Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Λόγος τέταρτος κατὰ Ἀρειανῶν

Μέγας Αθανάσιος

Η προαιώνια υιότητα του Λόγου και οι συνέπειες της πλάνης

Προβάλλεται το άτοπο της απόδοσης της υιότητας αποκλειστικά στην ανθρώπινη φύση ή στην ενανθρώπηση, και καταδεικνύονται τα θεολογικά σφάλματα που προκύπτουν στο βάπτισμα και την πίστη από τον διαχωρισμό Λόγου και Υιού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 5 από 8

Εἰ μὲν οὖν τὸν ἄνθρωπον, ὃν ἐφόρησεν ὁ λόγος, αὐτὸν εἶναι λέγουσι τὸν υἱὸν τοῦ θεοῦ τὸν μονογενῆ, καὶ μὴ τὸν λόγον υἱόν, ὁ ἄνθρωπος ἂν εἴη ἀκολούθως ὁ ἐν τῷ πατρί, ἐν ᾧ καὶ ὁ πατὴρ ἐν αὐτῷ. Καὶ ὁ ἄνθρωπος ἂν εἴη ὁ «ἓν» ὢν αὐτὸς καὶ ὁ πατὴρ καὶ «ὁ ἐν τοῖς κόλποις τοῦ πατρὸς» καὶ «τὸ φῶς τὸ ἀληθινόν».

Ἀναγκασθήσονται δὲ καὶ δι᾽ αὐτοῦ τοῦ ἀνθρώπου εἰπεῖν τὸν κόσμον γεγενῆσθαι, καὶ τὸν ἄνθρωπον εἶναι τὸν ἐλθόντα «μὴ κρῖναι τὸν κόσμον, ἀλλὰ σῶσαι αὐτόν»· αὐτὸν δὲ εἶναι καὶ «πρὶν Ἀβραὰμ γενέσθαι». «Ἰησοῦς» γάρ, φησιν, «εἶπεν αὐτοῖς· ἀμήν, ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι.» Καὶ πῶς οὐκ ἄτοπον κατ᾽ αὐτοὺς τὸν ἐκ σπέρματος Ἀβραὰμ μετὰ δύο καὶ τεσσαράκοντα γενεὰς γενόμενον λέγειν, πρὶν Ἀβραὰμ γενέσθαι, ὑπάρχειν; Πῶς δὲ οὐκ ἄτοπον, εἰ ἡ σάρξ, ἣν ἐφόρησεν ὁ λόγος, αὕτη ἐστὶν ὁ υἱός, λέγειν τὴν ἐκ Μαρίας σάρκα ταύτην εἶναι, δι᾽ ἧς ὁ κόσμος ἐγένετο; Πῶς δὲ σώσουσι καὶ τὸ «ἐν τῷ κόσμῳ ἦν»;

Τὸ γὰρ πρὸ τῆς κατὰ σάρκα γενέσεως τοῦ υἱοῦ σημαίνων ὁ εὐαγγελιστὴς ἐπήγαγε λέγων· «ἐν τῷ κόσμῳ ἦν». Πῶς δέ, εἰ μὴ ὁ λόγος υἱός ἐστιν, ἀλλ᾽ ὁ ἄνθρωπος υἱός, δύναται τὸν κόσμον σῶσαι, εἷς ὢν καὶ αὐτὸς τοῦ κόσμου; Εἰ δὲ ἀναισχυντοῖεν ἐπὶ τούτοις, ποῦ ἔσται ὁ λόγος τοῦ ἀνθρώπου ὄντος ἐν τῷ πατρί;

