Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ἐπιστολὴ πρὸς τοὺς ἐπισκόπους Αἰγύπτου καὶ Λιβύης

Μέγας Αθανάσιος

Η κατάχρηση των Γραφών και η απόκρυψη του αιρετικού φρονήματος

Προειδοποίηση προς τους επισκόπους για την τακτική των Αρειανών να χρησιμοποιούν βιβλικά χωρία προκειμένου να συγκαλύψουν τις θέσεις τους και να αποφύγουν τον ανοιχτό δογματικό έλεγχο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 3 από 7

Ἐκεῖνοι μὲν οὖν τοιαῦτα μηχανῶνται κατὰ τῆς ἀληθείας· ἡ δὲ γνώμη τούτων ἔκδηλος ἔσται πᾶσι, κἂν μυριάκις ὡς ἐγχέλυες ἐξολισθαίνειν ἐπιχειρῶσι καὶ λανθάνειν ὡς χριστομάχοι. διὰ τοῦτο παρακαλῶ· «μηδεὶς ὑμῶν ἀπατάσθω», μηδεὶς ὑφαρπαζέσθω· ἀλλὰ μᾶλλον ὡς Ἰουδαϊκῆς ἀσεβείας ἐπιβαινούσης κατὰ τῆς εἰς Χριστὸν πίστεως πάντες ζηλώσατε τῷ κυρίῳ· καὶ κατέχων ἕκαστος τὴν ἐκ πατέρων πίστιν, ἣν καὶ οἱ ἐν Νικαίᾳ συνελθόντες ὑπέμνησαν γράψαντες, μὴ ἀνέχεσθε τῶν κατ’ αὐτῆς καινοτομεῖν ἐπιχειρούντων. κἂν γὰρ τὰς ἀπὸ τῶν γραφῶν λέξεις γράφωσι, μὴ ἀνέχεσθε τῶν γραφόντων· κἂν τὰ ῥήματα τῆς ὀρθοδοξίας φθέγγωνται, μηδ’ οὕτως τοῖς λαλοῦσι προσέχετε. οὐ γὰρ ὀρθῇ διανοίᾳ λαλοῦσιν, ἀλλ’ ὡς «ἔνδυμα προβάτου» τὰ ῥήματα περιβαλλόμενοι ἔνδοθεν τὰ Ἀρείου φρονοῦσιν ὡς ὁ τῶν αἱρέσεων καθηγεμὼν διάβολος. καὶ γὰρ κἀκεῖνος ἐλάλει μὲν τὰ ἐκ τῶν γραφῶν, ἐφιμώθη δὲ παρὰ τοῦ σωτῆρος. εἰ γὰρ ἃ ἔλεγε καὶ ἐφρόνει, οὐκ ἂν ἐξέπεσεν ἐκ τῶν οὐρανῶν· νῦν δὲ τῷ φρονήματι πεσὼν ὑποκρίνεται τοῖς ῥήμασιν ὁ πανοῦργος· πολλάκις δὲ καὶ ἐξ Ἑλληνικῆς κομψολογίας καὶ τοῖς ταύτης σοφίσμασι πειράζει πλανᾶν ὁ κακοθελής.

εἰ μὲν οὖν παρὰ ὀρθοδόξων ἦν τὰ γραφόμενα, οἷα ἐγεγόνει παρὰ τοῦ μεγάλου καὶ ὁμολογητοῦ Ὁσίου καὶ Μαξιμίνου τοῦ τῆς Γαλλίας ἢ τοῦ διαδεξαμένου τοῦτον ἢ παρὰ Φιλογονίου καὶ Εὐσταθίου τῶν τῆς Ἀνατολῆς ἢ Σιλβέστρου καὶ Ἰουλίου καὶ Λιβερίου τῶν ἐπισκόπων Ῥώμης ἢ [Σιλβέστρου καὶ] Πρωτογένους τοῦ τῆς Δακίας ἢ Κυριακοῦ τοῦ τῆς Μυσίας ἢ Πιστοῦ καὶ Ἀρισταίου τῶν ἀπὸ τῆς Ἑλλάδος ἐπισκόπων ἢ Λεοντίου καὶ Εὐψυχίου τῶν τῆς Καππαδοκίας ἐπισκόπων ἢ Κεκιλιανοῦ τοῦ τῆς Ἀφρικῆς ἢ Εὐστοργίου τοῦ τῆς Ἰταλίας ἢ Καπίτωνος τοῦ ἀπὸ τῆς Σικελίας ἢ Μακαρίου τοῦ τῆς Ἱερουσαλὴμ ἢ Ἀλεξάνδρου τοῦ τῆς Κωνσταντινουπόλεως ἢ Παιδέρωτος τοῦ τῆς Ἡρακλείας ἢ τῶν μεγάλων Μελετίου καὶ Βασιλείου καὶ Λογγιανοῦ καὶ τῶν σὺν αὐτοῖς τῶν ἀπὸ τῆς Ἀρμενίας καὶ Πόντου ἢ Λούπου καὶ Ἀμφίωνος τοῦ ὁμολογητοῦ καὶ ἐπισκόπων τῆς Κιλικίας ἢ Ἰακώβου καὶ τῶν σὺν αὐτῷ τῶν ἀπὸ τῆς μέσης τῶν ποταμῶν ἢ τοῦ ἡμετέρου τοῦ μακαρίου Ἀλεξάνδρου καὶ τῶν ὁμοδόξων αὐτοῖς, οὐδὲν ἦν ἐν τοῖς γραφομένοις ὑποπτεύειν· ἄδολος γὰρ καὶ ἁπλοῦς ὁ τῶν ἀποστολικῶν ἀνδρῶν ἐστι τρόπος.

