Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Λόγος κατὰ Λατίνων

Μέγας Αθανάσιος

Η μαρτυρία του Κυρίλλου Αλεξανδρείας και η ανασκευή των λατινικών ισχυρισμών

Παράθεση της τριαδολογίας του Κυρίλλου και αντίκρουση των ερμηνειών που προβάλλουν οι υποστηρικτές της προσθήκης στο Σύμβολο της Πίστεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 2 από 4

Καὶ πειθέτω σε ἡ τοῦ ἀρχαγγέλου φωνὴ πρὸς Ἰωσὴφ λέγουσα τὸν ἄνδρα Μαρίας τὸ, «Μὴ φοβηθῇς παραλαβεῖν Μαριὰμ τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ γεννηθὲν ἐκ Πνεύματός ἐστιν ἁγίου.» Εἰ δὲ βούλει μαθεῖν, ὅτι καί τινες ἐκ τῶν ἡμετέρων μεγάλων ἁγίων ἀπεφήναντο τὸ ἐκ μόνου τοῦ Πατρὸς τὸ Πνεῦμα τὸ ἅγιον ἐκπορεύεσθαι, ἤδη τὸν μέγαν τῆς ἡμετέρας Ἐκκλησίας ἥλιον Κύριλλον, ἢ μᾶλλον εἰπεῖν, τοῦ κόσμου παντὸς, πρὸς τοῦτο λάμβανε μάρτυρα· ἐν γὰρ τῷ Περὶ Τριάδος λόγῳ αὐτοῦ ὧδέ πως σαφῶς παριστᾷ. Ἡ παναγία, φησὶ, καὶ σεπτὴ Τριὰς, πρὸ πάντων αἰώνων καὶ εἰς ἀεὶ ὑπάρχουσα, ἄχραντός ἐστι καὶ ἀΐδιος, ἀσώματος, ἀκατάληπτος, ἀπερίληπτος, περιληπτικὴ δὲ τῶν ἁπάντων, καὶ συγκρατοῦσα τὸ πᾶν, ἀγαθὴ, προνοητικὴ, δημιουργὸς τῶν ἁπάντων, ὁρατῶν τε καὶ ἀοράτων, ἀπαθὴς, ἀναλλοίωτος, ἄτρεπτος, νῷ ἀνθρώπων καὶ ἀγγέλων καὶ τῇ κτιστῇ φύσει ἀκατάληπτος· ὁμοούσιος ἐν ἑαυτῇ, ἀκοινώνητος δὲ κατ᾽ οὐσίαν πάσῃ τῇ κτίσει· γινωσκομένη μόνον ὑφ᾽ ἑαυτῆς, ὑπ᾽ οὐδεμιᾶς φύσεως τῆς ἐν τῷ κόσμῳ τούτῳ καὶ τῆς ὑπὲρ κόσμον τοῦτον· μονὰς ἐν τρισὶν ὑποστάσεσιν, εἴτουν προσώποις, καὶ Τριὰς ἐν μονάδι θεότητος, ἤτοι μιᾶς οὐσίας γινωσκομένη.

Ταύτης τῆς ἁγίας καὶ σεπτῆς μονάδος, αἱ προσκυνηταὶ τρεῖς ὑποστάσεις γινώσκονται καὶ πιστεύονται· ἐν Πατρὶ ἀνάρχῳ, ἀναιτίῳ, ἀγεννήτῳ, ἀϊδίῳ· καὶ ἐν Υἱῷ μονογενεῖ γεννηθέντι ἀῤῥήτως, καὶ ἀπαθῶς καὶ ἀφράστως, πρὸ πάντων τῶν αἰώνων, ἐκ τῆς οὐσίας αὐτῆς τοῦ Πατρὸς, καὶ διὰ τοῦτο ὁμοουσίῳ καὶ ἴσῳ τῷ Πατρὶ, χωρὶς τῆς πατρότητος, ἀρχὴν δὲ καὶ αἰτίαν τὸν Πατέρα ἔχοντι γεννητῶς· καὶ ἐν Πνεύματι ἁγίῳ ζωοποιῷ προσκυνουμένῳ, ἐκπορευομένῳ ἐκ τοῦ Πατρὸς, τουτέστιν ἐκ τῆς οὐσίας τοῦ Πατρός. Οὐ γεννητῶς καθάπερ ὁ Υἱὸς, ἵνα μὴ δύο Υἱοὶ ἐν τῇ Τριάδι· ἀλλ᾽ ἐκπορευομένῳ καθάπερ εἴρηται, ἐκ μόνου τοῦ Πατρὸς, καὶ ἀπὸ στόματος· πεφηνότι δὲ δι᾽ Υἱοῦ, καὶ λαλήσαντι ἐν τοῖς ἁγίοις προφήταις καὶ ἀποστόλοις. Πλὴν, ὡς εἶπον, τῆς οὐσίας αὐτοῦ τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ ὑπάρχοντι, καὶ τὸ ὁμοούσιον ἔχοντι πρὸς Πατέρα καὶ Υἱόν. Ἀκοινώνητον δὲ καὶ αὐτό ἐστιν, ὥσπερ καὶ ὁ Πατὴρ καὶ ὁ Υἱὸς πρὸς πᾶσαν τὴν κτίσιν κατὰ τὸν τῆς οὐσίας λόγον.

