Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Εἰς τὸ Νῦν ἡ ψυχή μου τετάρακται

Μέγας Αθανάσιος

Η υποταγή του ανθρωπίνου θελήματος και η ένωση με τον Θεό

Ερμηνεία της προσευχής του Κυρίου προ του πάθους, καταδεικνύοντας την πλήρη ταύτιση του ανθρωπίνου θελήματος με το θείο και την αποκατάσταση της ενώσεως με τον Πατέρα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 3 από 3

Εἰ γὰρ καὶ Θεὸς, ἀλλ᾽ ἐν σαρκὶ καὶ κατὰ σάρκα τὴν ὑπακοὴν πληροῖ, καὶ τοῦ θελήματος τῆς σαρκὸς τῷ θελήματι τῆς θεότητος κρατεῖ, καθάπερ εἴρηκεν· Ὅτι καταβέβηκα ἐκ τοῦ οὐρανοῦ, οὐχ ἵνα ποιῶ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ θέλημα τοῦ πέμψαντός με Πατρὸς, ἴδιον λέγων θέλημα αὐτοῦ τὸ τῆς σαρκός. Ἐπεὶ καὶ ἡ σὰρξ ἰδία αὐτοῦ γέγονεν· οὐ γάρ ἐστι θέλημα Υἱοῦ θεϊκὸν θελήματος Θεοῦ κεχωρισμένον.

Ἔδει δὲ τὸ τῆς σαρκὸς θέλημα κινηθῆναι, ὑποταγῆναι δὲ τῷ θελήματι τῷ θεϊκῷ. Καὶ οὕτως αἱ τῶν ἀνθρώπων παρακοαὶ λύονται διὰ τῆς παραδόξου ταύτης ὑπακοῆς, ἣν Χριστὸς ὑπήκουσεν ὑπὲρ ἡμῶν. Ὅρα δὴ, τοῦ κινήματος τοῦ σαρκικοῦ γενομένου, τί φησι· Καὶ τί εἴπω; Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης. Ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην. Πάτερ, δόξασόν σου τὸ ὄνομα. Τὸ, Τί εἴπω; Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης, ἐφθέγξατο κατὰ τὴν κίνησιν τῆς σαρκός· τὸ, διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην, θεότητος ὑπερνικώσης φθέγγεται, σχεδόν τοι μηδὲ φανῆναι τῷ σαρκικῷ θελήματι συγχωροῦντος τοῦ θεϊκοῦ. Τὸ γὰρ, Τί εἴπω; ὥσπερ ἐγκόπτοντός ἐστι ῥῆμα, ὡς φανῆναι μὲν ἡμῖν, ὅτι καὶ σὰρξ ἀληθὴς, ὑποταττομένη δὲ, καὶ οὐ δυναμένη περισπᾶσαι, καθάπερ ἵππος τὸν ἐπιβάτην, οὐδὲ ὅσον ὀκλάσαι τὴν χεῖρα τὴν ἡνιοχοῦσαν.

Καὶ δὴ καὶ τί λογίζεται τὸ πάθος; Οὐκ ἀδοξίαν, οὐκ αἰσχύνην, ἀλλὰ δόξαν ἑαυτοῦ καὶ τοῦ Πατρός. Καὶ ἐπισπεύδει μᾶλλον, ἢ ἀποτρέπει τὸ πάθος. Πάτερ, δόξασόν σου τὸ ὄνομα· οὐκ ἔσται, φησὶν, οὐδεμία παραίτησις παρ᾽ ἐμοῦ, ἀλλ᾽ εἴξει τὸ παραιτούμενον, καὶ κρατήσει τὸ μὴ παραιτούμενον. Σαρκικὴ μὲν γὰρ φύσις παραιτεῖται τὸν θάνατον, καὶ ἦν τοῦτο ἐν Χριστῷ, ἐπειδὴ καὶ γέγονε σὰρξ ὁ Λόγος ἀληθῶς· θεϊκὴ δὲ βούλησις αἱρεῖται τὴν κόσμου σωτηρίαν, ἣν ὁ θάνατος κατειργάσατο. Εἶτα πληρούμενον φαίνεται τὸ, Ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με. Λέγει ὁ Χριστός· Πάτερ, δόξασόν σου τὸ ὄνομα· καὶ ἀπόκρισις ἐξ οὐρανοῦ· Καὶ ἐδόξασα, καὶ πάλιν δοξάσω· ἵνα εἰδῶμεν, ὅτι διάστασις οὐδεμία, οὐδὲ χωρισμὸς τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ· μᾶλλον δὲ ἵνα κερδάνωμεν τὴν συνάφειαν ἡμῶν τὴν πρὸς Θεὸν ἐν Χριστῷ γενομένην. Οὐδεὶς μὲν γὰρ ἀνθρώπων, ὃς οὐκ ἀπέσπασεν ἑαυτὸν ἀπὸ θελήματος Θεοῦ κατά τι μέρος ἢ πράγματος ἢ χρόνου. Ἐν μόνῳ δὲ Χριστῷ τὸ ἀχώριστον τῆς θελήσεως ἐφυλάχθη· ᾧ συνακολουθοῦντες κερδαίνομεν τὴν συνάφειαν τὴν πρὸς Θεὸν, καὶ τὴν ἕνωσιν τὴν σωτήριον καθ᾽ ὁμοίωσιν αὐτοῦ, καθ᾽ ὁμοίωσιν τῆς θείας ἑνώσεως, ὡς αὐτὸς εἴρηκεν· Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν, οὕτω καὶ οὗτοι ἐν ἡμῖν ἓν ὦσιν.