Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Διάλογος Ἀθανασίου καὶ Ζακχαίου

Μέγας Αθανάσιος

Τα σημεία της Γεννήσεως, τα θαύματα και η αιώνια ιεροσύνη του Χριστού

Ανάλυση της παιδοκτονίας στη Βηθλεέμ, της ελεύσεως των μάγων, των σημείων της δράσεως του Χριστού και της αιώνιας αρχιερωσύνης του κατά την τάξη Μελχισεδέκ.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 4 από 7

ἀθανάσιος εἶπεν: Κατεστράφη καὶ ἠτιμάσθη ἰουδαίοις· ᾠκοδομήθη δὲ καὶ ἐδοξάσθη χριστιανοῖς: ζακχαίος εἶπεν: Ἡ προφητεία λέγει· καὶ ἥξουσιν ἀλλογενεῖς ποιμαίνοντες τὰ πρόβατά σου, καὶ ἀλλόφυλοι ἀροτῆρες καὶ ἀμπελουργοί· ὑμεῖς δὲ ἱερεῖς κυρίου κληθήσεσθε, λειτουργοὶ θεοῦ ἡμῶν· ἰσχὺν ἐθνῶν κατέδεσθε· καὶ ἐν τῷ πλούτῳ αὐτῶν θαυμασθήσεσθε. ὁρᾷς ὅτι ἡμῖν τοῖς ἰουδαίοις τὴν ἐπαγγελίαν ἐπαγγέλλεται: ἀθανάσιος: Ταῦτα ἀληθῶς λέγεις· οὕτως γὰρ καὶ αἱ ἐπαγγελίαι πληροῦνται τοῦ θεοῦ· ἃς ἐπηγγείλατο ὀμόσας τῷ ἀβραὰμ καθ᾽ ἑαυτοῦ· ἦ μὴν εὐλογῶν εὐλογήσω σε· καὶ πληθύνων πληθυνῶ τὸ σπέρμα σου, ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ, καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης· ὤμοσε δὲ καὶ τῷ δαυὶδ ἀλήθειαν καὶ οὐκ ἠθέτησεν αὐτόν· ἀλλὰ τὸ σπέρμα αὐτοῦ καθέξεται ἕως τοῦ αἰῶνος ἐπὶ τοῦ θρόνου αὐτοῦ.

πρόδηλον γὰρ ὅτι ἐξ ἰούδα ἀνατέταλκε ὁ αὐτὸς κύριος ἡμῶν ἰησοῦς ὁ χριστός· καὶ ἐν αὐτῷ πᾶσαι αἱ ἐπαγγελίαι πληροῦνται· καὶ οἱ μὲν ἀλλογενεῖς ποιμαίνουσιν αὐτοῦ τὰ λογικὰ πρόβατα· καὶ ἀλλόφυλοι ἀροτῆρες εἰσὶ γεωργοῦντες αὐτοῦ τὴν ἐκκλησίαν· αὐτὸς δὲ μετὰ τῶν μαθητῶν αὐτοῦ τὴν ἱερωσύνην ἔχει, τὴν ἰσχὺν τῶν ἐθνῶν κατεσθίων· ἐγὼ γάρ φησιν ἐν εὐαγγελίοις βρῶσιν ἔχω φαγεῖν ἣν ὑμεῖς οὐκ οἴδατε, καὶ ἐν τῷ πλούτῳ τῶν ἐθνῶν θαυμάζεται· ὁρᾷς γὰρ τοὺς σοφούς, τοὺς ῥήτορας, καὶ τοὺς ποιητὰς τὸν πλοῦτον τῶν λόγων αὐτῶν αὐτῷ προσφέροντας· καὶ ἀποτασσομένους μέν, τῆς εἰδωλολατρείας, προσφερομένους δέ, τῷ λόγῳ τῆς χάριτος· καὶ ὑμεῖς θεωροῦντες νεκροὺς ἐγηγερμένους, οὐκ ἐπιστεύσατε· ἀλλ᾽ ἐνεκρώθητε· τὰ δὲ ἔθνη μετὰ τῶν νεκρῶν συνανέστησαν: ζακχαίος εἶπε: Καὶ τί μέγα νεκροὺς ἀναστῆσαι; μάγοι γὰρ οὐκ ἀνέστησαν νεκρούς; καὶ σημεῖα ἐποίησαν οὕτως, ὥστε καὶ ἀντιστῆναι μωσεῖ; ἀθανάσιος: Μὴ οὖν ἐπειδὴ μάγοι σημεῖα πεποιήκασι καὶ ἀντέστησαν μωσεῖ, οὐδὲν μέγα ἐποίησε μωσῆς; ζακχαίος εἶπε: Μωσῆς μὲν ἐποίησε σημεῖα μεγάλα· οὐκ ἀπὸ τῶν σημείων δὲ πιστεύεται θεός, ἀλλὰ ἀπὸ τῆς ἀληθείας: ἀθανάσιος: Καὶ τί μεῖζον χριστοῦ ἀληθείας; ποῖος γὰρ μάγος πρὸ τοῦ γεννηθῆναι ἴσχυσε σημεῖα καὶ τέρατα ποιῆσαι; ζακχαίος εἶπε: Ποῖον γὰρ σημεῖον ἐποίησεν ὁ χριστὸς πρὸ τοῦ γεννηθῆναι;

