Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Εἰς τὸ «Πορευθέντες εἰς τὴν κατέναντι κώμην»

Μέγας Αθανάσιος

Η αλληγορία της κώμης και η απελευθέρωση από τα δεσμά της αμαρτίας

Αλληγορική ερμηνεία της «κατέναντι κώμης» ως τόπου εξορίας και ασκητική προτροπή για τη μετάβαση από τον σαρκικό βίο στο επουράνιο πολίτευμα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 2 από 5

οὗτος δέ ἐστιν ὁ Χριστὸς ὁ σημαινόμενος, «κύριος τῶν δυνάμεων,» ὁ διὰ τὰς ἡμετέρας ἁμαρτίας κατελθὼν ἐξ οὐρανοῦ καὶ συλληφθεὶς καὶ τεχθεὶς καὶ ἐν φάτνῃ ἀνακλιθείς, ἕως οὗ σώσῃ τὸ γένος τὸ ἀνθρώπινον. οὕτω γὰρ φειδόμενος ἡμῶν ἀποστέλλει καὶ νῦν τοὺς ἑαυτοῦ μαθητὰς εἰς τὴν κατέναντι κώμην εἰπὼν πρὸς αὐτούς· «πορεύεσθε εἰς τὴν κατέναντι κώμην 〈καὶ〉 εὑρήσετε πῶλον δεδεμένον· λύσαντες ἀγάγετέ μοι.» καὶ πορεύονται οἱ ἅγιοι ἀπόστολοι καὶ λύουσι τὸν πῶλον κατὰ τὰ κελευσθέντα αὐτοῖς ὑπὸ τοῦ κυρίου. μεγάλων δέ ἐστιν ἀνδρῶν λῦσαι τὸν πῶλον τοῦτον, ἀγαπητοί. μεγάλων δέ φημι, οὐ τὴν σωματικὴν ἡλικίαν, ἀλλὰ μεγάλων ἐν πίστει, ἐν ἀγάπῃ, ἐν δικαιοσύνῃ, μεγάλων ἐν φρονήσει, ἐν ἀνδρείᾳ, ἐν ἀρετῇ. ὁποῖος μαρτυρεῖται καὶ Μωϋσῆς γεγονέναι, ὡς ὅταν ὁ ἀπόστολος λέγῃ περὶ αὐτοῦ· «πίστει Μωϋσῆς μέγας γενόμενος ἠρνήσατο λέγεσθαι υἱὸς θυγατρὸς φαραώ.» ἀλλὰ καὶ προκόπτων Ἰσαὰκ μέγας ἐγένετο. τῶν γὰρ οὕτω μεγάλων ἐστὶ λῦσαι τὸν πῶλον τοῦτον. καὶ εἴθε κἀγὼ τηλικοῦτος ἤμην, ὡς δυνηθῆναί με τῶν παρόντων λῦσαι τοὺς δεσμούς. ἕκαστος γὰρ ἡμῶν δέδεται τοῖς τῆς ἁμαρτίας δεσμοῖς ὡς καὶ ἡ γραφὴ μαρτυρεῖ λέγουσα, ὅτι «σειραῖς τῶν ἑαυτοῦ ἁμαρτιῶν ἕκαστος σφίγγεται.» εὐξώμεθα οὖν, ἵνα καὶ πρὸς ἡμᾶς ἀποστείλῃ ὁ Ἰησοῦς τοὺς ἑαυτοῦ μαθητάς, ὅπως καὶ ἡμᾶς λύσωσιν ἀφ᾽ ὧν ἕκαστος ἡμῶν δέδεται δεσμῶν.

