Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ἀπολογία κατὰ Ἀρειανῶν

Μέγας Αθανάσιος

Επιστολές του Κωνσταντίου, η Σύνοδος των Ιεροσολύμων και η Επιστροφή του Αθανασίου

Οι διαδοχικές προσκλήσεις του αυτοκράτορα Κωνσταντίου για την επιστροφή του Αθανασίου στην Αλεξάνδρεια, η υποδοχή του από τη σύνοδο των Ιεροσολύμων και οι συγχαρητήριες επιστολές προς το ποίμνιό του.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 5 από 10

Ταῦτα μαθὼν ὁ θεοφιλέστατος βασιλεὺς Κωνστάντιος μετεπέμψατο ἡμᾶς γράψας ἰδίᾳ πρὸς τὸν ἀδελφὸν ἑαυτοῦ τὸν μακαρίτην Κώνσταντα, πρὸς δὲ ἡμᾶς καὶ ἅπαξ καὶ δεύτερον καὶ τρίτον ταῦτα· Κωνστάντιος Νικητὴς Αὔγουστος Ἀθανασίῳ.

Ἐπὶ πολύ σε κλυδωνίζεσθαι καὶ χειμάζεσθαι τοῖς τῆς θαλάττης ἀγρίοις κύμασιν οὐκ ἀφῆκεν ἡ τῆς ἡμετέρας ἡμερότητος φιλανθρωπία. γυμνωθέντα σε τῆς πατρῴας ἑστίας καὶ στερηθέντα τῶν ἰδίων καὶ πλανώμενον ἐν θηριώδεσιν ἀνοδίαις οὐ παρῆκεν ἡ ἀκάματος ἡμῶν εὐσέβεια. καὶ εἰ καὶ τὰ μάλιστα ἐπιπολὺ ὑπερεθέμην γράψαι τὴν πρόθεσιν τῆς ἐμῆς διανοίας προσδοκῶν αὐθαίρετόν σε παραγενέσθαι πρὸς ἡμᾶς καὶ τῶν καμάτων αἰτεῖν θεραπείαν, ὅμως, ἐπειδὴ ἴσως ὁ φόβος τὴν προαίρεσιν τῆς προθέσεως ἐνεπόδισε, διὰ τοῦτο δωρεᾶς πληρέστατα γράμματα πρὸς τὴν σὴν στερρότητα διεπεμψάμεθα, ἵνα ἀφόβως ταῖς ἡμετέραις προσόψεσι ταχεῖαν τὴν σαυτοῦ παρουσίαν παρασχεῖν σπουδάσῃς, ὑπὲρ τοῦ τῆς σαυτοῦ ἐπιθυμίας ἀπολαύσας καὶ πειραθεὶς ἡμῶν τῆς φιλανθρωπίας τοῖς ἰδίοις ἀποκατασταθῇς. τούτου γὰρ ἕνεκα καὶ τὸν δεσπότην μου καὶ ἀδελφόν μου Κώνσταντα τὸν Νικητὴν Αὔγουστον ὑπὲρ σοῦ παρεκάλεσα, ἵνα τοῦ ἐλθεῖν ἐξουσίαν σοι δῷ, ἐπὶ τῷ ἀμφοτέρων ἡμῶν ἐπινευόντων τῇ πατρίδι ἀποκατασταθῇς ἔχων τοῦτο τῆς ἡμῶν χάριτος ἐνέχυρον.

Ἐπιστολὴ δευτέρα Εἰ καὶ τὰ μάλιστα διὰ προτέρων γραμμάτων ἐδηλώσαμεν, ὅπως ἀμερίμνως εἰς τὸ ἡμέτερον κομιτάτον παραγένῃ διὰ τὸ μάλιστα βούλεσθαι ἡμᾶς ἀποστεῖλαί σε εἰς τὰ ἴδια, ὅμως καὶ νῦν καὶ ταῦτα τὰ γράμματα πρὸς τὴν σὴν στερρότητα δεδώκαμεν, δι᾽ ὧν προτρεπόμεθα, χωρίς τινος ἀπιστίας καὶ φόβου ἐπιβῆναί σε δημοσίοις ὀχήμασι καὶ σπουδάσαι πρὸς ἡμᾶς, ἵνα ὧν ἐπιθυμῇς ἀπολαῦσαι δυνηθῇς.