ἀθανάσιος: Τοὺς προφήτας ἐποίησε περὶ αὐτοῦ εἰπεῖν· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει· καὶ ἕτερα μυρία τοιαῦτα· καὶ ἐν αὐτῇ ὢν τῇ γαστρὶ τὸν ἰωάννην σκιρτῆσαι ἐν ἀγαλλιάσει ἐποίησεν: ζακχαίος εἶπεν: Οὐ πιστεύω τοῖς εὐαγγελίοις σου: ἀθανάσιος εἶπεν: Οὐκοῦν οὐδὲ ὅτι μαρίας ἦν υἱὸς πιστεύεις; ζακχαίος: Ἐν αὐτῇ τῇ ἱερουσαλὴμ ἐγεννήθη· καὶ οἶδα ὅτι μαρίας ἐστὶν υἱός: ἀθανάσιος: Καὶ ἐν αὐτῇ τῇ ἱερουσαλὴμ ἐλισάβετ τὸν ἰωάννην ἐκυοφόρει, ὅτε χριστὸς ἐποίησεν αὐτὸν ἐν ἀγαλλιάσει σκιρτῆσαι· καὶ εὐθέως δὲ γεννηθείς, μάγους ἀπὸ ἀνατολῶν ἥλκυσεν τοῦ προσκυνῆσαι αὐτόν· οὐδεὶς δὲ γεννηθεὶς μάγος ἐποίησεν ἐν οὐρανῷ ἀστέρα φανῆναι, καὶ ἄλλους μάγους ἐλθόντας προσκυνῆσαι αὐτῷ: ζακχαίος εἶπεν: Ἔχεις μὲ οὖν πεῖσαι ὅτι μάγοι γεννηθέντος αὐτοῦ ἦλθον καὶ προσεκύνησαν αὐτῷ; ἀθανάσιος: Ἐπ᾽ αὐτῶν τῶν πραγμάτων πείσθητι· ἐρώτησον γὰρ διὰ τί ἡρώδης ἀνεῖλεν ἐν βηθλεὲμ παιδία· καὶ μαθὼν τὴν αἰτίαν γνώσῃ ὅτι διὰ τὸν χριστόν· τῶν μάγων ἐλθόντων καὶ λεγόντων· ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν ἰουδαίων· εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ, καὶ ἤλθομεν προσκυνῆσαι αὐτόν· καὶ τὰ μνημεῖα τῶν παιδίων εἰσὶ φανερὰ ἕως τῆς ἡμέρας ταύτης: ζακχαίος εἶπεν: Οὐ πιστεύομεν ὅτι οὕτως ἐγένετο. ἆρα γὰρ καί πως οὐκ ἠδυνήθη ὁ χριστός σου βοηθῆσαι τοῖς παιδίοις, ἵνα μὴ ἀποθάνωσιν;

ἀθανάσιος: Εἰ μὲν οὖν καταγελᾷς, ἀντίθες τὰ παιδία τὰ ὑπὸ τοῦ φαραῶ ἀναιρεθέντα, ἐν ᾧ καιρῷ ἐγεννήθη μωυσῆς· καὶ εἰπέ· οὐκ ἠδύνατο ὁ θεὸς ῥύσασθαι τὰ παιδία τῶν ἑβραίων; εἰ δὲ δυνάμενος οὐκ ἐρρύσατο 〈καὶ ὁ χριστὸς δὲ δυνάμενος οὐκ ἐρρύσατο〉· αὐτὸς γὰρ καὶ τότε καὶ νῦν μακροθυμῶν: ζακχαίος εἶπεν: Ἀλλ᾽ ἐπὶ τοῦ μωύσεως ἐξεδίκησεν ὁ θεὸς τὸν θάνατον τὸν τῶν παιδίων, διὰ τῶν πληγῶν ὧν ἐπήγαγεν κύριος τοῖς αἰγυπτίοις: ἀθανάσιος: Εἰ μὴ ἀναισθητοῦσιν ἰουδαῖοι, πλέον ἂν πεπόνθασιν αἰγυπτίων ἐν τῇ ἀναλώσει τῆς ἱερουσαλήμ· καὶ αἰγύπτιοι μέν, ἐνιαυτῷ ἑνὶ ἢ δυσὶ πεπόνθασιν· ἰουδαῖοι δέ, ἀπὸ τοῦ χριστοῦ ἕως τοῦ νῦν τιμωροῦνται· τιμωρηθήσονται δὲ καὶ εἰς τὰ μετὰ ταῦτα, ἐὰν μὴ μετανοήσωσιν: ζακχαίος εἶπε: Κἂν πιστεύσω τῷ χριστῷ, ὡς ἱερεῖ αὐτῷ πιστεύω, μὴ ὡς θεῷ; σὺ γὰρ εἶπας ὅτι μετὰ τῶν μαθητῶν αὐτοῦ τὴν ἱερωσύνην ἔχει: ἀθανάσιος: Ἀλλ᾽ εἶπον ὅτι αὐτὸς ἐστὶ καὶ ἱερεὺς καὶ κύριος καὶ θεὸς καὶ ποιμήν: ζακχαίος: Ὁ μὲν θεὸς εἴρηται ποιμὴν ὁμολογουμένως.