ὁ μὲν γὰρ ἡμῶν δέδεται φιλαργυρίᾳ, ὁ δὲ συμπέπλεκται πορνείᾳ· καὶ ἄλλος μὲν τῇ μέθῃ συνδέδεται, ἕτερος δὲ κεκράτηται ὑπὸ κενοδοξίας· καὶ ὃς μὲν ἀδικεῖ, ὃς δὲ ἁρπάζει τὰ τοῦ πλησίον καὶ τοῦ πένητος, ἄλλος δὲ τόκον ἐπὶ τόκῳ λαμβάνει. καὶ τέλος πάντες ἠσθενήσαμεν ἐν ταῖς ἀδικίαις ἑαυτῶν καὶ χρῄζομεν τῆς παρὰ τοῦ σωτῆρος ἰάσεως· καὶ χρῄζομεν αὐτοῦ, ἵνα καὶ πρὸς ἡμᾶς ἀποστείλῃ τοὺς ἑαυτοῦ μαθητὰς καὶ λύσωσιν ἡμᾶς ἐκ τῶν τοῦ διαβόλου δεσμῶν. οὕτω γάρ φησι πρὸς τοὺς μαθητάς· «πορεύεσθε εἰς τὴν κατέναντι κώμην καὶ εὑρήσετε πῶλον δεδεμένον· λύσαντες αὐτὸν ἀγάγετέ μοι.» κώμην δὲ τὴν κατέναντι ὅταν ἀκούσῃς, τὸν περίγειον τόπον ὑπολάμβανε· ἡ γὰρ πόλις ἐστὶν ἐπουράνιος. ὡς καὶ ὁ μακάριος Παῦλος γράφει λέγων· «οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν,» «ἧς τεχνίτης καὶ δημιουργὸς ὁ θεός.» καὶ πάλιν ὁ αὐτός φησιν· «οὐ γὰρ προσεληλύθατε ψηλαφωμένῳ ὄρει καὶ κεκαυμένῳ πυρί, ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει καὶ πόλει θεοῦ ζῶντος, Ἰερουσαλὴμ ἐπουρανίῳ, καὶ μυριάσιν ἀγγέλων πανηγύρει.» Τοιοῦτοι δὲ ἦσαν πάντες οἱ ἅγιοι καὶ ὅσιοι κατὰ τὸν Παῦλον πολιτευόμενοι ταύτης ὀρέγονται. ἄκουε γὰρ αὐτοῦ λέγοντος· «εἰ γὰρ ἐκείνης ἐμνημόνευον ἀφ᾽ ἧς ἐξεβλήθησαν, εἶχον ἂν καιρὸν ἀνακάμψαι· νῦν δὲ κρείττονος ὀρέγονται, τουτέστιν ἐπουρανίου.»

τοιοῦτοι δὲ ἦσαν οἱ ἅγιοι ἀπόστολοι καὶ μαθηταὶ τοῦ κυρίου, οἵτινες μετὰ τοῦ Πέτρου λέγουσιν· «ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι.» ἀποστέλλονται οὖν λῦσαι τὸν προειρημένον πῶλον. ἡ γὰρ τοῦ σωτῆρος ἡμῶν παρουσία καὶ φιλανθρωπία ἀνεκαλέσατο ἡμᾶς ἐκ τῆς κατέναντι κώμης εἰς τὴν ἐπουράνιον πόλιν, τὴν ἄνω Ἰερουσαλήμ. οἶμαι γὰρ ὅτι διὰ τὴν γενομένην τοῦ Ἀδὰμ παρακοὴν ἐξεβλήθημεν ἐκ τοῦ παραδείσου καὶ εἰς κώμην τὴν κατέναντι ἀπῳκίσθημεν. «ἐξέβαλε» γάρ φησιν «ὁ θεὸς τὸν Ἀδὰμ καὶ κατῴκισεν αὐτὸν ἀπέναντι τοῦ παραδείσου τῆς τρυφῆς.» καὶ ὧδε οὖν εἰς τὴν κατέναντι κώμην ἀποστέλλονται οἱ μαθηταὶ ὑπὸ τοῦ Ἰησοῦ λῦσαι τὸν προλεχθέντα πῶλον. καὶ ὅρα μήποτε διὰ τὸν ἐκβληθέντα ἀπέναντι τοῦ παραδείσου οἱ μαθηταὶ ἀποστέλλονται εἰς τὴν κατέναντι κώμην ὑπὸ τοῦ Ἰησοῦ λῦσαι τὸν πῶλον τοῦτον. διὰ γὰρ τοῦτο ἐπεδήμησεν ὁ σωτὴρ καταλιπὼν τὰ ἐνενήκοντα ἐννέα πρόβατα τὰ μὴ πεπλανημένα, ὅπως πορευθεὶς ζητήσῃ τὸ πεπλανημένον καὶ εὑρὼν αὐτὸ χαίρει ἐπ᾽ αὐτῷ. συγχαίρουσι δὲ καὶ οἱ ἄγγελοι «ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι.» ζητητέον δὲ εἰ μόνοι τῆς τοῦ πώλου διακονίας ἕνεκεν ἀπεστάλησαν οἱ μαθηταὶ εἰς τὴν κατέναντι κώμην. οἶδα γὰρ ὅτι πρὸ τῶν ἀποστόλων ἀόρατοι δυνάμεις διηκόνουν τῷ Ἰησοῦ.

