Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Διάλογος κατὰ Ἀρείου

Μέγας Αθανάσιος

Η ενανθρώπηση, το πάθος και η κυριότητα του Χριστού

Εξέταση του αποστολικού χωρίου περί αναδείξεως του Χριστού ως Κυρίου, η απάθεια της θείας φύσης κατά το πάθος και η ομολογία του Χριστού ως αληθινού Θεού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 4 από 9

Ἀθ. εἶπε· Τί θέλεις ποιήσω; Ὅπερ ἐστὶ τῇ ἀληθείᾳ φίλον, κἀγὼ συντίθεμαι. Ἄρ. εἶπε· Μαρτυρίαν σοι παρέξω, ἣν οὐ δυνήσῃ ἀλληγορῆσαι· φανερὰ γάρ ἐστιν, ὅτι περὶ οὐσιώσεως τοῦ Λόγου φάσκει, ὡς ἐποιήθη ὑπὸ τοῦ Πατρός. Ἀθ. εἶπεν· Ἐάν μοι δῷς ἐκ τῶν θεοπνεύστων Γραφῶν μαρτυρίαν περὶ ὧν διαβεβαιοῦσαι, οὐκ ἀμνημονῶ· μόνον πρόσεχε, μὴ ἐγράψατε ἄρτι ὑμεῖς πρὸς τὸ ὑμέτερον βούλημα, καὶ οὐκ ἀνέχομαι τὰ ὑφ᾽ ὑμῶν λεγόμενα. Ἄρ. εἶπε· Μὴ κατάλεγε ἡμῶν ὡς μὴ φοβουμένων τὸν Θεόν. Ἀποστόλου ἐστὶ φωνὴ, ἣν εἶπον προσφέρειν.

Ἀθ. εἶπε· Λέξον ἐξ αὐτῆς. Ἄρ. εἶπεν· Ὁ ἐπιφανέστατος τῶν ἀποστόλων Πέτρος, διαμαρτυρόμενος περὶ τοῦ προκειμένου τῷ Ἰσραὴλ, οὕτως ἔφη· «Ἀσφαλῶς οὖν γινωσκέτω πᾶς ὁ οἶκος Ἰσραὴλ, ὅτι καὶ Κύριον αὐτὸν καὶ Χριστὸν ὁ Θεὸς ἐποίησε.» Μήτιγε ἡμεῖς διεχαράξαμεν τὴν φωνὴν ταύτην; Ἀθ. εἶπεν· Οὐχ ὑμεῖς ἐχαράξατε αὐτὴν, ἀλλὰ παρεχαράξατε.

Ἄρ. εἶπεν· Ἐθεώρησας περιγραφόμενον σεαυτὸν, καὶ εἰς ὕβρεις ἐτράπης. Μᾶλλον δὲ, εἰ δύνασαι, λέγε πρὸς ταῦτα, ἢ αὐτομόλησον πρὸς τὴν ἀλήθειαν. Ἀθ. εἶπεν· Ἀνάγνωθι τὸ κεφάλαιον ὅλον. Ἄρ. εἶπεν· «Ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ, ὅτι καὶ Κύριον καὶ Χριστὸν αὐτὸν ἐποίησεν ὁ Θεός.» Ἀθ. εἶπε· Μὴ ἀκρωτηρίαζε τὰ ῥήματα τῆς Γραφῆς. Καὶ γὰρ τὸ σῶμα ὡς παρὰ τὴν ἀρχὴν ἐπλάσθη, ἐὰν μείνῃ, εὔμορφον τυγχάνει· ἐὰν δὲ παρὰ μέλος γένηται, τουτέστι χεῖρα, ἢ πόδα, ἢ δάκτυλον, ἄσχημον δείκνυται. Εἶπον οὖν καὶ τὰ ἑπόμενα τῶν Γραφῶν. Ἄρ. εἶπε· Τουτέστι, «Τὸν Ἰησοῦν, ὃν ὑμεῖς ἐσταυρώσατε.» Ἀθ. εἶπε· Τίς ἐστιν ὁ σταυρωθεὶς, ὁ Λόγος Θεὸς, ἢ τὸ σῶμα ὅπερ ὁ Λόγος Θεὸς ἐκ Μαρίας τῆς παρθένου ἔλαβεν; Ἄρ. εἶπε· Σὺ τὸν Λόγον οὐχ ὁμολογεῖς ἐσταυρῶσθαι; Ἀθ. εἶπεν· Ἐγὼ τὸν Θεὸν Λόγον ὁμολογῶ, ἄνθρωπον γενόμενον, ἐσταυρῶσθαι σαρκί. Ἄρ. εἶπε· Τί ἐστι σαρκί; οὐχ ὁ Λόγος ἔπαθεν;