ἐπειδὴ τοῦ λαοῦ ἐστι ποιμήν· ὡς ὁ προφήτης λέγει· ὁ ποιμαίνων τὸν ἰσραήλ, πρόσχες, ὁ ὁδηγῶν ὡσεὶ πρόβατα τὸν ἰωσήφ: ἀθανάσιος: Ὁ αὐτὸς προφήτης καὶ κύριον αὐτὸν εἶπε καὶ θεὸν καὶ ἱερέα: ζακχαίος εἶπεν: Ἀνάγνωθί μοι ποῦ γέγραπται: ἀθανάσιος: Ἐν τῷ 〈ῥθ〉 ψαλμῷ οὕτως εἴρηται· εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου· ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι κύριος ἐκ σιών· καὶ κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου· μετά σου ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου, ἐν ταῖς λαμπρότησι τῶν ἁγίων σου. ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε· ὤμοσε κύριος καὶ οὐ μεταμεληθήσεται, σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν μελχισεδέκ: ζακχαίος εἶπε: Καὶ πότε ἐγένετο ἱερεύς; περὶ σολομῶνος εἴρηται κατὰ τὴν τάξιν μελχισεδέκ· καὶ ταῦτα εἰς τὸν αἰῶνα· οὕτως γὰρ εἴρηται· ὤμοσε κύριος καὶ οὐ μεταμεληθήσεται· σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν μελχισεδέκ: ἀθανάσιος: Σολομὼν οὔτε ἱερεὺς ἐγένετο· οὔτε ἐν ὅλῳ τῷ βίῳ αὐτοῦ εὐηρέστησε τῷ θεῷ· ἀλλὰ καὶ τὸ πονηρὸν ἐνώπιον κυρίου ποιήσας ἀπέθανεν· πῶς οὖν μένει ἱερεὺς εἰς τὸν αἰῶνα; ζακχαίος εἶπε: Τῷ οὖν χριστῷ εἶπεν, κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθροὺς ὑποπόδιον τῶν ποδῶν σου.

ἀθανάσιος: Ὁ δαυὶδ 〈εἶπεν〉 εἶπε κύριος, τοῦτ᾽ ἔστιν ὁ θεός, τῷ κυρίῳ μου, 〈τῷ χριστῷ· κάθου ἐκ δεξιῶν μου〉 ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου: ζακχαίος εἶπεν: Καὶ ὁ χριστὸς ἐκ δεξιῶν τοῦ θεοῦ κάθηται; ἀθανάσιος: Τοῦτο λέγει ὁ προφήτης: ζακχαίος εἶπεν: Οὐκοῦν μείζων ἐστὶν ὁ χριστὸς τοῦ εὐλογουμένου; ἀθανάσιος: Μὴ γένοιτο: ζακχαίος εἶπε: Πῶς οὖν ἐκ δεξιῶν αὐτοῦ καθέζεται; ἀθανάσιος: Ὡς υἱὸς μονογενὴς τοῦ ἑαυτοῦ πατρός: ζακχαίος εἶπε: Καὶ πῶς ἔτι ἱερεὺς ἐστίν, εἰ ἐκ δεξιῶν αὐτοῦ καθέζεται; ἀθανάσιος: Ὅτι οὐ μόνον ἐστὶν ἱερεὺς 〈ἀλλὰ〉 καὶ θεός· διὰ γὰρ τοῦτο θεὸς ὢν τῇ φύσει, ἔλαβε σάρκα ἐκ μαρίας· ἵνα γενόμενος ἄνθρωπος, καὶ τὴν ὑπὲρ ἡμῶν θυσίαν ἀναδεξάμενος, γένηται ἱερεὺς κατὰ τὴν τάξιν μελχισεδέκ· ὃς οὐ κατὰ νόμον ἐντολῆς σαρκίνης ἐγένετο ἱερεύς, ἀλλὰ πνεύματι ἁγίῳ χρισθείς, ἐστὶν ἱερεὺς εἰς τὸν αἰῶνα: ζακχαίος εἶπε: Καὶ πῶς δύναται ὁ ἐπὶ ποντίου πιλάτου ἀποθανών, εἰς τὸν αἰῶνα ἱερεὺς εἶναι; ἀθανάσιος: Οἱ νεκροὶ τῷ φρονήματι τὸν θάνατον αὐτοῦ περιβλέπονται. οἱ δὲ ζῶντες, τὴν ἀνάστασιν αὐτοῦ ὁρῶσιν: ζακχαίος εἶπε: Καὶ τίς με δύναται πεῖσαι ὅτι ἀνέστη; ἀθανάσιος: Ὁ προφήτης δαυὶδ λέγων ἐν ψαλμῷ ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην· οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν: ζακχαίος εἶπεν: Οὐκ οὖν ἄνθρωπος ἦν ἐκ ψυχῆς καὶ σώματος;