Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ἐπιστολὴ πρὸς Ἰοβιανὸν καὶ ἐπιστολὴ Ἰοβιανοῦ πρὸς Ἀθανάσιον

Μέγας Αθανάσιος

Επιστολή του αυτοκράτορα Ιοβιανού προς τον Αθανάσιο

Το αυτοκρατορικό έγγραφο με το οποίο εξυμνείται η αρετή του Αθανασίου και ανακοινώνεται επισήμως η αποκατάστασή του στον αρχιεπισκοπικό θρόνο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 4 από 4

Ἴσον ἐπιστολῆς Ἰωβιανοῦ βασιλέως πεμφθείσης πρὸς Ἀθανάσιον τὸν ἁγιώτατον ἀρχιεπίσκοπον Ἀλεξανδρείας Τῷ θεοφιλεστάτῳ καὶ φίλῳ τοῦ θεοῦ Ἀθανασίῳ Ἰωβιανός. Τοῦ ἐπιεικεστάτου σου βίου καὶ τῆς πρὸς τὸν θεὸν τῶν ὅλων ὁμοιώσεως καὶ τὸν σωτῆρα ἡμῶν τὸν Χριστὸν διαθέσεως τὰ καθορθώματα ὑπερθαυμάζοντες ἀποδεχόμεθά σε, ἐπίσκοπε τιμιώτατε, καὶ ὅτι μὲν πάντα πόνον καὶ τῶν διωκόντων τὸν φόβον οὐκ ἔπτηξας καὶ κινδύνους καὶ ξίφους ἀπειλὰς ὡς σκύβαλα ἡγησάμενος τῆς φίλης σοι ὀρθοδόξου πίστεως τοὺς οἴακας κατέχων ἕως τοῦ νῦν ὑπὲρ τῆς ἀληθείας ἀγωνίζῃ, ὑπογραμμὸν δὲ τῷ λαῷ παντὶ τῶν πιστῶν καὶ τύπον σεαυτὸν τῆς ἀρετῆς προσφερόμενος διατελεῖς. ἀνακτᾶταί σε τοίνυν ἡ ἡμετέρα βασιλεία καὶ ἐπανελθεῖν βούλεται πρὸς τὴν τῆς σωτηρίας διδασκαλίαν. ἐπάνιθι τοίνυν εἰς τὰς ἁγίας ἐκκλησίας καὶ ποίμαινε τὸν τοῦ θεοῦ λαόν, καὶ τὰς ὑπὲρ τῆς ἡμετέρας πραότητος προθύμως εὐχὰς ἀναπέμπετε εἰς θεόν. οἴδαμεν γὰρ ὅτι τῇ σῇ ἱκεσίᾳ ἡμεῖς τε καὶ οἱ σὺν ἡμῖν τὰ Χριστιανῶν φρονοῦντες μεγάλην ἀντίληψιν σχοίημεν παρὰ τοῦ ὑπερέχοντος θεοῦ. <...>