Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Διήγησις περὶ τοῦ ἐν Βηρυτῷ σταυροῦ

Μέγας Αθανάσιος

Δεύτερη διήγηση: Δοξολογία, θεραπείες και καθιέρωση των ναών

Δοξολογία προς τον Θεό για τη φιλανθρωπία Του, οι θαυματουργικές ιάσεις μέσω του αίματος, η μαζική μετάνοια και η μετατροπή των συναγωγών σε χριστιανικούς ναούς.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 4 από 5

Χριστὲ, δόξα σοι· ἀκατάληπτε, δόξα σοι. Τίς ὡς σὺ, Δέσποτα; Τίς πλὴν σοῦ, Θεὸς, ποιῶν φοβερὰ καὶ ἐξαίσια; Ὢ τοῦ θαύματος τῆς τοῦ Σωτῆρος ἡμῶν μεγαλειότητος! ἔφριξαν ἀληθῶς αἱ ἄνω ἅγιαι δυνάμεις καὶ ἐπὶ τοῦτο. Πόσος εἶ, Δέσποτα, εἰς φιλανθρωπίαν!

Ὁπόσος σὺ ἐν ἐλέει! Πρώην γὰρ δι᾽ ἡμᾶς καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν σαρκωθεὶς ὁ ἄσαρκος ἐκ Παρθένου Μαρίας, ἐσταυρώθης ἐν ἐκείνῃ τῇ σαρκὶ, ἀπαθὴς ὁ αὐτὸς ἐν τῇ θεότητι. Νῦν δὲ πάλιν ἐν τῇ εἰκόνι σου ἐσταυρώθης, ὦ Δέσποτα, εἰς ἔλεγχον μὲν τῶν ἀσεβῶν καὶ πάντων τῶν ἀπίστων, στηριγμὸν δὲ τῶν ἐν ἀληθείᾳ εἰς σὲ πιστευόντων. Ἀλλὰ δόξα σοι, Δέσποτα, τῷ μόνῳ τὰ πάντα δυναμένῳ, ἅμα τῷ εὐλογητῷ Θεῷ ἡμῶν Πατρὶ, καὶ τῷ ἁγίῳ Πνεύματι.

Ἀμήν. Ὑμεῖς δὲ, τέκνα, ἀκούσατε τὰ λοιπὰ, ἅπερ ᾠκονόμησεν ἡ αὐτοῦ ἀγαθότης. Μετὰ γὰρ τὸ κρουσθῆναι τῇ λόγχῃ τὴν πλευρὰν τῆς εἰκόνος τοῦ Κυρίου, καὶ ἀναβλύσαι τὸ αἷμα καὶ τὸ ὕδωρ, ὡς ἑτέρως εἴρηται, λέγουσιν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ· Ἐπειδὴ θρυλοῦσιν αὐτὸν οἱ σεβόμενοι ὅτι καὶ ἰάσεις πολλὰς ἐποίησε, λάβωμεν αὐτοῦ τὸ αἷμα καὶ τὸ ὕδωρ, καὶ ἀγάγωμεν εἰς τὴν συναγωγὴν, καὶ συνάξωμεν πάντας τοὺς κακῶς ἔχοντας τοῦ λαοῦ, καὶ χρίσωμεν αὐτοὺς ἀπ᾽ αὐτοῦ, καὶ ἴδωμεν εἰ ἀληθῆ εἰσι τὰ λεγόμενα. Τότε προσήνεγκαν τῇ πλευρᾷ τοῦ Κυρίου βῆσσαν κατὰ τὸν τόπον τῆς σφαγῆς τῆς λόγχης, ὅθεν ἐξίει τὸ αἷμα καὶ τὸ ὕδωρ, καὶ ἔπλησαν τὴν βῆσσαν. Καὶ ἀπαγαγόντες, ἐμπαίζοντες, ἵνα, ὡς ἐνόμιζον, ὑβρίσωσιν ἐπὶ πάντων, συνῆξαν πάντας τοὺς κακῶς ἔχοντας, πρῶτον πάντων παράλυτον, ὃν ἐκ γενετῆς ᾔδεσαν αὐτὸν, καὶ προσαγαγόντες ἔχρισαν αὐτόν. Καὶ αὖθις ἀνεπήδησε, καὶ ἥλατο ὑγιανθεὶς καθόλου ὁ ἄνθρωπος. Εἶτα ἤγαγον τυφλοὺς, κἀκεῖνοι ὁμοίως χρισθέντες ἀνέβλεψαν, δαιμονιῶντες ἀναρίθμητοι παραυτίκα ἐκαθαρίσθησαν.