Πόστος δὲ ἔσται ὁ λόγος πρὸς τὸν πατέρα τοῦ ἀνθρώπου καὶ τοῦ πατρὸς ἓν ὄντων; Εἰ δὲ ὁ ἄνθρωπος μονογενής ἐστιν, πόστος ἔσται ὁ λόγος; Ἢ γὰρ δεύτερον εἶναι αὐτὸν λέξειέ τις, ἢ εἰ ὑπὲρ τὸ μονογενές ἐστιν, αὐτὸς ἂν εἴη ὁ πατήρ. Ὥσπερ γὰρ εἷς ἐστιν ὁ πατήρ, οὕτως ἓν καὶ τὸ ἐξ αὐτοῦ μονογενές. Τί δὲ καὶ πλέον ὁ λόγος ἔχει τοῦ ἀνθρώπου, εἴ γε οὐχ ὁ λόγος υἱός ἐστιν; Διὰ μὲν γὰρ υἱοῦ καὶ τοῦ λόγου ὁ κόσμος γεγενῆσθαι γέγραπται, καὶ κοινόν ἐστι τῷ τε λόγῳ καὶ τῷ υἱῷ τὸ δημιουργεῖν τὸν κόσμον· τὸ δὲ ὁρᾶν τὸν πατέρα οὐκ ἔτι ἐν τῷ λόγῳ γέγραπται, ἀλλ᾽ ἐν τῷ υἱῷ, καὶ τὸ σώζειν τὸν κόσμον οὐκέτι διὰ τοῦ λόγου ἐλέχθη, ἀλλὰ διὰ τοῦ μονογενοῦς υἱοῦ. «Εἶπε» γάρ, φησιν, «ὁ Ἰησοῦς. τοσοῦτον χρόνον μεθ᾽ ὑμῶν εἰμι, καὶ οὐκ ἔγνωκάς με, Φίλιππε;

Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα». Καὶ τὸν πατέρα δὲ οὐχ ὁ λόγος γέγραπται γινώσκειν, ἀλλ᾽ ὁ υἱός· ὁρᾶν δὲ τὸν πατέρα οὐχ ὁ λόγος εἴρηται, ἀλλ᾽ ὁ μονογενὴς υἱὸς ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός. Τί δὲ πλέον εἰς σωτηρίαν ἡμῶν ὁ λόγος συμβάλλεται μᾶλλον τοῦ υἱοῦ, εἴγε κατ᾽ αὐτοὺς ἄλλος ἐστὶν ὁ υἱὸς, καὶ ἄλλος ὁ λόγος; Πιστεύειν γὰρ ἡμᾶς οὐκ εἰς τὸν λόγον, ἀλλ᾽ εἰς τὸν υἱὸν πρόσταξίς ἐστιν. Φησὶ γὰρ ὁ Ἰωάννης· «ὁ πιστεύων εἰς τὸν υἱὸν ἔχει ζωὴν αἰώνιον· ὁ δὲ ἀπειθῶν τῷ υἱῷ οὐκ ὄψεται ζωήν».

Καὶ τὸ ἅγιον δὲ βάπτισμα, ἐν ᾧ πάσης πίστεως ἡμῶν ἡ σύστασις ὁρμεῖ, οὐκ εἰς λόγον, ἀλλ᾽ εἰς πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα δίδοται. Εἴπερ οὖν κατ᾽ αὐτοὺς ἄλλος ἐστὶν ὁ λόγος καὶ ἄλλος ὁ υἱός, καὶ οὐκ ἔστιν υἱὸς ὁ λόγος, οὐδὲν πρὸς τὸν λόγον τὸ βάπτισμα· Πῶς οὖν σύνεστιν ὁ λόγος κατ᾽ αὐτοὺς τῷ πατρὶ οὐ συνὼν αὐτῷ ἐν τῇ τοῦ βαπτίσματος δόσει; Ἀλλ᾽ ἴσως ἂν εἴποιεν. ἐν τῷ τοῦ πατρὸς ὀνόματι περιέχεται καὶ ὁ λόγος. Διὰ τί οὖν οὐχὶ καὶ τὸ πνεῦμα; Ἢ ἐκτὸς τοῦ πατρὸς τὸ πνεῦμα; Καὶ ἄνθρωπος μέν, εἴπερ οὐκ ἔστιν υἱὸς ὁ λόγος, μετὰ τὸν πατέρα ὀνομάζεται, τὸ δὲ πνεῦμα μετὰ τὸν ἄνθρωπον· οὐκ ἔτι δὲ οὐδὲ εἰς τριάδα κατ᾽ αὐτοὺς ἡ μονὰς πλατύνεται, ἀλλ᾽ εἰς τετράδα· πατέρα καὶ λόγον καὶ υἱὸν καὶ πνεῦμα ἅγιον. Ἐν τούτοις δὴ αἰσχυνόμενοι, εἰς ἕτερον καταφεύγουσι καί φασι μὴ τὸν ἄνθρωπον καθ᾽ ἑαυτόν, ὃν ἐφόρησεν ὁ κύριος, ἀλλὰ τὸ συναμφότερον, τόν τε λόγον καὶ τὸν ἄνθρωπον, εἶναι υἱόν· συνημμένα γὰρ ἀμφότερα υἱός, ὡς αὐτοὶ λέγουσιν, ὀνομάζεται. Τί τοίνυν τίνος αἴτιον, καὶ πότερος πότερον υἱὸν κατεσκεύασεν; Ἢ, ἵνα λευκότερον εἴποιμι, ἄρα διὰ τὴν σάρκα ὁ λόγος υἱός, ἢ διὰ τὸν λόγον ἡ σὰρξ υἱὸς λέγεται; Ἢ οὐδ᾽ ὁπότερον τούτων, ἀλλ᾽ ἡ ἀμφοῖν σύνοδος; Εἰ μὲν οὖν ὁ λόγος διὰ τὴν σάρκα, ἀνάγκη τὴν σάρκα εἶναι υἱόν, καὶ ἀκολουθεῖ τὰ ἄτοπα, ὅσα προείρηται ἐκ τοῦ λέγειν τὸν ἄνθρωπον υἱόν.

