρήσατε περὶ αὐτοῦ, ὅτι καλῶς φθέγγεται καὶ καλῶς διδάσκει. Εἰ δὲ τῇ γλώσσῃ καλῶς διδάσκει καὶ λέγει, τῇ δὲ ψυχῇ κακῶς φρονεῖ, πρὸς τὸν Θεὸν ἔχει. Ἄνθρωποι γὰρ ὄντες τὸν λόγον ἀκούομεν· τὰ δὲ ἐγκάρδια ὁ Θεὸς οἶδεν. Οἱ Ἀρειανοὶ εἶπον· Κέλευσον ἡμᾶς συνάγεσθαι.

Ὁ βασιλεὺς εἶπε· Τίς γὰρ κωλύει ὑμᾶς; Οἱ Ἀρειανοὶ εἶπον· Δεόμεθά σου, αἱρεσιώτας καὶ δογματιστὰς ἡμᾶς ἀπαγγέλλει. Ὁ βασιλεὺς εἶπεν· Ἔργον αὐτοῦ ἐστι, καὶ τῶν καλῶς διδασκόντων. Οἱ Ἀρειανοὶ εἶπον· Δεόμεθά σου τοῦ κράτους· τοῦτον βαστάσαι οὐ δυνάμεθα, καὶ τὰ τεμένη τῶν ἐκκλησιῶν περιῆρεν. Ὁ βασιλεὺς εἶπεν· Οὐκοῦν ἕνεκεν χρημάτων ἤλθετε ὧδε, καὶ οὐχ ἕνεκεν πίστεως;

Καὶ πάλιν εἶπεν· Ἀπέλθετε, καὶ εἰρηνεύετε. Ἔτι προσθεὶς εἶπε πρὸς τοὺς Ἀρειανούς· Ἀπέλθετε εἰς τὴν ἐκκλησίαν, αὔριον σύναξις ὑμῖν ἐστι. Καὶ μετὰ τὴν ἀπόλυσιν, εἰσὶν ὧδε ἐπίσκοποι, καὶ Νεμεσῖνος ὧδέ ἐστιν· ἕκαστος ὑμῶν, καθὼς πιστεύει, ὑπογράψει.