Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ἀπολογία περὶ τῆς φυγῆς αὐτοῦ

Μέγας Αθανάσιος

Η υποκρισία των διωκτών και η απολογία για τη φυγή

Απάντηση στην κατηγορία της δειλίας μέσω της ανάδειξης της υποκρισίας, της παρανομίας και του φονικού μένους των διωκτών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 3 από 7

Ταῦτα δρῶντες καὶ μὴ ἐντραπέντες ἐφ’ οἷς πρότερον καθ’ ἡμῶν ἐτύρευσαν κακοῖς, ἔτι καὶ νῦν κατηγοροῦσιν, ἐκφυγεῖν δυνηθέντας αὐτῶν τὰς ἀνδροφόνους χεῖρας· μᾶλλον δὲ ὀδύρονται πικρῶς, ὅτι μὴ καὶ ἐκποδὼν τέλεον πεποιήκασι· καὶ λοιπὸν προφασίζονται δειλίαν ὀνειδίζειν, ἀγνοοῦντες ὅτι καὶ τοῦτο γογγύζοντες, εἰς ἑαυτοὺς ἐπιστρέφουσι μᾶλλον τὴν μέμψιν· εἰ γὰρ φαῦλον τὸ φεύγειν, πολλῷ χεῖρον τὸ διώκειν· ὁ μὲν γάρ, ἵνα μὴ ἀποθάνῃ, κρύπτεται, ὁ δὲ διώκει ζητῶν ἀποκτεῖναι. Καὶ τὸ μὲν φεύγειν γέγραπται, ὁ δὲ ζητῶν ἀναιρῆσαι παραβαίνει νόμον, καὶ μᾶλλον αὐτὸς τὴν πρόφασιν τοῦ φεύγειν παρέχει. Εἴπερ οὖν τὴν φυγὴν ὀνειδίζουσιν, ἐντρεπέτωσαν πλέον ἑαυτοὺς διώκοντας· παυέσθωσαν γὰρ ἐπιβουλεύοντες, καὶ παύσονται καὶ οἱ φεύγοντες εὐθύς. Ἀλλὰ τῆς μὲν ἰδίας πονηρίας οὐ παύονται, τοῦ δὲ καταλαβεῖν ἕνεκα πάντα πράττουσιν, οὐκ εἰδότες ὅτι τῶν διωκομένων ἡ φυγὴ μέγας ἔλεγχός ἐστι κατὰ τῶν διωκόντων. Οὐδεὶς γὰρ τὸν πρᾶον καὶ φιλάνθρωπον φεύγει, ἀλλὰ μᾶλλον τὸν ἄγριον καὶ πονηρὸν ὄντα τὸν τρόπον. «Πᾶς γοῦν κατώδυνος καὶ ὑπόχρεως» ἀπὸ μὲν τοῦ Σαοὺλ ἔφευγε, πρὸς δὲ τὸν Δαυὶδ κατέφευγε.

Διὰ τοῦτο καὶ οὗτοι τοὺς κρυπτομένους αὐτοὺς ἀναιρεῖν σπουδάζουσιν ὑπὲρ τοῦ μὴ δοκεῖν ἔχειν τῆς ἑαυτῶν πονηρίας τὸν ἔλεγχον. Ἀλλὰ καὶ ἐν τούτῳ δοκοῦσι τυφλώττειν οἱ ἀεὶ πλανώμενοι· ὅσῳ γὰρ ἡ φυγὴ πρόδηλος, τοσούτῳ καὶ πλέον ἡ ἐξ ἐπιβουλῆς γινομένη παρ’ αὐτῶν ἀναίρεσις ἢ καὶ ἐξορία προφανεστέρα γενήσεται· ἄν τε γὰρ ἀποκτείνωσιν, ὁ θάνατος μεῖζον ἠχήσει κατ’ αὐτῶν· ἄν τε πάλιν ἐξορίσωσι, πανταχοῦ καθ’ ἑαυτῶν αὐτοὶ μνημεῖα τῆς παρανομίας ἐξαποστέλλουσιν.