Εἰ δὲ διὰ τὸν λόγον ἡ σὰρξ υἱὸς λέγεται, καὶ πρὸ τῆς σαρκὸς πάντως ὁ λόγος ὢν υἱὸς ἦν· Πῶς γὰρ οἷόν τε υἱοποιεῖν τινα ἑτέρους μὴ ὄντα αὐτὸν υἱόν, ὄντος μάλιστα πατρός;

Εἰ μὲν οὖν ἑαυτῷ υἱοποιεῖ, πατὴρ αὐτὸς ἂν εἴη· εἰ δὲ τῷ πατρί, ἀνάγκη αὐτὸν εἶναι υἱόν, μᾶλλον δὲ αὐτὸν εἶναι τὸν υἱόν, δι᾽ ὃν οἱ ἄλλοι υἱοποιοῦνται. Ἐπεὶ εἰ μὴ ὄντος αὐτοῦ υἱοῦ ἡμεῖς υἱοί ἐσμεν, ἡμῶν ἂν εἴη ὁ θεὸς πατὴρ καὶ οὐκ αὐτοῦ. Πῶς οὖν ἰδιοποιεῖται μᾶλλον λέγων «ὁ πατήρ μου» καὶ «ἐγὼ ἐκ τοῦ πατρός»; Εἰ γὰρ κοινὸς πάντων πατήρ, οὐ μόνου αὐτοῦ πατήρ, οὐδὲ μόνος αὐτὸς ἐξῆλθεν ἐκ τοῦ πατρός. Λέγει δέ ποτε καὶ ἡμῶν αὐτὸν λέγεσθαι πατέρα διὰ τὸ αὐτὸν κεκοινωνηκέναι τῇ ἡμετέρᾳ σαρκί. Διὰ τοῦτο γὰρ γέγονεν ὁ λόγος σάρξ, ἵνα, ἐπειδὴ ὁ λόγος ἐστὶν υἱός, διὰ τὸν ἐνοικοῦντα ἐν ἡμῖν υἱὸν λέγηται καὶ ἡμῶν πατήρ. «Ἀπέστειλε γάρ», φησιν, «τὸ πνεῦμα τοῦ υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ἡμῶν κρᾶζον· ἀββᾶ, ὁ πατήρ». Οὐκοῦν ὁ ἐν ἡμῖν υἱὸς τὸν ἴδιον πατέρα ἐπικαλούμενος καὶ ἡμῶν αὐτῶν ποιεῖ πατέρα λέγεσθαι. Ἀμέλει ὧν οὐκ ἔστιν εἰς τὰς καρδίας ὁ υἱός, τούτων οὐδὲ πατὴρ ὁ θεὸς ἂν λεχθείη. Εἴπερ οὖν διὰ τὸν λόγον ὁ ἄνθρωπος λέγεται υἱός, ἀνάγκη πᾶσα, λεγομένων καὶ πρὸ τῆς ἐνανθρωπήσεως τῶν παλαιῶν υἱῶν εἶναι καὶ πρὸ τῆς ἐπιδημίας τὸν λόγον υἱόν. «Υἱοὺς» γάρ, 〈φησιν〉, «ἐγέννησα», καὶ ἐπὶ Νῶε· «ἰδόντες οἱ υἱοὶ τοῦ θεοῦ»· καὶ ἐν τῇ Ὠιδῇ· «οὐκ αὐτὸς οὗτός σου πατήρ»; Οὐκοῦν ἦν καὶ ὁ ἀληθῶς υἱός, δι᾽ ὃν κἀκεῖνοι υἱοί.