Ἐπειδὴ δὲ παρὰ τῶν διὰ τὸ συνηγορεῖν τῇ αἱρέσει χάριν μισθωθέντων ἐστὶ τὰ γραφέντα, κατὰ δὲ τὴν θείαν παροιμίαν οἱ «λόγοι τῶν ἀσεβῶν εἰσι δόλιοι» καὶ «στόμα ἀσεβῶν ἀποκρίνεται κακὰ» καὶ «κυβερνῶσιν ἀσεβεῖς δόλους», γρηγορεῖν δεῖ, ὡς εἶπεν ὁ κύριος, ἀδελφοί, καὶ νήφειν, μή τις ἐκ τῆς κομψολογίας καὶ πανουργίας ἀπάτη γένηται, μὴ τῷ ὀνόματί τις ἔλθῃ λέγων ὅτι ‹κἀγὼ τὸν Χριστὸν καταγγέλλω› καὶ μετ’ ὀλίγον ἀντίχριστος γνωσθῇ. ἀντίχριστοι δὲ οὗτοι τυγχάνουσιν, ὅσοι διὰ τὴν Ἀρείου μανίαν ἔρχονται πρὸς ὑμᾶς. τί γὰρ λείπει παρ’ ὑμῖν, ἵνα ἔξωθέν τις ὑμῖν ἐπιδημήσῃ; ἢ τίνος αἱ κατ’ Αἴγυπτον καὶ τὰς Λιβύας καὶ τὴν Ἀλεξάνδρειαν ἐκκλησίαι χρείαν ἔχουσιν, ἵνα ἀντὶ ξύλων καὶ φορτίων πραγματευόμενοι τὴν ἐπισκοπὴν ἐπιβαίνωσι ταῖς μὴ προσηκούσαις αὐτοῖς ἐκκλησίαις; τίς οὐκ οἶδε, τίς οὐ θεωρεῖ λευκῶς, ὅτι ταῦτα πάντα πράττουσι διὰ τὴν ὑπὲρ τῆς ἀσεβείας σύστασιν; διὰ τοῦτο, κἂν «ἐνεοὺς ἑαυτοὺς ποιῶσι» κἂν μείζονα κράσπεδα τῶν Φαρισαίων περιδήσωσιν ἑαυτοῖς, κἂν πλατύνωσιν ἑαυτοὺς τοῖς φθέγμασι καὶ τὸν τόνον ἀσκήσωσι τῆς φωνῆς, οὐκ ὀφείλουσι πιστεύεσθαι· οὐ γὰρ ἡ λέξις, ἀλλ’ ἡ διάνοια καὶ ἡ μετ’ εὐσεβείας ἀγωγὴ συνίστησι τὸν πιστόν.

διὰ τοῦτο οἱ Σαδδουκαῖοι καὶ οἱ Ἡρωδιανοὶ καίπερ τὸν νόμον διὰ χειλέων ἔχοντες ἐνετράπησαν παρὰ τοῦ σωτῆρος ἀκούσαντες· «πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ». καὶ δέδεικται πᾶσιν, ὅτι καὶ οἱ δοκοῦντες τὸν νόμον λαλεῖν ἠλέγχθησαν τὴν διάνοιαν ὄντες αἱρετικοὶ καὶ θεομάχοι. ἄλλους μὲν οὖν ἐπλάνησαν τοιαῦτα λέγοντες, τὸν δὲ κύριον γενόμενον ἄνθρωπον οὐκ ἠδυνήθησαν ἀπατῆσαι· «ὁ λόγος γὰρ σὰρξ ἐγένετο», ὁ «γινώσκων τοὺς διαλογισμοὺς τῶν σοφῶν ὅτι εἰσὶ μάταιοι». οὕτω γὰρ καὶ Ἰουδαίους ὑφαρπάζοντας ἤλεγξε λέγων· «εἰ ὁ θεὸς πατὴρ ὑμῶν ἦν, ἠγαπᾶτέ με ἄν· ἐγὼ γὰρ ἐκ τοῦ πατρὸς ἐξῆλθον, καὶ ἥκω» πρὸς ὑμᾶς· οὕτω μοι καὶ νῦν οὖτοι δοκοῦσι ποιεῖν· κρύπτουσι γὰρ ἃ φρονοῦσι καὶ λοιπὸν εἰς τὸ γράφειν κιχρῶνται παρὰ τῶν γραφῶν τὰς λέξεις, ἵν’ ἐν αὐταῖς «δελεάσαντες» ὑποσύρωσιν εἰς τὴν ἰδίαν κακίαν τοὺς ἀγνοοῦντας.