Εἰ μὲν οὖν ἔσῳζον τὰς φρένας, ἔβλεπον ἑαυτοὺς ἐν τούτοις συνεχομένους καὶ τοῖς ἑαυτῶν προσκόπτοντας λογισμοῖς. Ἐπειδὴ δὲ καὶ τὸ σωφρονεῖν ἀπώλεσαν, διὰ τοῦτο καὶ διώκοντες ἐξάγονται, καὶ ζητοῦντες ἀνελεῖν οὐχ ὁρῶσιν ἑαυτῶν τὴν ἀσέβειαν. Τάχα γὰρ καὶ τὴν Πρόνοιαν αὐτὴν αἰτιᾶσθαι τολμῶσιν (οὐδὲν γὰρ αὐτοῖς ἀτόλμητον), ἐφ’ οἷς αὐτοῖς οὐ παραδίδωσι, προδήλου τούτου τυγχάνοντος κατὰ τὴν τοῦ Σωτῆρος φωνήν, ὅτι μηδὲ στρουθίον ἄνευ τοῦ πατρὸς ἡμῶν τοῦ ἐν τοῖς οὐρανοῖς ἐμπεσεῖν εἰς παγίδα δύναται. Καὶ γὰρ καὶ ὅτε παραλαμβάνουσιν οἱ ἀλάστορες, εὐθὺς ἐπιλανθάνονται τῶν τε ἄλλων καὶ πρὸ τῶν ἄλλων ἑαυτῶν· καὶ μόναις ταῖς ἀλαζονείαις τὰς ὀφρῦς ἀνασπάσαντες, οὔτε καιρὸν γινώσκουσιν οὔτε ἀδικοῦντες ἀνθρώπους αἰδοῦνται τὴν φύσιν, κατὰ δὲ τὸν τύραννον τῆς Βαβυλῶνος ἀγριώτερον ἐπιφύονται καὶ οὔτε τινὰς ἐλεοῦσιν, ἀλλὰ καὶ «τοῦ πρεσβυτέρου τὸν ζυγὸν ἐπιβαρύνουσι» καὶ «ἐπὶ τὸ ἄλγος τῶν τραυμάτων», ὡς γέγραπται, προστιθέασιν οἱ ἀνηλεεῖς.

Εἰ μὲν οὖν μὴ ταῦτα δράσαντες ἦσαν, εἰ μὴ τοὺς κατὰ τῆς συκοφαντίας αὐτῶν ὑπὲρ ἡμῶν λέγοντας ἐξορίσαντες ἦσαν, πιθανῶς ἂν λέγοντες παρά τισιν ἐνομίσθησαν· ἐπειδὴ δὲ ἄλλοις τοσούτοις καὶ τηλικούτοις ἐπισκόποις ἐπεβούλευσαν, καὶ οὔτε τοῦ μεγάλου καὶ ὁμολογητοῦ Ὁσίου, οὔτε τοῦ ἐπισκόπου Ῥώμης οὔτε τοσούτων ἀπὸ τῶν Σπανίων καὶ Γαλλίων καὶ τῆς Αἰγύπτου καὶ Λιβύης καὶ τῶν ἄλλων μερῶν ἐπισκόπων ἐφείσαντο, ἀλλὰ τοσαῦτα πεποιήκασι κατὰ τῶν ὅλως ἐλεγξάντων αὐτοὺς ὑπὲρ ἡμῶν, πῶς οὐχὶ μᾶλλον ἡμᾶς πρὸ τῶν ἄλλων ἐβουλεύσαντο, καὶ μετ’ ἐκείνους ἐπιθυμοῦσι δὲ κἀκεῖσε ἀνελεῖν; Εἰς τοῦτο γὰρ ἀγρυπνοῦσι καὶ νομίζουσιν ἀδικεῖσθαι, ἂν βλέπωσι σῳζομένους οὓς οὐκ ἐβούλοντο ζῆν.

Τίς τοίνυν οὐ συνορᾷ τὴν πανουργίαν αὐτῶν; Τίνι τοῦτο κατάδηλον οὐκ ἔστιν ὅτι μὴ δι’ ἀρετὴν ὀνειδίζουσι δειλίαν, ἀλλ’ αἵματα διψῶντες, ὥσπερ σαγήναις, χρῶνται ταῖς ἰδίαις κακοτεχνίαις, νομίζοντες ἐν ταύταις συλλαμβάνεσθαι οὓς ἐὰν ζητῶσιν ἀναιρῆσαι; Τοιούτους γὰρ αὐτοὺς αἱ πράξεις ἔδειξαν καὶ ἤλεγξαν τὸν τρόπον αὐτῶν, θηρίων μὲν ἀγριώτερον, Βαβυλωνίων δὲ ὠμότερον.