Εἰ δὲ κατ᾽ ἐκείνους πάλιν οὐδ᾽ ὁπότερον τούτων υἱός, ἀλλὰ διὰ τὴν ἀμφοῖν σύνοδον, ἀνάγκη μηδ᾽ ὁπότερον εἶναι υἱόν, φημὶ δὴ μήτε τὸν λόγον, μήτε τὸν ἄνθρωπον, ἀλλά τινα αἰτίαν, δι᾽ ἣν καὶ συνήφθησαν· καὶ οὕτως δὲ προηγήσεται ἡ αἰτία τῆς συνάψεως, ἥτις υἱὸν ποιεῖ. Οὐκοῦν καὶ κατὰ τοῦτο πρὸ τῆς σαρκὸς προῆν ὁ υἱός. Τούτων δὴ λεγομένων εἰς ἕτερον καταφεύξονται λέγοντες μὴ τὸν ἄνθρωπον εἶναι υἱόν, μηδὲ τὸ συναμφότερον, ἀλλὰ τὸν λόγον ἐν ἀρχῇ μὲν εἶναι λόγον ἁπλῶς· ὅτε δὲ ἐνηνθρώπησεν, τότε ὠνομάσθαι υἱόν· πρὸ γὰρ τῆς ἐπιφανείας μὴ εἶναι υἱόν, ἀλλὰ λόγον μόνον· καὶ ὥσπερ ὁ λόγος σὰρξ ἐγένετο, οὐκ ὢν πρότερον σάρξ, οὕτως ὁ λόγος υἱὸς γέγονεν, οὐκ ὢν πρότερον υἱός. Ταῦτα μὲν ἐκείνων τὰ φλυαρήματα· ἔχει δὲ τὸν ἔλεγχον ἐναργῆ.

Εἰ γὰρ ὅλως ἐνανθρωπήσας γέγονεν υἱός, ἡ ἐνανθρώπησις αἰτία. Καὶ εἰ ὁ ἄνθρωπος αἴτιος τοῦ εἶναι αὐτὸν υἱόν, ἢ τὸ συναμφότερον, καὶ τὰ αὐτὰ ἄτοπα ἀπαντήσει. Ἔπειτα εἰ πρῶτον λόγος καὶ ὕστερον υἱός, φανήσεται ὕστερον ἐγνωκὼς τὸν πατέρα, καὶ οὐ πρότερον. Οὐ γὰρ ᾗ λόγος γινώσκει, ἀλλ᾽ ᾗ υἱός. «Οὐδεὶς» γὰρ «γινώσκει τὸν πατέρα, εἰ μὴ ὁ υἱός», Ἀπαντήσει δὲ καὶ τοῦτο, ὅτι ὕστερον ἐν κόλποις τοῦ πατρὸς γέγονεν, καὶ ὕστερον αὐτὸς καὶ ὁ πατὴρ ἓν γεγόνασιν, καὶ ὕστερον τὸ «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα». Ταῦτα γὰρ πάντα ἐπὶ υἱοῦ ἐλέχθη.