Ἐπιστολὴ τρίτη Ἡνίκα ἐν τῇ Ἐδέσσῃ διετρίβομεν, παρόντων τῶν σῶν πρεσβυτέρων ἤρεσεν, ὅπως ἀποσταλέντος πρεσβυτέρου πρὸς σὲ ἐλθεῖν εἰς τὸ ἡμέτερον κομιτάτον σπουδάσῃς ἐπὶ τῷ ἰδόντα σε τὴν ἡμετέραν πρόσοψιν εὐθέως εἰς τὴν Ἀλεξάνδρειαν ὁδεύσῃς. ἀλλ᾽ ἐπειδὴ πλεῖστος χρόνος παρῆλθεν, ἀφ᾽ οὗ γράμματα δεξάμενος παρ᾽ ἡμῶν οὐκ ἀπήντησας, διὰ τοῦτο καὶ νῦν ὑπομνῆσαί σε ἐσπουδάσαμεν, ἵνα καὶ νῦν τὴν σὴν παρουσίαν ταχεῖαν ποιῆσαι πρὸς ἡμᾶς σπουδάσῃς καὶ οὕτω δυνηθῇς τῇ τε πατρίδι σου ἀποκατασταθῆναι καὶ τῆς εὐχῆς σου ἐπιτυχεῖν. πρὸς δὲ πληρεστέραν διήγησιν Ἀχιτᾶν τὸν διάκονον ἀπεστείλαμεν, παρ᾽ οὗ δυνήσῃ μαθεῖν τῆς τε ἡμετέρας ψυχῆς τὴν προαίρεσιν καὶ ὅτι τούτων ὧν εὔχῃ τυχεῖν δυνήσῃ.

Ὁ μὲν οὖν βασιλεὺς τοιαῦτα γράφει, ἐγὼ δὲ δεξάμενος ἀνῆλθον εἰς τὴν Ῥώμην συντάξασθαι τῇ ἐκκλησίᾳ καὶ τῷ ἐπισκόπῳ· ἐν τῇ Ἀκυλίᾳ γὰρ ἤμην, ὅτε ταῦτα ἐγράφη. καὶ ἡ μὲν ἐκκλησία πάσης χαρᾶς πεπλήρωτο, ὁ δὲ ἐπίσκοπος Ἰούλιος συγχαίρων τῇ ἐπανόδῳ γράφει πρὸς τὴν ἐκκλησίαν. καὶ διερχομένους ἡμᾶς οἱ ἐπίσκοποι καθεξῆς μετ᾽ εἰρήνης προέπεμψαν. καὶ ἔστι τὰ γραφέντα ταῦτα· Ἰούλιος πρεσβυτέροις καὶ διακόνοις καὶ λαῷ παροικοῦντι Ἀλεξάνδρειαν.

