Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Λόγος τέταρτος κατὰ Ἀρειανῶν

Μέγας Αθανάσιος

Αναίρεση των πλανών του Σαμοσατέα περί του Θεανθρώπου

Απορρίπτεται ο διαχωρισμός του Λόγου από τον άνθρωπο Χριστό. Τονίζεται η αχώριστη ένωση της θείας και ανθρώπινης φύσης κατά την ενανθρώπηση και ερμηνεύεται η βιβλική έννοια της αποστολής του Υιού.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 7 από 8

Τινὲς τῶν ἀπὸ τοῦ Σαμοσατέως διαιροῦντες τὸν λόγον ἀπὸ τοῦ υἱοῦ φάσκουσι τὸν μὲν υἱὸν εἶναι τὸν Χριστόν, τὸν δὲ λόγον ἄλλον εἶναι. Καὶ τούτου πρόφασιν λαμβάνουσιν ἀπὸ τῶν Πράξεων· ὃ καλῶς μὲν ὁ Πέτρος εἶπεν, αὐτοὶ δὲ κακῶς ἐκδέχονται.

Ἔστι δὲ τοῦτο· «Τὸν λόγον ἀπέστειλε τοῖς υἱοῖς Ἰσραήλ, εὐαγγελιζόμενος εἰρήνην διὰ Ἰησοῦ Χριστοῦ. Οὗτός ἐστι πάντων κύριος». Φασὶ γάρ, ὡς τοῦ λόγου διὰ Χριστοῦ λαλήσαντος, ὣς καὶ ἐπὶ τῶν προφητῶν·» τάδε λέγει κύριος«, ἄλλος μὲν ἦν ὁ προφήτης, ἄλλος δὲ ὁ κύριος. Ἀλλὰ πρὸς τοῦτο ὅμοιόν ἐστιν ἀντιτιθέναι τὸ ἐν τῇ πρώτῃ πρὸς Κορινθίους· »Ἀπεκδεχομένους τὴν ἀποκάλυψιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ὃς καὶ βεβαιώσει ὑμᾶς ἕως τέλους ἀνεγκλήτους ἐν τῇ ἡμέρᾳ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ«. Ὡς γὰρ οὐκ ἄλλος Χριστὸς ἑτέρου Χριστοῦ τὴν ἡμέραν βεβαιοῖ, ἀλλ᾽ αὐτὸς ἐν τῇ ἑαυτοῦ ἡμέρᾳ βεβαιοῖ τοὺς ἀπεκδεχομένους, οὕτως τὸν λόγον ἀπέστειλεν ὁ πατὴρ σάρκα γενόμενον, ἵνα δι᾽ ἑαυτοῦ ἄνθρωπος γενόμενος κηρύξῃ. Εὐθέως γοῦν ἐπάγει· »οὗτός ἐστι πάντων κύριος«. Κύριος δὲ πάντων ὁ λόγος ἐστίν. 〈Ἀπὸ τοῦ Λευιτικοῦ.〉 »καὶ εἶπε Μωσῆς πρὸς Ἀαρών· πρόσελθε πρὸς τὸ θυσιαστήριον, καὶ ποίησον τὸ περὶ τῆς ἁμαρτίας σου καὶ τὸ ὁλοκαύτωμά σου, καὶ ἐξίλασαι περὶ σεαυτοῦ καὶ τοῦ οἴκου σου, καὶ ποίησον τὰ δῶρα τοῦ λαοῦ καὶ ἐξίλασαι περὶ αὐτῶν, καθάπερ ἐνετείλατο κύριος τῷ Μωσεῖ«. Ἰδοὺ τοίνυν ἐνταῦθα καίπερ ἑνὸς ὄντος τοῦ Μωσέως ὡς περὶ ἑτέρου Μωσέως αὐτὸς Μωσῆς λέγων ἐστίν· »καθάπερ ἐνετείλατο κύριος τῷ Μωσεῖ«.

Οὕτως τοίνυν καὶ περὶ τοῦ θείου λόγου, ἐὰν λέγῃ ὁ μακάριος Πέτρος, ἀποσταλέντος τοῖς υἱοῖς Ἰσραὴλ διὰ Ἰησοῦ Χριστοῦ, οὐ χρὴ ἕτερον μὲν τὸν λόγον, ἕτερον δὲ Χριστὸν νοεῖν, ἀλλ᾽ ἕνα καὶ τὸν αὐτὸν διὰ τὴν ἕνωσιν τὴν πρὸς θείαν αὐτοῦ καὶ φιλάνθρωπον συγκατάβασίν τε καὶ ἐνανθρώπησιν. Εἰ δὲ καὶ νοοῖτο διχῶς, ἀλλ᾽ οὐχ ὡς τοῦ λόγου κεχωρισμένου, κατὰ τὸν θεσπέσιον Ἰωάννην· »καὶ ὁ λόγος σὰρξ ἐγένετο«, εἰρηκότα, »καὶ ἐσκήνωσεν ἐν ἡμῖν«. Τὸ ἄρα καλῶς καὶ ὀρθῶς εἰρημένον πρὸς τοῦ μακαρίου Πέτρου κακῶς καὶ στρεβλῶς νοοῦντες οἱ τοῦ Σαμοσατέως ἐν τῇ ἀληθείᾳ οὐχ ἵστανται. Χριστὸς γὰρ τὸ συναμφότερον νοεῖται παρὰ τῇ θείᾳ γραφῇ, ὡς ὅταν λέγῃ· »Χριστὸς θεοῦ δύναμις καὶ θεοῦ σοφία«. Εἰ τοίνυν λέγει ὁ Πέτρος »τὸν λόγον διὰ Ἰησοῦ Χριστοῦ ἀπεστάλθαι τοῖς υἱοῖς Ἰσραήλ«, τοῦτο σημαίνων νοείσθω, τὸν λόγον σαρκωθέντα τοῖς υἱοῖς Ἰσραὴλ πεφανερῶσθαι, ἵν᾽ ᾖ συνᾴδων τῷ »καὶ ὁ λόγος σὰρξ ἐγένετο«.