Ἐκ δὴ τούτων ἀναγκασθήσονται εἰπεῖν· οὐδὲν ἦν ὁ λόγος, ἀλλ᾽ ὄνομα μόνον. Οὔτε γὰρ ἐν ἡμῖν μετὰ τοῦ πατρός, οὔτε ὁ τὸν λόγον ἑωρακὼς ἔβλεπε τὸν πατέρα, οὔτε ὅλως τινὶ ἐγνώσθη ὁ πατήρ· διὰ γὰρ υἱοῦ γινώσκεται ὁ πατήρ· οὕτως γὰρ καὶ γέγραπται· «καὶ ᾧ ἂν ὁ υἱὸς ἀποκαλύψῃ». Μήπω δὲ ὄντος τοῦ λόγου υἱοῦ οὐδέπω τις ἐγίνωσκε τὸν πατέρα. Πῶς οὖν Μωσεῖ, πῶς τοῖς πατράσιν ὤφθη; Αὐτὸς γὰρ ἐν ταῖς Βασιλείαις φησίν· «Ἀποκαλυφθεὶς ἀπεκαλύφθην πρὸς πάντας τοὺς πατέρας ὑμῶν». Εἰ δὲ ἀπεκαλύφθη θεός, δῆλον, ὅτι ἦν ὁ ἀποκαλύπτων υἱός, ὡς αὐτός φησιν· «καὶ ᾧ ἐὰν ὁ υἱὸς ἀποκαλύψῃ». Ἀσεβὲς μὲν οὖν καὶ ἀνόητον τὸ λέγειν ἄλλον εἶναι τὸν λόγον, καὶ ἄλλον εἶναι τὸν υἱόν. Πόθεν δὲ ἄρα τὴν τοιαύτην ὑπόνοιαν ἐσχήκασιν, ἐρέσθαι καλόν. Φασὶ δὴ διὰ τὸ μὴ εἰρῆσθαι ἐν τῇ παλαιᾷ περὶ υἱοῦ, ἀλλὰ περὶ λόγου, καὶ διὰ τοῦτο νεώτερον ὑπονοεῖν τοῦ λόγου τὸν υἱὸν διαβεβαιοῦνται, ὅτι μὴ ἐν τῇ παλαιᾷ, ἀλλ᾽ ἐν τῇ καινῇ μόνῃ περὶ αὐτοῦ ἐλέχθη. Ταῦτ᾽ ἐκεῖνοι ἀσεβῶς φθέγγονται.

Πρῶτον μὲν γὰρ διαιρεῖν τὰς διαθήκας, καὶ μὴ τὴν ἑτέραν τῆς ἑτέρας ἔχεσθαι, Μανιχαίων καὶ Ἰουδαίων τὸ ἐπιτήδευμα, τῶν μὲν τῇ παλαιᾷ, τῶν δὲ τῇ νέᾳ ἀντιλεγόντων. Ἔπειτα κατ᾽ αὐτούς, εἰ τὰ ἐν τῇ παλαιᾷ κείμενα προάγει τῷ χρόνῳ, τὰ δὲ ἐν τῇ νέᾳ νεώτερά ἐστιν, καὶ ἐκ τῶν γραμμάτων οἱ χρόνοι κρίνονται, ἀνάγκη πάλιν νεώτερα εἶναι τὸ «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν», τό τε «μονογενὴς» καὶ τὸ «ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα»· οὐ γὰρ ἐκ τῆς παλαιᾶς, ἀλλ᾽ ἐκ τῆς καινῆς ταῦτα μαρτυρεῖται.