Ἀθ. εἶπε· Σὺ τί φρονεῖς ὁμολόγησον ἐν πρώτοις. Ἄρ. εἶπε· Κἂν μὴ σὺ λέγῃς, ἐγώ φημι, ὁ Λόγος συγκαθηλώθη, καὶ συνέπαθε τῇ σαρκί. Ἀθ. εἶπε· Διὰ παραβολῆς χρὴ παραστῆσαι τὴν ἀπόδειξιν, εἰ πέπονθεν ὁ Λόγος καὶ Θεός. Ἄρ. εἶπε· Λέγε ὃ βούλει. Ἀθαν. εἶπε· Σταυρῷ προσηλωμένον ἐθεάσω ποτέ; Ἄρειος εἶπε· Ναί. Ἀθαν. εἶπεν· Ἆρα ἕως ὅτε τὸ σῶμα κεκράτητο ὑπὸ τῶν ἥλων ἐπὶ τοῦ σταυροῦ, καὶ ἡ ψυχὴ κατείχετο μὴ δυναμένη ἀναχωρῆσαι ἀπὸ τοῦ σώματος; Ἄρ. εἶπεν· Ἀναχωρεῖ, ἐπειδὴ πνεῦμα τυγχάνει ἡ ψυχή. Ἀθαν. εἶπεν· Εἰ ἀναχωρεῖ, δῆλόν ἐστιν, ὅτι οὐ κρατεῖται ἐπὶ τοῦ σταυροῦ, τοῦτ᾽ ἔστιν ἐπὶ τοῦ ξύλου καὶ τῶν ἥλων, καὶ οὕτως ἔχει. Τοῦ γὰρ σώματος κατεχομένου, ἡ ψυχὴ τὸ ἐλεύθερον ἔχουσα καὶ τὸ ἀκράτητον, καταλείψασα τὸ σῶμα, πορεύεται εἰς τὸν ἑαυτῆς τόπον. Ἄρ. εἶπεν· Οὕτως ἐστὶ καὶ τοῦτο. Ἀθαν. εἶπεν· Εἰ οὖν ἐπὶ ἀνθρώπου καταδίκου ἔδωκας μὴ πάσχειν τὴν ψυχὴν ἐν τῇ παρούσῃ σωματικῇ καταδίκῃ, πῶς τὸν Λόγον καὶ Θεὸν ἔφης συμπεπῆχθαι τῷ σώματι; Ἄρ. εἶπε· Δεδόσθω μὴ συμπεπονθέναι τὸν Θεὸν Λόγον τῷ σώματι.

