Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Αἰτήσεις Ἀρειανῶν

Μέγας Αθανάσιος

Παρεμβάσεις υπέρ του Λουκίου και απόρριψη αυτού από τον αυτοκράτορα

Η απόπειρα εθνικών νομικών να κατηγορήσουν τον Αθανάσιο, η αποδοκιμασία του Λουκίου από το πλήθος της Αντιόχειας και η έντονη επίπληξή του από τον Ιοβιανό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 3 από 4

Καὶ Ἀθανάσιος ὧδέ ἐστιν· ὁ μὴ εἰδὼς τὸν τῆς πίστεως λόγον, μάθῃ παρὰ Ἀθανασίου. Ἔχετε τὴν αὔριον καὶ τὴν ἐπαύριον. Ἐκβαίνω γὰρ ἐγὼ εἰς κάμπον. Καί τις σχολαστικὸς τῶν κυνικῶν ἐνέτυχε τῷ βασιλεῖ. Δέομαι τοῦ βασιλείου σου, προφάσει Ἀθανασίου ἐπισκόπου ὁ καθολικὸς τὰς οἰκίας μου ἦρεν. Ὁ βασιλεὺς εἶπεν· Εἰ ὁ καθολικὸς τὰς οἰκίας σου ἦρε, τί κοινὸν Ἀθανασίῳ;

Ἕτερός τις σχολαστικὸς Παταλᾶς εἶπε· Κατηγορίαν ἔχω κατὰ Ἀθανασίου. Ὁ βασιλεὺς εἶπε· Καὶ σὺ τί κοινὸν ἔχεις πρὸς Χριστιανοὺς, Ἕλλην ὤν; Τινὲς δὲ τοῦ πλήθους τῶν Ἀντιοχέων κατέσχον Λούκιον, καὶ προσήνεγκαν τῷ βασιλεῖ λέγοντες· Δεόμεθα τοῦ κράτους σου καὶ τοῦ βασιλείου σου, ἴδε τίνα ἠθέλησαν ποιῆσαι ἐπίσκοπον.

Ἑτέρα ἐντυχία πρὸς τῷ πυλῶνι τοῦ παλατίου γενομένη παρὰ Λουκίου. Δέομαί σου τοῦ κράτους, ἄκουσόν μου. Ὁ βασιλεὺς ἐστάθη καὶ εἶπε· Σοὶ αὐτῷ Λουκίῳ λέγω, πῶς ἦλθες ὧδε, πλοῒ ἢ πεζής; Λούκιος εἶπε· Δέομαί σου, πλοΐ. Ὁ βασιλεὺς εἶπε· Πρὸς σὲ λέγω, Λούκιε, ὁ Θεὸς τοῦ κόσμου, καὶ κομήτης ἥλιος καὶ σελήνη, ὀργισθείη αὐτοῖς ἐκείνοις τοῖς ἐμπλέουσιν ἅμα σοι, ὅτι οὐκ ἔῤῥιψάν σε εἰς τὴν θάλασσαν· καὶ ἡ ναῦς δὲ ἐκείνη μὴ ἴσχῃ εἰς τὸν ἅπαντα χρόνον εὐδρόμους πνοὰς, μήτε χειμαζομένη μετὰ τῶν ἐμπλεόντων λιμένος τύχοι.