Οὐ μὴν δέ, ἀλλ᾽ ἀληθῶς καὶ ἐν τῇ παλαιᾷ περὶ υἱοῦ πολλὰ λέγεται· οἷον ἐν τῷ δευτέρῳ ψαλμῷ τὸ «υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε»· καὶ ἐν τῷ ἐννάτῳ ἡ ἐπιγραφὴ «εἰς τὸ τέλος ὑπὲρ τῶν κρυφίων τοῦ υἱοῦ, ψαλμὸς τῷ Δαβΐδ»· καὶ ἐν τῷ τεσσαρακοστῷ τετάρτῳ «εἰς τὸ τέλος ὑπὲρ τῶν ἀλλοιωθησομένων, τοῖς υἱοῖς Κορὲ εἰς σύνεσιν, ᾠδὴ ὑπὲρ τοῦ ἀγαπητοῦ». καὶ ἐν τῇ Ἡσαΐᾳ. «Ἄισω δὴ τῷ ἠγαπημένῳ ᾆσμα τοῦ ἀγαπητοῦ τῷ ἀμπελῶνί μου. Ἀμπελὼν ἐγενήθη τῷ ἠγαπημένῳ». Τὸ δὲ «ἀγαπητὸς» τίς ἂν εἴη ἢ υἱὸς μονογενής; ὡς καὶ ἐν τῷ ἑκατοστῷ ἐννάτῳ «ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε», περὶ οὗ ὕστερον λεχθήσεται· καὶ ἐν Παροιμίαις δέ· «πρὸ δὲ πάντων τῶν βουνῶν γεννᾷ με»· καὶ ἐν τῷ Δανιήλ· «καὶ ἡ ὅρασις τοῦ τετάρτου ὁμοία υἱῷ θεοῦ» καὶ ἄλλα πλείονα. Εἰ τοίνυν ἐκ τῆς παλαιᾶς ἡ ἀρχαιότης, ἀρχαῖος ἂν εἴη καὶ ὁ υἱὸς ὁ ἐν τῇ παλαιᾷ ἐν πολλοῖς σαφηνιζόμενος. Ἀλλὰ ναί, φασιν, κεῖται μέν, προφητικῶς δὲ ἔστω. Οὐκοῦν καὶ περὶ τοῦ λόγου προφητικῶς εἰρῆσθαι λεχθείη ἄν. Οὐ γὰρ τὸ μέν, τὸ δὲ 〈οὔ〉. Εἰ γὰρ τὸ «υἱός μου εἶ σὺ» ἐπὶ μέλλοντος, δῆλον, ὅτι καὶ τὸ «τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν». Οὐ γὰρ εἶπεν· ‛ἐγένοντο‚, οὐδέ· ‛ἐποίησεν‚. Ὅτι δὲ τὸ «ἐστερέωσεν» ἐπὶ μέλλοντος, φησίν· «ὁ κύριος ἐβασίλευσεν», εἶτα· «καὶ γὰρ ἐστερέωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται».

Καὶ εἰ τὸ ἐν τῷ τεσσαρακοστῷ τετάρτῳ «ὑπὲρ τοῦ ἀγαπητοῦ» ἐπὶ μέλλοντος, δῆλον, ὅτι καὶ τὸ ἐπιφερόμενον τὸ «ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν». Καὶ εἰ τὸ «ἐκ γαστρὸς» ἐπὶ ἀνθρώπου, ἄρα καὶ τὸ «ἐκ καρδίας». Εἰ γὰρ ἡ γαστὴρ ἀνθρώπινον, καὶ ἡ καρδία σωματικόν. Εἰ δὲ τὸ «ἐκ καρδίας» ἀΐδιον, καὶ τὸ «ἐκ γαστρὸς» ἀΐδιον· καὶ εἰ «ὁ μονογενὴς ἐν κόλποις», καὶ ὁ ἀγαπητὸς ἐν κόλποις. Ταὐτὸν γάρ ἐστι τό τε μονογενὲς καὶ τὸ ἀγαπητόν, ὡς τὸ «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός». Οὐ γὰρ δὴ τὴν εἰς αὐτὸν ἀγάπην σημᾶναι θέλων εἶπε τὸ «ἀγαπητός», ἵνα μὴ τοὺς ἄλλους μισεῖν δόξῃ, ἀλλὰ τὸ μονογενὲς ἐδήλου, ἵνα τὸ μόνον ἐξ αὐτοῦ εἶναι αὐτὸν δείξῃ· Καὶ τῷ Ἀβραὰμ γοῦν σημᾶναι θέλων ὁ λόγος τὸ μονογενές φησιν· «Προσένεγκε τὸν υἱόν σου τὸν ἀγαπητόν». Παντὶ δὲ δῆλον, ἐκ τῆς Σάῤῥας μόνον εἶναι τὸν Ἰσαάκ. Ἔστιν ἄρα ὁ λόγος υἱός, οὐκ ἄρτι γεγονὼς ἢ ὀνομασθεὶς υἱός, ἀλλ᾽ ἀεὶ υἱός. Εἰ γὰρ μὴ υἱός, οὐδὲ λόγος· καὶ εἰ μὴ λόγος, οὐδὲ υἱός. Τὸ γὰρ ἐκ τοῦ πατρὸς υἱός ἐστιν. Τί δέ ἐστιν ἐκ τοῦ πατρός, εἰ μὴ λόγος ὁ ἐκ καρδίας προελθὼν καὶ ἐκ γαστρὸς γεννηθείς; Οὐ γὰρ ὁ πατὴρ λόγος ἐστίν, οὐδὲ ὁ λόγος πατήρ ἐστιν, ἀλλ᾽ ὁ μὲν πατήρ, ὁ δὲ υἱός· καὶ ὁ μὲν γεννᾷ, ὁ δὲ γεννᾶται.