Θεάσασθε δὲ εἰ μὴ οὕτως ἔχει· εἰ μὲν γὰρ μηδενὸς ὑποκειμένου γράφουσι περὶ πίστεως, περιττὸν τὸ ἐπιχείρημα, τάχα δὲ καὶ ἐπιβλαβές, ὅτι μηδεμιᾶς ζητήσεως οὔσης αὐτοὶ πρόφασιν λογομαχίας παρέχουσιν ἀνασκευάζοντες τὰς ἀκάκους τῶν ἀδελφῶν καρδίας καὶ παρασπείροντες ἃ μηδὲ «εἰς νοῦν αὐτῶν ποτε ἀνέβη»· εἰ δὲ διὰ τὴν Ἀρειανὴν αἵρεσιν ἀπολογούμενοι γράφειν ἐπιχειροῦσιν, ἔδει τῶν φύντων κακῶν τὰ σπέρματα προανελεῖν καὶ τοὺς τὰ σπέρματα παρασχόντας στηλιτεῦσαι καὶ οὕτως τὰ ἀντ’ ἐκείνων γράφειν ὀρθῶς ἢ ἐκδικεῖν φανερῶς τὰ Ἀρείου, ἵνα μὴ κεκρυμμένοι, ἀλλὰ φανερῶς χριστομάχοι δεικνύωνται, καὶ πάντες αὐτοὺς φεύγωσιν «ὡς ἀπὸ προσώπου ὄφεως». νῦν δὲ κἀκεῖνα κρύπτουσι, καὶ περὶ ἄλλων προσποιούμενοι γράφουσι. καὶ ὥσπερ ἰατρὸς κληθεὶς πρὸς πληγέντα καὶ κάμνοντα καὶ εἰσελθὼν περὶ μὲν τῶν τραυμάτων μηδὲν λέγοι, περὶ δὲ τῶν ὑγιαινόντων μελῶν διαλέγοιτο, πολλῆς ἂν ἐμβροντησίας καταγνωσθείη, ὅτι ὧν μὲν χάριν εἰσῆλθε, σιωπᾷ, τῶν δὲ ἄλλων, ὧν οὐκ ἔστιν αὐτοῦ χρεία, διαλέγεται, τὸν αὐτὸν τρόπον καὶ οὖτοι τὰ μὲν τῆς αἱρέσεως ἀφιᾶσιν, ἕτερα δὲ γράφειν ἐπιχειροῦσιν.

ἔδει δέ, εἰ περὶ πίστεως ἐφρόντιζον καὶ τὸν Χριστὸν ἠγάπων, πρῶτον τὰ κατ’ αὐτοῦ βλάσφημα ῥήματα προανελεῖν καὶ οὕτως ἀντ’ ἐκείνων τοὺς ὑγιεινοὺς λέγειν τε καὶ γράφειν λόγους· ἀλλ’ οὔτε αὐτοὶ τοῦτο ποιοῦσιν οὔτε τοὺς θέλοντας ποιεῖν ἐπιτρέπουσιν ἢ ἀγνοοῦντες ἢ τέχνῃ πανουργίας χρώμενοι.