ἴσως οὖν καὶ αὐτὰς τὰς δυνάμεις μαθητευομένας αὐτῷ ὁ κύριος ἀπέστειλεν ἅμα τοῖς περὶ τὸν Πέτρον εἰς τὴν κατέναντι κώμην λῦσαι τὸν πῶλον. ἄκουε γὰρ τοῦ εὐαγγελιστοῦ περὶ τοῦ κυρίου λέγοντος· «καὶ ἰδού» φησιν «ἄγγελοι ἐλθόντες διηκόνουν αὐτῷ.» περὶ δὲ τῆς ἀνθρωπότητος βοᾷ Δαυὶδ λέγων· «ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος, ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς.» μηδεὶς τοίνυν ἐν σώματι διατρίβων καὶ εἰς τὸν βίον τοῦτον περισπώμενος νομιζέτω ὅτι ἔνδον ἐστὶ πόλεως. οὐ δύναται γὰρ ὁ «τὰ τῆς σαρκὸς φρονῶν» ἐν ταύτη τῇ μεγάλῃ πόλει εὑρεθῆναι, ἀλλ᾽ ἐν κώμῃ ἔτι διατρίβει ὁ τοιοῦτος. «τὸ» γὰρ «φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς θεόν ἐστιν.» εἰδέναι οὖν δεῖ, ὅτι ὁ κώμην οἰκῶν οὐ πολιτεύεται τῇ ψυχῇ, οὐ στρατηγεῖ τῇ γνώμῃ, οὐκ ἄρχει ἑαυτοῦ· πόλεως γὰρ μεγάλης ἀληθῶς ταῦτα ἴδια. ὅταν γάρ τις ἐν ἀρετῇ πολιτεύηται καὶ σωφροσύνην στρατηγήσῃ καὶ σοφίαν βουλεύσηται καὶ ἐγκρατείας ἄρξῃ, τότε τῶν ἁγίων μιμητὴς γενήσεται. οἱ γὰρ ἅγιοι «οὐκ ἔχουσιν ὧδε μένουσαν πόλιν, ἀλλ᾽» ὡς προεῖπον «τὴν μέλλουσαν ἐπιζητοῦσιν,» «ἧς τεχνίτης καὶ δημιουργὸς ὁ θεός.» ἄκουε γὰρ τοῦ ἀποστόλου λέγοντος· ἐπὶ τῆς γῆς «περιπατοῦντες» ἐν οὐρανοῖς τὸ πολίτευμα ἔχομεν. καὶ ὑμῶν δὲ «τὸ πολίτευμα ἐν οὐρανοῖς ὑπαρχέτω,» ἀγαπητοί.

σημαίνει γὰρ ὁ ἅγιος Παῦλος διὰ τοῦτο ἐπὶ γῆς ‘περιπατοῦντες’ τὴν προκοπὴν τὴν γενομένην τοῖς μετὰ τὰ ἐνθάδε ἐν οὐρανῷ πολιτεύεσθαι μέλλουσι.