Συγχαίρω κἀγὼ ὑμῖν, ἀγαπητοὶ ἀδελφοί, ὅτι τὸν καρπὸν τῆς ἑαυτῶν πίστεως ἐπ᾽ ὀφθαλμῶν λοιπὸν ὁρᾶτε. τοῦτο γὰρ καὶ ἀληθῶς ἄν τις ἴδοι γενόμενον ἐπὶ τοῦ ἀδελφοῦ καὶ συνεπισκόπου μου Ἀθανασίου, ὃν διὰ τὴν καθαρότητα τοῦ βίου καὶ διὰ τὰς ὑμετέρας εὐχὰς θεὸς ὑμῖν ἀποδίδωσιν. ἐκ δὴ τούτου συνορᾶν ἔστι καθαρὰς ὑμᾶς καὶ μεστὰς ἀγάπης ἀεὶ τὰς εὐχὰς ἀνενηνοχέναι πρὸς τὸν θεόν. μνήμονες γὰρ ὄντες τῶν οὐρανίων ἐπαγγελιῶν καὶ τῆς πρὸς αὐτὰς ἀγωγῆς, ἣν ἐκ τῆς διδασκαλίας τοῦ προειρημένου ἀδελφοῦ μου ἐπαιδεύθητε, ἔγνωτε ἀληθῶς καὶ κατὰ τὴν προσοῦσαν ὑμῖν ὀρθὴν πίστιν κατειλήφατε, ὡς οὐκ ἂν εἰς τέλος ἀφ᾽ ὑμῶν ἀποσχοινισθήσεται οὗτος, ὃν 〈ἐν〉 ταῖς θεοσεβεστάταις ὑμῶν ψυχαῖς ἀεὶ ὡς παρόντα ἐσχήκατε. οὐκοῦν οὐ πολλῶν μοι χρεία λόγων πρὸς ὑμᾶς ἐπιστέλλοντι. ὅσα γὰρ ὑμῖν ἂν λεχθῇ παρ᾽ ἐμοῦ, ταῦθ᾽ ἡ ὑμετέρα πίστις προὔλαβε καὶ πεπλήρωκε κατὰ θεοῦ χάριν τὰ τῆς κοινῆς πάντων ἡμῶν εὐχῆς. συγχαίρω τοίνυν ὑμῖν, πάλιν γὰρ ἐρῶ, ὅτι τὰς ψυχὰς ἀκαταμαχήτους ἐν τῇ πίστει τετηρήκατε, καὶ αὐτῷ δὲ τῷ ἀδελφῷ μου Ἀθανασίῳ οὐκ ἔλαττον συγχαίρω, ὅτι καίπερ πολλὰ πάσχων λυπηρὰ οὐδεμίαν ὥραν ἐπιλήσμων γέγονε τῆς ὑμετέρας ἀγάπης καὶ τοῦ ὑμετέρου πόθου. εἰ γὰρ καὶ τῷ σώματι πρὸς καιρὸν ἔδοξεν ἀφ᾽ ὑμῶν ἀφελκυσθῆναι, ἀλλὰ τῷ πνεύματι διαπαντὸς ὡς συνὼν ὑμῖν διῆγεν.

Ἐπανέρχεται τοίνυν πρὸς ὑμᾶς λαμπρότερος νῦν, ἢ ὅτε παρ᾽ ὑμῶν ἀπεδήμησεν. εἰ γὰρ καὶ τὰς τιμίας ὕλας, χρυσὸν δὴ καὶ ἄργυρον, εἰς καθαρότητα τὸ πῦρ δοκιμάζει, τί ἄν τις εἴποι κατ᾽ ἀξίαν τοῦ τοσούτου ἀνδρὸς, ὃς κινδύνους τοσούτων θλίψεων νικήσας ἀποδίδοται ὑμῖν ἀθῶος οὐ παρ᾽ ἡμῶν μόνον, ἀλλὰ καὶ παρὰ πάσης τῆς συνόδου ἀποδειχθείς; ὑποδέξασθε τοίνυν, ἀγαπητοὶ ἀδελφοί, μετὰ πάσης τῆς κατὰ θεὸν δόξης καὶ χαρᾶς τὸν ἐπίσκοπον ὑμῶν Ἀθανάσιον μετὰ τούτων, οἵτινες αὐτῷ καὶ τῶν τοσούτων καμάτων κοινωνοὶ γεγόνασι καὶ χαίρετε τῶν εὐχῶν ἑαυτῶν ἀπολαύοντες, οἳ τὸν ποιμένα τὸν ὑμέτερον, ἵν᾽ οὕτως εἴπω, ποθοῦντα καὶ διψῶντα τὴν ὑμετέραν θεοσέβειαν, σωτηρίοις γραφαῖς ἐθρέψατε καὶ ἐποτίσατε. καὶ γὰρ τῆς ἐπὶ ξένης αὐτοῦ διατριβῆς ὑμεῖς παραμυθία γεγόνατε καὶ διωκόμενον ἐθάλψατε ταῖς πιστοτάταις ἑαυτῶν ψυχαῖς καὶ διανοίαις. ἐμὲ δὲ ἤδη εὐφραίνει ἐννοούμενον καὶ προορῶντα τῷ λογισμῷ τὴν ἐπὶ τῇ ἐπανόδῳ ἑκάστου ὑμῶν χαρὰν καὶ τοῦ πλήθους τὰς θεοσεβεστάτας ἀπαντήσεις καὶ τὸ ἔνδοξον τῆς τῶν συντρεχόντων ἑορτῆς. καὶ τίς ἐκείνη ἡ ἡμέρα ὑμῖν καὶ ποία ἔσται, ἐπανερχομένου μὲν τοῦ ἀδελφοῦ μου, παυομένων δὲ τῶν προγενομένων καὶ τῆς πολυτιμήτου καὶ κατ᾽ εὐχὴν ἐπανόδου εἰς εὐφροσύνην τινὰ πληρεστάτης χαρᾶς συναπτούσης τοὺς πάντας;

