Εἰ γὰρ, ἐπεὶ μὴ κτίσμα ἐστὶ τὸ Πνεῦμα (τοῦτο γὰρ ἐδείχθη), ἐρωτᾶτε, Υἱὸς οὖν ἐστι τὸ Πνεῦμα; ὥρα, μαθόντας ὑμᾶς, ὅτι μὴ κτίσμα ἐστὶν ὁ Υἱὸς (διὰ τούτου γὰρ τὰ γενητὰ ἐκτίσθη), ἐρωτᾷν, Πατὴρ οὖν ἐστιν ὁ Υἱός; Ἢ καὶ οὕτως· Τὸ Πνεῦμα οὖν ἐστιν ὁ Υἱὸς, καὶ ὁ Υἱὸς αὐτός ἐστι τὸ Πνεῦμα τὸ ἅγιον; Τοιαῦτα δὲ λογιζόμενοι, ἔξω μὲν τῆς ἁγίας Τριάδος ἔσονται, ἄθεοι δὲ κριθήσονται, ἀλλάσσοντες τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ ἁγίου Πνεύματος· μεταφέροντές τε αὐτὸ, ὡς θέλουσιν, ἐν ὁμοιώματι γενέσεως ἀνθρωπίνης, ἔκγονα καὶ πάππους ὀνομάζοντες, καὶ τὴν Ἑλλήνων θεογονίαν ἑαυτοῖς ἀναπλασσόμενοι. Οὐκ ἔστι δὲ αὕτη τῆς Ἐκκλησίας ἡ πίστις, ἀλλ᾽ ὡς εἶπεν ὁ Σωτὴρ, εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα· Πατέρα μέντοι, οὐ δυνάμενον λέγεσθαι πάππον, καὶ Υἱὸν οὐ δυνάμενον λέγεσθαι Πατέρα, καὶ Πνεῦμα ἅγιον οὐκ ἄλλως ἢ οὕτως ὀνομαζόμενον. Ἐπὶ ταύτης τῆς πίστεως οὐκ ἔστιν ἐναλλὰξ εἰπεῖν· ἀλλ᾽ ἀεὶ ὁ Πατὴρ Πατήρ ἐστι, καὶ ὁ Υἱὸς ἀεὶ Υἱὸς, καὶ τὸ Πνεῦμα τὸ ἅγιον ἀεὶ Πνεῦμα ἅγιόν ἐστι καὶ λέγεται. Ἐπὶ μὲν γὰρ τῶν ἀνθρωπίνων, οὐκ ἔστιν οὕτως, κἂν οἱ Ἀρειανοὶ τοιαῦτα φαντάζωνται. Ὡς γὰρ γέγραπται, «Οὐχ ὡς ἄνθρωπος ὁ Θεός,» οὕτως ἄν τις εἴποι, οὐχ ὡς Θεὸς οἱ ἄνθρωποι. Ἐπὶ γὰρ τῶν ἀνθρώπων, οὐκ ἔστιν ὁ πατὴρ ἀεὶ πατὴρ, οὐδὲ ὁ υἱὸς ἀεὶ υἱός.