Ἀθ. εἶπεν· Οὐκοῦν ὁ ἀπόστολος Πέτρος ἠσφαλίσατο τὸν λόγον, μὴ βουλόμενός τινας ὑπὸ ἀγνοίας ἀπολέσθαι. Νομιζόντων γὰρ τῶν υἱῶν Ἰσραὴλ ἄνθρωπον εἶναι τὸν καθ᾽ ἡμᾶς Χριστὸν, ἐσήμανε διὰ τῆς μαρτυρίας, ὅτι οὗτός ἐστιν ὁ ἐκλεκτὸς τοῦ Θεοῦ· καί φησιν· Εἰ καὶ ὑμεῖς ὡς ἄνθρωπον ἐκρεμάσατε τὸν δίκαιον, μὴ ἀγνοήσατε, ὅτι τοῦτον Χριστὸν καὶ Κύριον ἐποίησεν ὁ Θεός. Ἄρ. εἶπεν· Ἰδοὺ οὖν, Χριστὸς καὶ Κύριος γέγονεν ὑπὸ τοῦ Θεοῦ. Ἀθ. εἶπεν· Ὁ Θεὸς Λόγος, ὁ τοῦ Θεοῦ Υἱὸς, πρὸ τοῦ πάθους Κύριος ἦν, ναὶ ἢ οὔ; Ἄρ. εἶπε· Ναὶ, Κύριος ἦν. Ἀθ. εἶπεν· Ὁ Πέτρος ἔφη, ὃν οἱ Ἰουδαῖοι ἐσταύρωσαν, γεγενῆσθαι Κύριον. Ἄρ. εἶπε· Τί ἐστι τὸ, Ἐσταύρωσαν Χριστὸν καὶ Κύριον γεγονότα;

Ἤθελον γνῶναι τί λέγεις. Ἀθαν. εἶπεν· Ὁ Θεὸς Λόγος Κύριός ἐστι τῶν ἁπάντων ἀεὶ Κύριος ὤν. Ἐπειδὴ δὲ ἐκ τῆς ὑπὸ ἁμαρτίας βεβασιλευμένης σαρκὸς ἔλαβε τὴν σάρκα, καθὼς γέγραπται· «Ὁ Λόγος σὰρξ ἐγένετο·» σάρκα δέ φημι ἄνθρωπον τέλειον, οἷοι καὶ ἡμεῖς τυγχάνομεν, κατὰ τὸ εἶναι ἡμᾶς ἀνθρώπους μόνον· αὐτὸς γὰρ ἄνευ ἁμαρτίας γέγονεν ἄνθρωπος· τοῦτον οὖν Χριστὸν καὶ Κύριον ὁ Θεὸς ἐποίησε, τὸν ἐκ σπέρματος Δαβὶδ ἄνθρωπον, ὑποτάξας αὐτῷ ἀρχὰς καὶ ἐξουσίας καὶ κυριότητας, καὶ ἀνθρώπους, καὶ ἀγγέλους, καὶ πάντων ἁπλῶς ὑποταγέντων γέγονε Χριστὸς καὶ Κύριος· Χριστὸς μὲν διὰ τὴν τοῦ ἁγίου Πνεύματος, δίκην ἐλαίου, ἐπ᾽ αὐτῷ γενομένην οὐρανόθεν ἔγχυσιν· Κύριος δὲ διὰ τὸ κατὰ πάντων εἰληφέναι τὸ κῦρος.

Ἄρ. εἶπεν· Ἰδίως οὖν Υἱὸς καὶ Κύριός ἐστιν ὁ Λόγος, καὶ Θεὸς, καὶ ἰδίως ἄνθρωπος; Ἀθ. εἶπε· Μὴ γένοιτο! Ἄρ. εἶπεν· Εἰπὲ οὖν, πῶς. Ἔφης γὰρ Κύριον τὸν Θεὸν Λόγον, καὶ τὸν ναὸν αὐτοῦ Κύριον, τουτέστι τὸν ἄνθρωπον. Ἐγὼ δὲ νομίζω, ὅτι δύο Κύριοί εἰσιν. Ἀθ. εἶπεν· Οὐκ εἰσὶ δύο· μὴ γένοιτο!

Εἷς γάρ ἐστιν ὁ τοῦ Θεοῦ Υἱὸς, ὁ γενόμενος δι᾽ ἡμᾶς ἄνθρωπος. Ὁ γὰρ ἐπίγειος βασιλεὺς, εἰπέ μοι, ἰδίως ὁ ἄνθρωπος βασιλεύει, καὶ ἰδίως ἡ πορφυρὶς, ναὶ ἢ οὔ; Ἄρ. εἶπεν· Πῶς ἐγχωρεῖ, ἢ τὸν ἄνθρωπον ἐκτὸς βασιλεύειν, ἢ τὴν πορφυρίδα ἰδίως ἄρξαι; Πλὴν ἔγνων τί θέλεις παραστῆσαι ἐκ τοῦ παραδείγματος.