ἡ τοιαύτη δὲ χαρὰ κατὰ τὸ μέγιστον μέχρις ἡμῶν φθάνει, εἰ θεόθεν καὶ τοῦτο συγχωρεῖσθαι συνέστηκεν, ὅπως εἰς γνῶσιν τοῦ τηλικούτου ἀνδρὸς ἐλθεῖν δυνηθῶμεν. εἰς εὐχὴν δὴ οὖν τὴν ἐπιστολὴν τελειῶσαι καλόν. ὁ θεὸς ὁ παντοκράτωρ καὶ ὁ τούτου υἱὸς ὁ κύριος καὶ σωτὴρ ἡμῶν Ἰησοῦς Χριστὸς διηνεκῆ τὴν χάριν ὑμῖν παράσχοι διδοὺς ἔπαθλον τῇ θαυμαστῇ ὑμῶν πίστει, ἣν περὶ τὸν ἐπίσκοπον ὑμῶν ἐνδόξῳ μαρτυρίᾳ ἐνεδείξασθε, ἵνα ὑμῖν τε καὶ τοῖς μεθ᾽ ὑμᾶς ἐνταῦθα καὶ ἐν τῷ μέλλοντι τὰ βελτίονα νέμοι, ἃ «ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν» διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾽ οὗ τῷ παντοκράτορι θεῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. ἐρρῶσθαι ὑμᾶς ἐν κυρίῳ εὔχομαι, ἀγαπητοὶ ἀδελφοί.

Μετὰ τούτων ἐλθόντα με γνησίως ἑώρακεν ὁ βασιλεὺς καὶ ἀπέστειλε πρὸς τὴν πατρίδα καὶ τὴν ἐκκλησίαν γράψας τοῖς ἐπισκόποις καὶ πρεσβυτέροις καὶ λαοῖς ταῦτα· Νικητὴς Κωνστάντιος Μέγιστος Σεβαστὸς ἐπισκόποις καὶ πρεσβυτέροις τῆς καθολικῆς ἐκκλησίας.

Οὐκ ἀπελείφθη τῆς τοῦ θεοῦ χάριτος ὁ αἰδεσιμώτατος Ἀθανάσιος. ἀλλ᾽ εἰ καὶ ἐν βραχεῖ χρόνῳ τῇ κατὰ ἀνθρώπους δοκιμασίᾳ ὑπεβλήθη, ὅμως τὴν ὀφειλομένην παρὰ τῆς παντεφόρου προνοίας ἀπηνέγκατο ψῆφον ἀπολαβὼν βουλήσει τοῦ κρείττονος καὶ κρίσει ἡμετέρᾳ τὴν πατρίδα ὁμοῦ καὶ τὴν ἐκκλησίαν, ἧς θείῳ νεύματι προστάτης ἐτύγχανε. τούτῳ τὰ ἀκόλουθα ἔδει παρὰ τῆς ἡμετέρας ὑπάρξαι πραότητος, ὥστε πάντα τὰ πρὸ τούτου κατὰ τῶν αὐτῷ κεκοινωνηκότων ὡρισμένα νῦν ἀμνηστίᾳ παραδοθῆναι πᾶσάν τε ὑποψίαν τὴν κατ᾽ αὐτῶν σχολάσαι τοῦ λοιποῦ. τὴν ἀτέλειαν, ἧς ἔτυχον πάλαι οἱ ἅμα αὐτῷ κληρικοί, τούτοις βεβαιωθῆναι προσηκόντως—ἀλλὰ μὴν καὶ τοῦτο τῇ εἰς αὐτὸν χάριτι προστιθέναι ἐδικαιώσαμεν, ὥστε πάντας τοὺς τοῦ ἱεροῦ καταλόγου γινώσκειν ἐνδεδόσθαι τὸ ἄφοβον πᾶσι τοῖς αὐτῷ προστιθεμένοις εἴτε ἐπισκόποις εἴτε κληρικοῖς. ἱκανὸν δὲ γνώρισμα τῆς ἑκάστου ὀρθῆς προαιρέσεως ἔσται ἡ πρὸς τοῦτον ἕνωσις. ὅσοι γὰρ ἂν τῆς καλλίονος ὁμοῦ κρίσεώς τε καὶ μοίρας γενόμενοι τὴν τούτου ἕλωνται κοινωνίαν, τούτους πάντας ἐκελεύσαμεν καθ᾽ ὁμοιότητα τῆς φθανούσης προνοίας καὶ νῦν τῆς ὑφ᾽ ἡμῶν βουλήσει τοῦ κρείττονος παρασχεθείσης χάριτος ἀπολαύειν. ὁ θεὸς ὑμᾶς διαφυλάττοι.