Εἰ μὲν οὖν ἀγνοοῦντες τοῦτο πάσχουσι, προπετείας ἂν ἐγκαλοῖντο, ὅτι περὶ ὧν οὐκ ἴσασι διαβεβαιοῦνται· εἰ δὲ γινώσκοντες ἀποπροσποιοῦνται, μείζων κατ’ αὐτῶν ἡ κατάγνωσις, ὅτι περὶ μὲν τῶν ἰδίων βουλευόμενοι πάρεργον οὐδὲν τίθενται. περὶ δὲ τῆς εἰς τὸν κύριον ἡμῶν πίστεως γράφοντες παίζουσι καὶ πάντα μᾶλλον ἢ ἀληθεύουσι. καὶ κρύπτουσι μὲν περὶ ὧν ἡ αἵρεσις αὐτῶν ἐγκαλεῖται, λέγουσι δὲ τὰς ἀπὸ τῶν γραφῶν λέξεις· ἔστι δὲ τοῦτο κλοπὴ τῆς ἀληθείας ἄντικρυς καὶ πάσης ἀδικίας μεστόν. καὶ τοῦτο εὖ οἶδα ὅτι καὶ ἡ ὑμετέρα θεοσέβεια συνορᾶν ἐκ τούτων καλῶς δυνήσεται· οὐδεὶς ἐγκαλούμενος περὶ μοιχείας ἀπολογεῖται περὶ κλοπῆς οὐδὲ φόνου τις ἔγκλημα διώκων ἀνέχεται τῶν κατηγορουμένων, εἰ ἀπολογοῖντο λέγοντες· οὐκ ἐπιωρκήσαμεν, ἀλλὰ καὶ τὴν παρακαταθήκην ἐφυλάξαμεν. μᾶλλον γάρ ἐστι τοῦτο παίγνιον ἢ λύσις ἐγκλήματος καὶ ἀληθείας ἀπόδειξις. τί γὰρ φόνος πρὸς παρακαταθήκην; ἢ τί μοιχεία πρὸς κλοπήν; εἰ γὰρ καὶ ἀλλήλων ἔχονται αἱ κακίαι ἐκ τῆς αὐτῆς καρδίας ἐξερχόμεναι, ἀλλ’ ὡς πρὸς τὸ λῦσαι τὸ πλημμεληθὲν οὐδεμίαν εἰς τοῦτο πρὸς ἑαυτὰς ἔχουσι τὴν κοινωνίαν.

ὁ οὖν Ἄχαρ, ὡς ἐν τῷ Ἰησοῦ τῷ τοῦ Ναυῆ γέγραπται, ἐγκαλούμενος περὶ κλοπῆς, οὐ τὴν ἐν τοῖς πολέμοις εὔνοιαν προφέρων ἀπελογεῖτο, ἀλλ’ ἐλεγχθεὶς ἐν τῷ κλέμματι λίθοις ἐβλήθη παρὰ πάντων· καὶ Σαοὺλ δὲ ὀλιγωρίας καὶ παρανομίας ἐγκαλούμενος οὐδὲν ὤνησεν ἄλλοις προφασιζόμενος· οὐδὲ γὰρ ἡ ἐν ἄλλοις ἀπολογία λύσιν ἄλλων ἐγκλημάτων ἐργάζεται. ἀλλ’ εἰ ἄρα δεῖ νομίμως καὶ δικαίως πάντα πράττειν, προσήκει περὶ ὧν ἐγκαλεῖταί τις, περὶ τούτων καὶ ἀπολογεῖσθαι καὶ ἢ δεικνύειν, ὅτι μὴ πεποίηκεν, ἢ ὁμολογεῖν, εἰ ἐλέγχοιτο, μηκέτι δρᾶν μηδὲ ποιήσειν τὰ αὐτά. ἂν δ’ ἄρα πεποίηκε καὶ δέδρακεν, εἰ δὲ μήθ’ ὁμολογοίη, ἀλλὰ καὶ κρύπτων ἕτερα ἀνθ’ ἑτέρων λέγοι, δῆλός ἐστιν οὐκ ὀρθῶς πράξας, ἀλλὰ καὶ συνειδὼς αὐτὸς ἑαυτῷ παράνομον. τί δὲ δεῖ λόγων μακρῶν, ὅπου γε αὐτοὶ οὖτοι κατήγοροι τῆς Ἀρειανῆς αἱρέσεώς εἰσιν; εἰ γὰρ οὐ θαρροῦσιν εἰπεῖν, ἀλλὰ μᾶλλον κρύπτουσι τὰ ἐκείνων τῆς βλασφημίας ῥήματα, δῆλοί εἰσι γινώσκοντες ξένην καὶ ἀλλοτρίαν τῆς ἀληθείας εἶναι τὴν αἵρεσιν ταύτην.

ἐπειδὴ δὲ κρύπτουσιν αὐτοὶ καὶ φοβοῦνται λέγειν, ἀναγκαῖον ἡμᾶς ἀποδῦσαι τὸ κάλυμμα τῆς ἀσεβείας καὶ δειγματίσαι τὴν αἵρεσιν εἰδότας ἃ τότε οἱ περὶ Ἄρειον ἔλεγον καὶ πῶς ἐξεβλήθησαν ἀπὸ τῆς ἐκκλησίας καὶ καθῃρέθησαν ἀπὸ τοῦ κλήρου, συγγνώμην μέντοι πρότερον αἰτησαμένους, ἐφ’ οἷς μέλλομεν προφέρειν ῥυπαροῖς ῥήμασιν, ὅτι μὴ φρονοῦντες, ἀλλὰ ἐλέγχοντες τοὺς αἱρετικοὺς λέγομεν ταῦτα.