Ταραχὴ γέγονε μεγάλη κατὰ πᾶσαν τὴν πόλιν, πάντων ἐπιτρεχόντων διὰ τὰ ἄπειρα θαύματα. Ἐκινήθησαν πάντα τὰ πλήθη τῶν Ἰουδαίων, τῶν οἰκούντων τὴν πόλιν, ὡς μήτε τὴν συναγωγὴν αὐτῶν, καίτοι μεγίστην οὖσαν, χωρεῖν, μήτε τὸν τόπον, τοῦ πλήθους τοῦ ἀπείρου λαοῦ συνδραμόντος διὰ τὰ ἄπειρα θαύματα. Πάντες δὲ οἱ ἀρχιερεῖς, καὶ οἱ πρεσβύτεροι, καὶ ὁ λαὸς, καὶ τὰ πλήθη τῶν Ἰουδαίων, ἀνδρῶν τε καὶ γυναικῶν καὶ παίδων, ἐπίστευσαν εἰς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν, κράζοντες καὶ λέγοντες· Δόξα σοι, Χριστὲ, ὃν οἱ πατέρες ἡμῶν ἐσταύρωσαν, καὶ ἀφ᾽ ἡμῶν νῦν σταυρωθεὶς ἐπὶ τῇ εἰκόνι σου.

Δόξα σοι, Υἱὲ τοῦ Θεοῦ τοῦ ζῶντος, ὁ τοσαῦτα ποιήσας θαυμάσια. Σοὶ πιστεύομεν· ἵλεως ἡμῖν γενοῦ, καὶ δέξαι ἡμᾶς. Ταῦτα ἐβόων ἅπαντες πενθοῦντες· καὶ αἱ βοαὶ αὐτῶν ἀνεπέμποντο, ἀρχιερέων χριόντων, καὶ πάντων θεραπευομένων καὶ ζωοποιουμένων.

Μετὰ δὲ τὸ πάντας ἰαθῆναι, αὖθις πρὸς ἐπίσκοπον τῆς ἐκεῖσε Ἐκκλησίας, ἤδη μεμαθηκόντα τὰ γενόμενα, τὰ πλήθη τῶν Ἰουδαίων κατέδραμον, κράζοντες· Εἷς Θεὸς ὁ Πατὴρ, εἷς Υἱὸς αὐτοῦ μονογενὴς, εἷς Χριστὸς ὃν οἱ πατέρες ἡμῶν ἐσταύρωσαν· αὐτὸν Θεὸν οἴδαμεν, τούτῳ ἡμεῖς πιστεύομεν. Πολλαῖς οὖν εὐφημίαις δοξάσαντες τὸν Θεὸν, τήν τε εἰκόνα τῷ ἀρχιεπισκόπῳ δείξαντες, καὶ ἀπαγγείλαντες ἃ ἐποίησαν τὴν τοῦ Χριστοῦ εἰκόνα, τό τε αἷμα καὶ τὸ ὕδωρ ἐμήνυον, καὶ τὸ πῶς ἐξελήλυθεν ἀπὸ τῆς πλευρᾶς τῆς εἰκόνος, τῶν τε ἀπείρων θαυμάτων τὰ γεγονότα.

Οὕτως ἅπαντα τὰ πλήθη τοῦ ἁγίου βαπτίσματος ἀξιωθῆναι ἱκέτευον. Οὓς λαβὼν ὁ ἐπίσκοπος ἅμα τῷ ἐκεῖσε κλήρῳ πάντας ἐπὶ πολλὰς ἡμέρας ἐβάπτισε. Τὴν δὲ συναγωγὴν ἐκκλησίαν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἀφιέρωσεν, ἐκείνων παρακαλεσάντων· τὰς δὲ λοιπὰς συναγωγὰς αὐτῶν μαρτύρια πεποίηκε.