Ἐπιστολὴ δευτέρα Νικητὴς Κωνστάντιος Μέγιστος Σεβαστὸς τῷ λαῷ τῆς κατὰ Ἀλεξάνδρειαν καθολικῆς ἐκκλησίας. Σκοπὸν ποιούμενοι τὴν ὑμετέραν ἐν ἅπασιν εὐνομίαν εἰδότες τε ὡς ἐπὶ πολὺ τῆς τοῦ ἐπισκοποῦντος προνοίας ἐστέρησθε, Ἀθανάσιον τὸν ἐπίσκοπον, ἄνδρα τοῖς πᾶσι διά τε τὴν προσοῦσαν ὀρθότητα καὶ διὰ τὴν τῶν οἰκείων ἠθῶν εὐτροπίαν γνώριμον, πάλιν πρὸς ὑμᾶς ἀποστεῖλαι ἐδικαιώσαμεν. τοῦτον συνήθως καὶ προσηκόντως ὑποδεξάμενοι καὶ ταῖς πρὸς θεὸν εὐχαῖς βοηθὸν προστησάμενοι τὴν ὑμῖν τε πρέπουσαν καὶ ἡμῖν ἀρίστην ὁμόνοιαν καὶ εἰρήνην κατὰ τὸν τῆς ἐκκλησίας θεσμὸν διαρκῆ φυλάττειν σπουδάσατε. οὐδὲ γὰρ εὔλογόν ἐστι διχόνοιάν τινα ἢ στάσιν ἐν ὑμῖν κινηθῆναι ὑπεναντίον τῆς τῶν ἡμετέρων καιρῶν εὐμοιρίας. καὶ τοῦτο μὲν ἀπεῖναι ἀφ᾽ ὑμῶν παντελῶς βουλόμεθα, τὸ δὲ ταῖς εὐχαῖς ὑμᾶς διαρκῶς αὐτῷ, ὡς προείρηται, προστάτῃ καὶ ἐπικούρῳ χρωμένους πρὸς τὸ θεῖον ἐμμένειν συνήθως παραινοῦμεν, ὡς ἂν τῆς τοιαύτης ὑμῶν προθέσεως εἰς τὰς ἁπάντων εὐχὰς διαβαινούσης καὶ οἱ ἐκ τῶν ἐθνῶν τῇ τῶν εἰδώλων πλάνῃ ἔτι καὶ νῦν προσανέχοντες ἐπὶ τὴν τῆς ἱερᾶς θρησκείας ἐπίγνωσιν προθυμότατα σπεύδοιεν, ἀγαπητοί. καὶ αὖθις οὖν παραινοῦμεν τοῖς προειρημένοις ἐμμένειν, τὸν δὲ ἐπίσκοπον ψήφῳ τοῦ κρείττονος καὶ ἡμετέρᾳ γνώμῃ ἀπεσταλμένον ἡδέως δέξασθε καὶ πάσῃ ψυχῇ καὶ γνώμῃ ἀσπαστὸν ἡγήσασθε.

