Οὐκ ἤκουσας, ὅτι ὁ νόμος καὶ οἱ προφῆται ἕως Ἰωάννου; Ἄκουσον σὺ, λαὲ τοῦ Κυρίου. Ὥσπερ βασιλεὺς μέλλει καταντᾷν ἔν τινι πόλει, καὶ ἀποστέλλει σημάντορας λέγων· Ἰδοὺ ποίῳ σχήματι μέλλω ἔρχεσθαι. Ἐὰν δὲ ἐπιδημήσῃ, καὶ ἐπιγνῶσι τὴν ἐνσημανθεῖσαν ἐπιδημίαν, προσκυνοῦντες αὐτὸν, οὐκ ἔτι χρεία τοῦ σημαίνοντος· αὐτοψὶ γὰρ ἑώρακα αὐτὸν τὸν σημανθέντα. Ἐὰν δέ τις εἴπῃ ἐν αὐτῇ τῇ πόλει, ὅτι μέλλει ἔσεσθαι ὁ βασιλεὺς, οὐκ ἂν καταπτύσωσιν αὐτοῦ οἱ ἐν τῇ πόλει λέγοντες, ὅτι· Ὃν ἑωράκαμεν καὶ ἔχομεν μεθ᾽ ἑαυτῶν, πῶς σὺ λέγεις, ὅτι σημαίνω ὑπάρχειν ἄλλον; Καὶ οὗτοι τοίνυν σὺν ταῖς ἄλλαις αἱρέσεσιν ἀπώλοντο Εἴπωμεν καὶ πρὸς τὴν νέαν αἵρεσιν, τὴν ἐκ Συρίας ἐλθοῦσαν εἰς Αἴγυπτον, τοὺς Ἀπολλιναριστάς· καινὸν δόγμα προσενέγκαντος Ἀπολλιναρίου, σῶμα μόνον λαβόντα Θεὸν ἐκ τῆς ἀχράντου καὶ ἀειπαρθένου Μαρίας, καὶ αὐτὸν τὸν Θεὸν Λόγον ἀντὶ ψυχῆς ὄντα. Ὦ ἀτελέστατε καὶ ἄψυχε! Εἰ, τελείου τοῦ ἀνθρώπου παρὰ τὴν ἐντολὴν πράξαντος, καὶ ἐκβληθέντος τοῦ παραδείσου, καὶ εἰς θάνατον καταπεσόντος, μερικῶς ἔσωζε τὸν ἄνθρωπον· καὶ πῶς ἔμελλε σώζεσθαι ἡ ψυχή; Οὐκ ἤκουσας τοῦ μεγάλου προφήτου Ἡσαΐου κατὰ τῆς ἀθεΐας σου κηρύσσοντος, ὅτι «Παιδίον ἐγεννήθη ἡμῖν, καὶ υἱὸς ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλοῦσι τὸ ὄνομα αὐτοῦ Μεγάλης βουλῆς ἄγγελος.» Μὴ εἶπεν, ὅτι Σὰρξ οὐ παιδίον καὶ υἱὸς ἐγεννήθη.