Ἀθ. εἶπεν· Εἰ οὖν ἀνεγχώρητον δύο βασιλεῖς φῆσαι ἐπὶ βασιλέως ἑνὸς, λέγω δὴ ἀνθρώπου καὶ πορφύρας, πῶς ἐγχωρεῖ ἰδίως μὲν τοῦ Λόγου καὶ Θεοῦ κυριότητα φάσκειν, κεχωρισμένην δὲ τὴν δίκην πορφύρας ἔνδυμα γεγονυίας, ἁγίας καὶ τιμίας σαρκὸς, ἀρχὴν καταγγέλλειν, ἥτις ἐστὶν ἔνδυμα τοῦ βασιλέως Λόγου Θεοῦ γεγενημένη; Ἀλλὰ μὴν καὶ ὁ ἀπόστολος Παῦλος, τὴν ἑνότητα τῆς κυριότητος, ἣν ἔχει ὁ Κυριακὸς ἄνθρωπος σὺν τῷ Θεῷ Λόγῳ, ἀκραιφνέστατα ἐσήμανε, τῷ φῆσαι αὐτόν· «Ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς τὸ κατὰ σάρκα, ὁ ὢν ἐπὶ πάντων Θεὸς εἰς τοὺς αἰῶνας, ἀμήν.» Ὁρᾷς, ὅτι καὶ Θεὸν ἐπὶ πάντων οἶδε τὸν ἐκ σπέρματος Δαβὶδ, ὁ Ἀπόστολος;

Ἄρ. εἶπεν· Οὐ φοβῇ ἐπὶ πάντων Θεὸν λέγειν τὸν ἄνθρωπον; Ἀθ. εἶπε· Παῦλος οὐκ ἐφοβήθη, οὔτε ἐγὼ φοβοῦμαι, ὅτι βλέπω ἐκ μέρους τὴν τοῦ Θεοῦ οἰκονομίαν. Ἄρ. εἶπε· Ποίαν οἰκονομίαν; Ἀθ. εἶπε· Περὶ τῆς τοῦ πάντων Θεοῦ ἐνανθρωπήσεως.

Ἄρ. εἶπε· Περὶ τῆς ἐνανθρωπήσεως τοῦ Λόγου κἀγὼ ὁμολογῶ· περὶ δὲ τοῦ εἶναι ἐπὶ πάντων Θεὸν τὸν σταυρωθέντα φοβοῦμαι λέγειν. Ἀθ. εἶπεν· Ἄκουε, καὶ περισσότερον θαύμαζε, ὅτι καὶ Θεὸν ἐπὶ πάντων ὁμολογῶ, καὶ μὴ δυνάμενον ἕτερον λογισθῆναι· τὸν πρὸς τὸν γενόμενον ἄνθρωπον καὶ σταυρωθέντα δι᾽ ἡμᾶς Θεὸν ἀεὶ ὄντα. Ἄρ. εἶπε· Ποῦ γέγραπται τοῦτο τὸ καινότερον; Ἀθ. εἶπε· Παρὰ Ἱερεμίᾳ τῷ προφήτῃ· φησὶ γάρ· «Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ᾽ αὐτοῦ. Μετὰ ταῦτα ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη.» Ὁ οὖν ὀφθεὶς οὗτος ἦν Θεὸς, καὶ ἔστιν, ᾧ οὐ προσλογισθήσεται ἕτερος Θεὸς, ναὶ ἢ οὔ; Ἄρ. εἶπε· Καθὼς ὁ προφήτης λέγει, αὐτός ἐστιν ὁ Θεός. Ἀθέμιτον γάρ ἐστι περὶ τοῦ Πατρὸς λέγειν, ὅτι ὤφθη, ἢ ὅτι ἄνθρωπος γεγονὼς συνεπολιτεύσατο τοῖς ἀνθρώποις, φανεροῦ ὄντος τοῦ πράγματος, ὅτι ὁ Λόγος Θεὸς ἐνηνθρώπησεν. Ἀθ. εἶπεν· Οὐκοῦν εἷς ὁ Υἱὸς, ὁ πρὸ πάντων αἰώνων συνυπάρχων τῷ Πατρὶ αὐτοῦ, Θεὸς ὢν ἀόρατος, ἄνθρωπος γέγονεν ὁρατός. Ἄρ. εἶπεν· Ὅτι εἷς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ὡμολόγηται· οὐ συνυπάρχει δὲ τῷ Πατρὶ ἀπεράντως. Ἀθ. εἶπεν· Ἡ σοφία καὶ ἡ δύναμις συνυπάρχει τῷ Πατρὶ καὶ τῷ Πνεύματι τῷ ἁγίῳ; Ἄρ. εἶπεν· Οὕτως ἔχει. Ἀθ.