Μαίνεται μὲν οὖν Ἄρειος ἐξ οὐκ ὄντων εἶναι λέγων τὸν υἱόν, καὶ ‛ἦν ποτε, ὅτε οὐκ ἦν‚. Μαίνεται δὲ καὶ Σαβέλλιος λέγων τὸν πατέρα εἶναι υἱόν, καὶ ἔμπαλιν τὸν υἱὸν εἶναι πατέρα, ὑποστάσει μὲν ἕν, ὀνόματι δὲ δύο. Μαίνεται δὲ καὶ παραδείγματι χρώμενος τῇ τοῦ πνεύματος χάριτι. Φησὶ γάρ· «ὥσπερ διαιρέσεις χαρισμάτων εἰσίν, τὸ δὲ αὐτὸ πνεῦμα», οὕτως καὶ ὁ πατὴρ ὁ αὐτὸς μέν ἐστιν, πλατύνεται δὲ εἰς υἱὸν καὶ πνεῦμα. Ἔστι δὲ τοῦτο μεστὸν ἀτοπίας. Εἰ γὰρ ὡς ἐπὶ τοῦ πνεύματος, οὕτως καὶ ἐπὶ τοῦ θεοῦ ἐστιν, ἔσται ὁ πατὴρ λόγος καὶ πνεῦμα ἅγιον, ᾧ μὲν γινόμενος πατήρ, ᾧ δὲ λόγος, ᾧ δὲ πνεῦμα πρὸς τὴν χρείαν ἑκάστου ἁρμοζόμενος, καὶ ὀνόματι μὲν υἱὸς καὶ πνεῦμα, τῷ δὲ ὄντι πατὴρ μόνον, ἀρχὴν μὲν ἔχων τὸ γίνεσθαι υἱός, παυόμενος δὲ τοῦ λέγεσθαι πατήρ, καὶ ἐνανθρωπήσας μὲν ὀνόματι, τῇ δὲ ἀληθείᾳ μηδὲ ἐπιδημήσας, καὶ ψευδόμενος μὲν τῷ λέγειν «ἐγὼ καὶ ὁ πατήρ», τῷ δὲ ὄντι αὐτὸς ὢν πατήρ; καὶ ὅσα ἄλλα ἄτοπα ἐπὶ Σαβελλίου ἀπαντᾷ. Ἀνάγκη δὲ καὶ παυθήσεσθαι τὸ ὄνομα τοῦ υἱοῦ καὶ τοῦ πνεύματος τῆς χρείας πληρωθείσης· καὶ ἔσται λοιπὸν ἄχρι παιδιᾶς τὰ γινόμενα, ὅτι μὴ ἀληθείᾳ, ἀλλ᾽ ὀνόματι ἐπεδείχθη. Παυομένου δὲ τοῦ ὀνόματος τοῦ υἱοῦ κατ᾽ αὐτοὺς παύσεται καὶ τοῦ βαπτίσματος ἡ χάρις· εἰς γὰρ υἱὸν ἐδόθη. Καὶ τί ἀκολουθήσει ἢ ἀφανισμὸς τῆς κτίσεως;

Εἰ γάρ, ἵνα ἡμεῖς κτισθῶμεν, προῆλθεν ὁ λόγος, καὶ προελθόντος αὐτοῦ ἐσμεν, δῆλον, ὅτι ἀναχωροῦντος αὐτοῦ εἰς τὸν πατέρα, ὥς φασιν, οὐκ ἔτι ἐσόμεθα. Οὕτως γὰρ ἔσται, ὥσπερ ἦν· οὕτως οὐκ ἔτ᾽ ἐσόμεθα, ὥσπερ οὖν οὐκ ἦμεν. Οὐκ ἔτι γὰρ προελθόντος οὐκ ἔτι ἡ κτίσις ἔσται.