Ὁρᾷς πῶς ἐκ μόνου τοῦ Πατρὸς τὸ Πνεῦμα τὸ ἅγιον κατὰ τὸν ἅγιον Κύριλλον, ἢ μᾶλλον κατὰ πᾶσαν τὴν θείαν Γραφήν. Καὶ μή μοι τὸ ἀπὸ τοῦδε λεγέτω τις τὰ ψυχρὰ ἐκεῖνα ῥήματα, ἢ λογύδρια, ὅτι Ἀθανάσιος καὶ Κύριλλος οἱ ἀοίδιμοι, πρὸς δὲ καὶ ὁ Νυσσαέων Γρηγόριος, τῆς προσθήκης γεγόνασιν αἴτιοι. Ὁ μὲν γὰρ Ἀθανάσιος οὕτως φησί· Τὸ Πνεῦμα ἐκ τοῦ Πατρὸς οἱ ἀντίθετοι λέγουσι, καὶ παρὰ τοῦ Λόγου, τοῦ ἐκ Πατρὸς, ἐκπορευόμενον· ὁ δὲ Νύσσης, εἰπὼν τὸν Υἱὸν εἶναι προσεχῶς ἐκ τοῦ πρώτου, τουτέστι τοῦ Πατρὸς, ἑξῆς λέγει· Τὸ Πνεῦμα διὰ τοῦ προσεχῶς ἐκ τοῦ πρώτου· ὁ δέ γε σοφώτατος Κύριλλος προφανῶς, φησὶν, εἴρηκεν ἐξ ἀμφοῖν Πατρὸς καὶ Υἱοῦ τὸ Πνεῦμα τὸ ἅγιον. Ταῦτα τῶν τῆς σαθρᾶς προσθήκης τερατουργῶν τὰ προβλήματα.

Ἔγωγε δ᾽ «ἅπαν νόημα,» καίπερ ὢν ἀμαθὴς, «αἰχμαλωτίζων εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ,» ὧδέ πως ταῦτα διασαφῶ. Οὕτως τὸ Πνεῦμα ἐκ τοῦ Πατρός φησιν Ἀθανάσιος, καὶ παρὰ τοῦ Λόγου, τοῦ ἐκ Πατρὸς, ἐκπορευόμενον, ὥσπερ καὶ ἐξ αὐτοῦ τοῦ συναϊδίου Πατρὸς, καθὰ καὶ ὁ Υἱὸς οὕτως ἀποστέλλεται, καὶ δίδοται παρὰ τοῦ Πνεύματος τοῖς πιστοῖς, ὡς καὶ ἐξ αὐτοῦ τοῦ Πατρός· καὶ τὴν μαρτυρίαν ἀπ᾽ αὐτοῦ λάμβανε τοῦ Λόγου καὶ Υἱοῦ, «Πνεῦμα Κυρίου,» λέγοντος, «ἐπ᾽ ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με. Εὐαγγελίσασθαι πτωχοῖς ἀπέσταλκέ με.» Ἄρα τὸ Πνεῦμα καὶ ἔχρισε τὸν Υἱὸν, καὶ ἀπέσταλκεν· ἀλλὰ καὶ ὁ Πατὴρ ἐξ ἀμφοῖν Υἱοῦ καὶ Πνεύματος ἀποστέλλεται. Ὅπως δὲ τοῦτο, αὐτοῦ τοῦ Πατρὸς οὕτω διὰ Ἡσαΐου τοῦ προφήτου λέγοντος ἄκουσον· «Ἄκουέ μου, Ἰακὼβ καὶ Ἰσραὴλ, ὃν ἐγὼ καλῶ· Ἐγὼ Θεὸς πρῶτος, ἐγὼ καὶ μετὰ ταῦτα· καὶ πλὴν ἐμοῦ θεὸς οὐκ ἔστιν. Ἐγὼ χειρί μου ἐθεμελίωσα τὴν γῆν, καὶ τὸ Πνεῦμά μου ἐστερέωσε τὸν οὐρανόν. Ἐγὼ πᾶσι τοῖς ἄστροις ἐνετειλάμην. Καὶ νῦν Κύριος ἀπέσταλκέ με.» Ἄρα ὁ Πατήρ ἐστιν ἐνταῦθα ὁ λέγων τό· «Ἀπέσταλκέ με.» Ὁρᾷς τὴν ἰσοτιμίαν τῶν τριῶν προσώπων τῆς ὑπερτάτης θεότητος;