εἶπεν· Εἷς οὖν ὢν ὁ ἀόρατος Υἱὸς τοῦ Θεοῦ, ὁ καὶ ὁραθεὶς, ἀσώματος καὶ σῶμα λαβὼν, ἀθάνατος καὶ θανάτου πεῖραν λαβὼν σαρκὶ, ὁ ἀψηλάφητος καὶ ψηλαφηθείς.

Ἄρ. εἶπε· Σύμφημι ἅπερ εἶπας. Ἀθ. εἶπεν· Οὗτος οὖν καὶ Κύριος καὶ Θεὸς, διὰ τὸ συναφθῆναι τὴν σάρκα τῷ Λόγῳ· καὶ οὐ διῃρημένως, καὶ κυριότητες μὲν λέγονται· ὁ δὲ τοῦ Θεοῦ Υἱὸς Ἰησοῦς Χριστὸς, ὁ Λόγος καὶ Θεὸς, εἷς τυγχάνει.

Ἄρ. εἶπε· Δοκεῖ μοί πως ὀρθότατα καταφαίνεσθαι ὁ περὶ τῆς σαρκώσεως ὅρος· μέντοιγε οὐκ ἀληθινὸς Θεός ἐστιν ὁ Υἱὸς, ὥσπερ ὁ Πατήρ, Ἀθ. εἶπε· Πόθεν τοῦτο εἰληφὼς ἐκόμισας ἡμῖν; Ἄρ. εἶπεν· Οὐδέποτε ἀνέγνως τὸ Εὐαγγέλιον, ὥς φησιν ὁ Κύριος πρὸς τὸν ἑαυτοῦ Πατέρα· «Αὕτη ἐστὶν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστόν;» Ὁρᾷς, ὅτι μόνον ἀληθινὸν Θεὸν ἔφη τὸν Πατέρα, ὡς αὐτοῦ μὴ ὄντος ἀληθινοῦ Θεοῦ; Ἀθ. εἶπε· Τοῦτο σύνδεσμός ἐστι, τῶν προειρημένων ῥημάτων καὶ τῶν ἐπαχθέντων οὐ διαίρεσιν ἐμποιῶν. Ἀραρότως δὲ παρὰ τοῖς εὐφρονοῦσιν ὡμολόγηται σύνδεσμος τὸ ἐπὶ τῆς Κυριακῆς φωνῆς. Πλὴν ἄκουε μετὰ μακροθυμίας ὅ φημι. Εἴ τις τῷ πλησίον ἐντέλλεται περὶ Κωνσταντίνου λέγων· Ἀσφαλῶς γίνωσκε τὸν μόνον Αὔγουστον καὶ αὐτοκράτορα γῆς καὶ θαλάσσης βασιλέα Κωνσταντῖνον καὶ Κωνστάντιον τὸν υἱὸν αὐτοῦ, συνωμολόγησε τὸν υἱὸν τῷ πατρὶ, ναὶ ἢ οὔ; Ἄρ. εἶπεν· Οὐ μικρὸς κίνδυνος τὸ εἰπεῖν, ὅτι οὐ συμβασιλεύει Κωνστάντιος Κωνσταντίνῳ τῷ πατρὶ αὐτοῦ, ἐκ τοῦ ὑπαριθμηθῆναι αὐτῷ. Ἀθ. εἶπεν· Ἐπὶ μὲν Κωσταντίνου καὶ Κωνσταντίου κίνδυνον μέγιστον ὁρᾷς, ἐπὶ δὲ Ἰησοῦ Χριστοῦ καὶ τοῦ Πατρὸς αὐτοῦ οὐ φοβῇ τοιαῦτα φθεγγόμενος; Δεῖ σε τοιαύτην ἔχειν εὐσέβειαν εἰς τὸν Κύριον, οἵαν καὶ εἰς Κωνσταντῖνον ῥηθέντα.

