Ἀκούσατε ὑμεῖς, ἀδελφοὶ, μετὰ φόβου Θεοῦ καὶ χαρᾶς καὶ τὰ λοιπὰ ἅπερ ᾠκονομήθη ὑπὸ τοῦ Κυρίου. Μετὰ γὰρ τὸ κρουσθῆναι τῇ λόγχῃ τὴν πλευρὰν τῆς ἁγίας καὶ τιμίας εἰκόνος, καὶ ἀναβλύσαι τὸ αἷμα καὶ τὸ ὕδωρ, συνήχθη πᾶν τὸ πλῆθος τῶν Ἰουδαίων, λέγοντες πρὸς ἀλλήλους· Ἐπειδὴ θρυλοῦσιν οἱ σεβόμενοι αὐτὸν, ὅτι ἰάσεις πολλὰς ποιεῖ, λάβωμεν τούτου τὸ αἷμα καὶ τὸ ὕδωρ, καὶ ἀγάγωμεν αὐτὸ εἰς τὴν συναγωγὴν, καὶ συνάξωμεν πάντας τοὺς κακῶς ἔχοντας τοῦ λαοῦ, καὶ χρίσωμεν αὐτοὺς ἀπ᾽ αὐτοῦ, καὶ ἴδωμεν εἰ ἀληθῆ εἰσι τὰ λεγόμενα. Καὶ προσενέγκαντες τῇ πλευρᾷ τοῦ Κυρίου βῆσσαν, ἐμπαίζοντες ἔπλησαν τὴν βῆσσαν, ἔνθα ἐξίει τὸ ὕδωρ· καὶ συνῆξαν πάντας τοὺς κακῶς ἔχοντας, πρὸ πάντων παράλυτον· ὃν ᾔδεσαν ὄντα ἐκ γενετῆς. Προσφέροντες δὲ τὸν παράλυτον ἔχρισαν αὐτόν· καὶ εὐθέως συνεσφίγχθη καὶ ἐγένετο ὑγιὴς ὁ ἄνθρωπος. Παραχρῆμα δὲ μεγάλη ταραχὴ ἐγένετο κατὰ πᾶσαν τὴν πόλιν, πάντων ἐρχομένων, διὰ τὰς ἀπείρους ἰάσεις καὶ θαυματουργίας. Ἐκινήθη δὲ πᾶν τὸ πλῆθος τῶν Ἰουδαίων, καὶ προσέφερον τοὺς ἀσθενεῖς αὐτῶν, παραλύτους, κυλλοὺς, ξηροὺς, χωλοὺς, καὶ τυφλοὺς, καὶ δαιμονιῶντας, καὶ ἑτέρους ἔχοντας παντοίας νόσους· καὶ πάντες, χριόμενοι ἐκ τοῦ ἁγίου αἵματος καὶ ὕδατος τῆς πλευρᾶς τῆς τιμίας εἰκόνος τοῦ Κυρίου, τὰ σώματα αὐτῶν ὑγιῆ ἐγένοντο.