τοῦτο γὰρ καὶ ὑμῖν πρέπει καὶ τῇ ἡμετέρᾳ πραότητι προσήκειν συνέστηκεν. ὑπὲρ γὰρ τοῦ πᾶσαν ἀνασόβης καὶ στάσεως πρόφασιν περιαιρεθῆναι τῶν ἐθελοκακίᾳ χρωμένων, τοῖς παρ᾽ ὑμῖν δικασταῖς διὰ γραμμάτων προσετάξαμεν ἅπαντας οὓς ἂν στασιώδεις καταμάθοιεν τῇ τῶν νόμων ὑποβάλλειν ἐκδικίᾳ. ἀμφότερα τοίνυν συνορῶντες καὶ τὴν ἡμετέραν μετὰ τοῦ κρείττονος γνώμην καὶ τὸν ὑπὲρ ὑμῶν καὶ τῆς ὁμονοίας λόγον καὶ τὴν κατὰ τῶν ἀτάκτων τιμωρίαν τὰ πρέποντα καὶ ἁρμόζοντα τῷ τῆς ἱερᾶς θρησκείας θεσμῷ διαφυλάττοντες τὸν προειρημένον διὰ πάσης αἰδοῦς καὶ τιμῆς ἄγοντες τὰς εὐχὰς ἅμα αὐτῷ ὑπέρ τε ἑαυτῶν καὶ τῆς τοῦ βίου παντὸς εὐνομίας τῷ τῶν ὅλων πατρὶ θεῷ ἀναπέμπειν σπουδάσατε.

Ταῦτα γράψας ἐκέλευσε καὶ τὰ πρότερον παρ᾽ αὐτοῦ γραφέντα κατ᾽ ἐμοῦ ἐκ διαβολῆς τῶν περὶ Εὐσέβιον ἀναιρεθῆναι καὶ ἀφανισθῆναι ἀπὸ τῶν τάξεων τοῦ τε δουκὸς καὶ τοῦ ἐπάρχου τῆς Αἰγύπτου καὶ ἀποσταλεὶς Εὐσέβιος ὁ δεκουρίων ἔλαβεν αὐτὰ ἀπὸ τῶν τάξεων. καὶ ἔστι τὰ γραφέντα ταῦτα· Νικητὴς Κωνστάντιος Αὔγουστος Νεστορίῳ. τῷ δὲ αὐτῷ τύπῳ καὶ τοῖς ἐν Αὐγουσταμνικῇ καὶ Θηβαίδι καὶ Λιβύαις ἡγεμόσιν.

Εἴ τί ποτε πρὸ τούτου ἐπὶ βλάβῃ καὶ ὕβρει τῶν κοινωνούντων Ἀθανασίῳ τῷ ἐπισκόπῳ προσταχθὲν εὑρίσκεται, ταῦτα νῦν ἀπαλειφθῆναι βουλόμεθα. καὶ γὰρ καὶ τὴν ἀλειτουργησίαν, ἣν εἶχον οἱ αὐτοῦ κληρικοί, τοὺς αὐτοὺς πάλιν τὴν αὐτὴν θέλομεν ἔχειν. ταύτην δὲ τὴν ἡμετέραν πρόσταξιν φυλαχθῆναι βουλόμεθα, ὥστε ἀποδοθέντος Ἀθανασίου τοῦ ἐπισκόπου τῇ ἐκκλησίᾳ τοὺς κοινωνοῦντας αὐτῷ ἔχειν τὴν ἀλειτουργησίαν, ἣν ἀεὶ εἶχον, ἣν καὶ οἱ λοιποὶ κληρικοὶ ἔχουσιν, ἵν᾽ οὕτως ἔχοντες καὶ αὐτοὶ χαίρωσι.

Προπεμφθεὶς οὕτως καὶ διερχόμενος τὴν Συρίαν συνέτυχον τοῖς κατὰ Παλαιστίνην ἐπισκόποις. καὶ σύνοδον ποιήσαντες ἐν Ἱερουσαλὴμ γνησίως ἡμᾶς ἀπεδέξαντο καὶ αὐτοὶ μετ᾽ εἰρήνης προέπεμψαν καὶ ἔγραψαν πρὸς τὴν ἐκκλησίαν καὶ τοὺς ἐπισκόπους ταῦτα· Ἡ ἁγία σύνοδος ἡ ἐν Ἱεροσολύμοις συναχθεῖσα τοῖς ἐν Αἰγύπτῳ καὶ Λιβύαις συλλειτουργοῖς καὶ τοῖς ἐν Ἀλεξανδρείᾳ πρεσβυτέροις καὶ διακόνοις καὶ λαῷ, ἀγαπητοῖς καὶ ποθεινοτάτοις ἀδελφοῖς, ἐν κυρίῳ χαίρειν.