Οὐκ ἀφῄρησας ἀπὸ τοῦ υἱοῦ αὐτοῦ Κωνσταντίου, τουτέστιν αὐτὸν Αὔγουστον, καὶ πάντα ὅσα εἰς τὸν πατέρα αὐτοῦ προεῤῥήθη, οὐκ ἄλλοθεν τὴν ἑνότητα τῆς ἀξίας ἐπιγνοὺς ἢ δι᾽ αὐτοῦ. Ἄρ. εἶπεν· Ἐκκλίνας ἀπὸ τῶν συλλογισμῶν, ἔγγραφόν μοι δὸς ἀπόδειξιν, εἰ ἀληθινὸς Θεός ἐστιν ὁ Υἱὸς, ὥσπερ κἀγώ σοι φωνὴν παρεθέμην εὐαγγελικήν. Ἀθ. εἶπεν· Ἄκουε καὶ περὶ τούτου ἔγγραφον τὴν ἀπόδειξιν, καὶ μὴ πλανῶ. Ἰωάννης ὁ ἀπόστολος οὕτως ἔφη· «Καὶ οἴδαμεν, ὅτι ὁ τοῦ Θεοῦ Υἱὸς ἥκει, καὶ ἔδωκεν ἡμῖν διάνοιαν, ἵνα γινώσκωμεν τὸν ἀληθινὸν Θεόν· καί ἐσμεν ἐν τῷ ἀληθινῷ Υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ἡ ζωὴ ἡ αἰώνιος.» Ὁρᾷς, ὅτι αὐταὶ αἱ φωναὶ φέρονται περὶ τοῦ Υἱοῦ καὶ Πατρὸς, θεολογοῦσαι ἴσον τὸν Υἱὸν τῷ Πατρί.

Ὥσπερ γὰρ ἐπὶ τοῦ Πατρὸς ἔφη· «Αὕτη ἐστὶν ἡ αἰώνιος ζωὴ, ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεόν,» καὶ ἐνταῦθα περὶ τοῦ Υἱοῦ φησιν· «Οὗτός ἐστιν ὁ ἀληθινὸς Θεὸς καὶ ζωὴ αἰώνιος.» Τὸ οὖν, «Καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστὸν,» σύνδεσμος τυγχάνει, ἀντὶ τοῦ λέγειν, «Σὲ μόνον ἀληθινὸν Θεὸν καὶ ὃν ἀπέστειλας Ἰησοῦν Χριστὸν,» ἵνα γινώσκωσι τὸν Υἱὸν ἀληθινὸν Θεὸν, ὥσπερ καὶ σὲ τὸν Πατέρα· καθάπερ καὶ ἐν ἄλλῳ τόπῳ ἔλεξεν ὁ Κύριος· «Ἐγώ εἰμι ἡ ἀλήθεια.» Ἀλήθεια δὲ οὐκ ἂν ψεῦδος ἐγένετό ποτε.