Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ἐπιστολὴ πρὸς Ἰοβιανὸν καὶ ἐπιστολὴ Ἰοβιανοῦ πρὸς Ἀθανάσιον

Μέγας Αθανάσιος

Το Σύμβολο της Νικαίας και η θεολογία περί του ομοουσίου

Παράθεση της ομολογίας της εν Νικαία συνόδου με τους αναθεματισμούς κατά της αρειανής διδασκαλίας και θεολογική ερμηνεία της θέσης του Αγίου Πνεύματος στο τριαδικό δόγμα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 3 από 4

Ἔστι μὲν οὖν ἡ παρὰ τῶν πατέρων ὁμολογηθεῖσα πίστις ἐν Νικαίᾳ αὕτη· «Πιστεύομεν εἰς ἕνα θεόν, πατέρα παντοκράτορα, πάντων ὁρατῶν τε καὶ ἀοράτων ποιητήν, καὶ εἰς τὸν ἕνα κύριον Ἰησοῦν Χριστόν, τὸν υἱὸν τοῦ θεοῦ, γεννηθέντα ἐκ τοῦ πατρὸς μονογενῆ, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ πατρός, θεὸν ἐκ θεοῦ, φῶς ἐκ φωτός, θεὸν ἀληθινὸν ἐκ θεοῦ ἀληθινοῦ, γεννηθέντα οὐ ποιηθέντα, ὁμοούσιον τῷ πατρί, δι’ οὗ τὰ πάντα ἐγένετο τά τε ἐν τῷ οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς, τὸν δι’ ἡμᾶς τοὺς ἀνθρώπους καὶ διὰ τὴν ἡμετέραν σωτηρίαν κατελθόντα καὶ σαρκωθέντα, ἐνανθρωπήσαντα, παθόντα καὶ ἀναστάντα τῇ τρίτῃ ἡμέρᾳ, καὶ ἀνελθόντα εἰς τοὺς οὐρανούς, ἐρχόμενον κρῖναι ζῶντας καὶ νεκρούς, καὶ εἰς τὸ ἅγιον πνεῦμα. τοὺς δὲ λέγοντας ‹ἦν ποτε ὅτε οὐκ ἦν› καὶ ‹πρὶν γεννηθῆναι οὐκ ἦν› καὶ ὅτι ‹ἐξ οὐκ ὄντων ἐγένετο› ἢ ‹ἐξ ἑτέρας ὑποστάσεως ἢ οὐσίας› φάσκοντας εἶναι ἢ ‹κτιστὸν› ἢ ‹τρεπτὸν› ἢ ‹ἀλλοιωτὸν› τὸν υἱὸν τοῦ θεοῦ, τούτους ἀναθεματίζει ἡ καθολικὴ καὶ ἀποστολικὴ ἐκκλησία.» Ταύτῃ τῇ πίστει, θεοσεβέστατε Αὔγουστε, πάντας ἐπιμένειν ἀναγκαῖον ὡς θείᾳ καὶ ἀποστολικῇ καὶ μηδένα μετακινεῖν αὐτὴν πιθανολογίαις καὶ λογομαχίαις, ὅπερ πεποιήκασιν ἐξ ἀρχῆς οἱ Ἀρειομανῖται, ‹ἐξ οὐκ ὄντων› τὸν υἱὸν τοῦ θεοῦ λέγοντες καὶ ὅτι ‹ἦν ποτε ὅτε οὐκ ἦν› καὶ ‹κτιστὸς› καὶ ‹ποιητὸς› καὶ ‹τρεπτός› ἐστι.

διὰ τοῦτο γάρ, καθὰ προείπομεν, καὶ ἡ ἐν Νικαίᾳ σύνοδος ἀνεθεμάτισε τὴν τοιαύτην αἵρεσιν, τὴν δὲ τῆς ἀληθείας πίστιν ὡμολόγησεν. οὐ γὰρ ἁπλῶς ὅμοιον εἰρήκασι τὸν υἱὸν τῷ πατρί, ἵνα μὴ ἁπλῶς ὅμοιος θεῷ, ἀλλ’ ἐκ θεοῦ θεὸς ἀληθινὸς πιστεύηται, ἀλλ’ ὁμοούσιος ἔγραψαν, ὅπερ ἴδιόν ἐστι γνησίου καὶ ἀληθινοῦ υἱοῦ ἐξ ἀληθινοῦ καὶ φύσει πατρός. ἀλλ’ οὐδὲ ἀπηλλοτρίωσαν τὸ πνεῦμα τὸ ἅγιον ἀπὸ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ, ἀλλὰ μᾶλλον συνεδόξασαν αὐτὸ τῷ πατρὶ καὶ τῷ υἱῷ ἐν τῇ μιᾷ τῆς ἁγίας τριάδος πίστει διὰ τὸ καὶ μίαν εἶναι τὴν ἐν τῇ ἁγίᾳ τριάδι θεότητα. <...>