Κατ᾽ ἀξίαν τῷ τῶν ὅλων θεῷ εὐχαριστεῖν οὐκ ἀρκοῦμεν, ἀγαπητοί, ἐφ᾽ οἷς θαυμασίοις ἐποίησε πάντοτε, ἐποίησε δὲ καὶ νῦν μετὰ τῆς ὑμετέρας ἐκκλησίας τὸν ποιμένα ὑμῶν καὶ κύριον καὶ συλλειτουργὸν ἡμῶν Ἀθανάσιον ἀποδοὺς ὑμῖν. τίς γὰρ ἤλπισέ ποτε ταῦτα ὀφθαλμοῖς ἰδεῖν, ἃ νῦν ὑμεῖς ἔργῳ ἀπολαμβάνετε; ἀληθῶς αἱ προσευχαὶ ὑμῶν εἰσηκούσθησαν παρὰ τῷ τῶν ὅλων θεῷ τῷ κηδομένῳ τῆς ἑαυτοῦ ἐκκλησίας καὶ ἐπιδόντι ὑμῶν τὰ δάκρυα καὶ τοὺς ὀδυρμοὺς καὶ διὰ τοῦτο τῶν δεήσεων ὑμῶν ἐπακούσαντι. ἦτε γὰρ «ὡς πρόβατα ἐρριμμένα καὶ ἐσκυλμένα μὴ ἔχοντα ποιμένα»· διὰ τοῦτο ἐπεσκέψατο ὑμᾶς ὁ ἀληθινὸς ποιμὴν οὐρανόθεν, ὁ τῶν ἰδίων προβάτων κηδόμενος, ἀποδοὺς ὑμῖν ὃν ἐπιθυμεῖτε. ἰδοὺ γὰρ καὶ ἡμεῖς πάντα ὑπὲρ τῆς ἐκκλησιαστικῆς εἰρήνης πράττοντες καὶ τῇ ὑμετέρᾳ συμπνέοντες ἀγάπῃ προλαβόντες αὐτὸν ἠσπασάμεθα, καὶ κοινωνήσαντες δι᾽ αὐτοῦ ὑμῖν ταύτας τὰς προσρήσεις διαπεμπόμεθα καὶ τὰς εὐχαριστηρίους ἡμῶν εὐχάς, ἵν᾽ εἰδῆτε τῷ συνδέσμῳ τῆς ἀγάπης τῆς πρὸς αὐτὸν καὶ ἡμᾶς ἡνῶσθαι. ὀφείλετε δὲ καὶ ὑπὲρ τῆς εὐσεβείας τῶν θεοφιλεστάτων βασιλέων εὔχεσθαι, οἵτινες καὶ αὐτοὶ γνόντες τὸν πόθον ὑμῶν τὸν περὶ αὐτὸν καὶ τὴν αὐτοῦ καθαρότητα ἀποκαταστῆσαι αὐτὸν ὑμῖν μετὰ πάσης τιμῆς κατηξίωσαν.

ὑπτίαις οὖν ὑποδεξάμενοι αὐτὸν χερσὶ καὶ τὰς ὀφειλομένας περὶ τούτου εὐχαριστηρίους εὐχὰς ἀναπέμψαι τῷ ταῦτα ὑμῖν χαρισαμένῳ θεῷ σπουδάσατε, ὑπὲρ τοῦ διαπαντὸς ὑμᾶς χαίρειν σὺν θεῷ καὶ δοξάζειν ἡμῶν τὸν κύριον ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν, δι᾽ οὗ τῷ πατρὶ ἡ δόξα εἰς τοὺς αἰῶνας. ἀμήν.

Τῶν δὲ ὑπογραψάντων τὰ ὀνόματα, εἰ καὶ φθάσας ἐδήλωσα, ἀλλὰ καὶ νῦν ἔγραψα· εἰσὶ γὰρ Μάξιμος, Ἀέτιος, Ἄρειος, Θεόδωρος, Γερμανός, Σιλουανός, Παῦλος, Πατρίκιος, Ἐλπίδιος, Γερμανός, Εὐσέβιος, Ζηνόβιος, Παῦλος, Μακρῖνος, Πέτρος, Κλαύδιος.