Ἄτοπα μὲν οὖν ταῦτα. Ὅτι δὲ ὁ υἱὸς οὐκ ἀρχὴν ἔχει τοῦ εἶναι, ἀλλ᾽ ἀεὶ καὶ πρὸ τῆς ἐνανθρωπήσεως παρὰ τῷ πατρί ἐστιν, δηλοῖ ὁ Ἰωάννης ἐν τῇ πρώτῃ ἐπιστολῇ λέγων οὕτως· «ὁ ἦν ἀπ᾽ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ λόγου τῆς ζωῆς· καὶ ἡ ζωὴ ἐφανερώθη, καὶ ἑωράκαμεν καὶ μαρτυροῦμεν καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν ζωὴν τὴν αἰώνιον, ἥτις ἦν πρὸς τὸν πατέρα, καὶ ἐφανερώθη ἡμῖν». Ἐνταῦθα λέγων, ὅτι ἡ ζωὴ οὐ γέγονεν, ἀλλ᾽ ἦν πρὸς τὸν πατέρα, ἐν τῷ τέλει τῆς ἐπιστολῆς τὸν υἱὸν εἶναί φησι τὴν ζωήν. Γράφει δ᾽ οὖν· «Καί ἐσμεν ἐν τῷ ἀληθινῷ, ἐν τῷ υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. Οὗτός ἐστιν ὁ ἀληθινὸς θεὸς καὶ ζωὴ αἰώνιος». Εἰ δὲ ὁ υἱός ἐστιν ἡ ζωὴ καὶ αὕτη πρὸς τὸν πατέρα, καὶ εἰ ὁ υἱὸς ἦν πρὸς τὸν πατέρα, λέγει δὲ ὁ αὐτός· «καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν», ὁ υἱὸς ἂν εἴη ὁ λόγος ὁ ἀεὶ ὢν πρὸς τὸν πατέρα. Ὥσπερ δὲ ὁ υἱὸς λόγος ἐστίν, οὕτως ὁ θεὸς ὁ αὐτὸς ἂν εἴη ὁ πατήρ. Ὁ μέντοι υἱὸς καὶ κατὰ τὸν Ἰωάννην θεὸς οὐχ ἁπλῶς, ἀλλ᾽ ἀληθινὸς θεός ἐστιν.

Καὶ γὰρ κατ᾽ αὐτὸν τοῦτον «καὶ θεὸς ἦν ὁ λόγος»· ἔλεγέ τε ὁ υἱός· «ἐγώ εἰμι ἡ ζωή». Οὐκοῦν ὁ υἱὸς λόγος ἐστὶ καὶ ζωὴ ἡ οὖσα παρὰ τῷ πατρί. Πάλιν δὲ τὸ ἐν αὐτῷ τῷ Ἰωάννῃ εἰρημένον «ὁ μονογενὴς υἱός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρὸς» δείκνυσι τὸν υἱὸν ἀεὶ εἶναι. Ὃν γὰρ υἱὸν λέγει ὁ Ἰωάννης, τοῦτον χεῖρα ὁ Δαβὶδ ψάλλει λέγων· «ἵνα τί ἀποστρέφεις τὴν χεῖρά σου καὶ τὴν δεξιάν σου ἐκ μέσου τοῦ κόλπου σου». Οὐκοῦν εἰ ἡ χεὶρ ἐν τῷ κόλπῳ, καὶ ὁ υἱὸς ἐν τῷ κόλπῳ, ὁ υἱὸς ἂν εἴη ἡ χείρ, καὶ ἡ χεὶρ ἂν εἴη ὁ υἱός, δι᾽ οὗ ἐποίησε τὰ πάντα ὁ πατήρ. «Ἡ χείρ σου γάρ», φησιν, «ἐποίησε ταῦτα πάντα» καὶ «τῇ χειρὶ ἐξήγαγε τὸν λαόν»· οὐκοῦν διὰ τοῦ υἱοῦ. Εἰ δὲ καὶ «αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου», καὶ πάλιν «εἰς τὸ τέλος ὑπὲρ τῶν ἀλλοιωθησομένων, ᾠδὴ ὑπὲρ τοῦ ἀγαπητοῦ», ὁ ἀγαπητὸς ἄρα ἐστὶν ἡ χεὶρ ἀλλοιωθεῖσα, περὶ οὗ καὶ λέγει ἡ θεία φωνή· «οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός». Ἴσον ἄρα ἐστὶν ‛αὕτη ἡ χείρ μου‚ τῷ «οὗτος ὁ υἱός μου».