Εἰ δὲ ἑτέρως ἐκεῖνο νοοῦσι καὶ τὸν λόγον μέν, καθὼς καὶ ἔστι, θεῖον ὁμολογοῦντες, τὸν πρὸς αὐτοῦ ληφθέντα, ᾧ καὶ ἡνῶσθαι πιστεύεται, ἄνθρωπον ἀπ᾽ αὐτοῦ χωρίζουσι λέγοντες »διὰ Ἰησοῦ Χριστοῦ» αὐτὸν ἀπεστάλθαι, ἑαυτοῖς ἐναντία φθεγγόμενοι οὐ νοοῦσιν. Οἱ γὰρ ἐνταῦθα χωρίζοντες τῆς θείας σαρκώσεως θεῖον νοοῦσι, σμικρύνουσιν ἄρα ἀκούοντες αὐτὸν σάρκα γεγενῆσθαι καὶ τὰ Ἑλλήνων φρονοῦσιν, ὥσπερ οὖν καὶ φρονοῦσι, τροπὴν τοῦ λόγου τὴν σάρκωσιν τὴν θείαν ὑπολαμβάνοντες.

Ἀλλ᾽ οὐκ ἔστι τοῦτο· μὴ γένοιτο! Ὃν τρόπον γὰρ ἐνταῦθα τὴν ἀνέκφραστον ἕνωσιν ὁ Ἰωάννης κηρύσσει, «καταποθέντος τοῦ θνητοῦ ὑπὸ τῆς ζωῆς» καὶ αὐτοζωῆς ὄντος, καθ᾽ ἃ πρὸς τὴν Μάρθαν αὐτὸς «ἐγώ εἰμι ἡ ζωὴ» λέγων, οὕτως καὶ ὅταν λέγῃ ὁ μακάριος Πέτρος τὸ «διὰ Ἰησοῦ Χριστοῦ» ἀπεστάλθαι τὸν λόγον, τὴν θείαν ἕνωσιν σημαίνει. Ὡς γὰρ ἀκούων τις τὸ «ὁ λόγος σὰρξ ἐγένετο» οὐκ ἂν νομίσοι μηκέτι οὖν εἶναι λόγον, ὅπερ ἄτοπον, ὡς προείρηται, οὕτως καὶ λόγον ἀκούων τὸν συναφθέντα τῇ σαρκὶ τὸ θεῖον ἓν καὶ ἁπλοῦν νοείτω μυστήριον. Σαφέστερον δὲ καὶ ἀναμφισβήτητον παντὸς λογισμοῦ τὸ πρὸς αὐτὴν τὴν θεοτόκον πρὸς τοῦ ἀρχαγγέλου ῥηθὲν τὴν ἑνότητα τοῦ θείου λόγου καὶ ἀνθρώπου δείξειεν. Φησὶ γάρ· «πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σέ, καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι· διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται υἱὸς θεοῦ». Ἀφρόνως οὖν οἱ τοῦ Σαμοσατέως τὸν λόγον χωρίζουσι σαφῶς ἀποδειχθέντα ἡνῶσθαι τῷ ἐκ Μαρίας ἀνθρώπῳ. Οὐκ ἄρα ἀπεστάλη δι᾽ αὐτοῦ· ἀπέστελλε δὲ ἐν αὐτῷ λέγων· «πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη».

Ἔθος δὲ τοῦτο τῇ γραφῇ ἀπεριέργως καὶ ἁπλῶς τὰς λέξεις ἐκφράζειν· οὕτως γὰρ καὶ ἐν τοῖς Ἀριθμοῖς τις εὑρήσει· «εἶπε» γάρ, φησι, «Μωσῆς τῷ Ῥαγουὴλ τῷ Μαδιανίτῃ, γαμβρῷ Μωσῆ». Οὐ γὰρ ἄλλος Μωσῆς ὁ λέγων, καὶ ἄλλος οὗ ἦν γαμβρὸς ὁ Ῥαγουήλ, ἀλλ᾽ εἷς ἦν ὁ Μωσῆς. Εἰ γὰρ ὁ λόγος τοῦ θεοῦ καὶ σοφία ὁμοίως χρηματίζει καὶ δύναμις καὶ δεξιὰ καὶ βραχίων καὶ ὅσα τοιαῦτα (ἥνωται δὲ φιλανθρώπως ἡμῖν τὴν ἀπαρχὴν ἡμῶν περιθέμενος καὶ ταύτῃ ἀνακραθείς), ἄρα αὐτὸς ὁ λόγος καὶ τὰ λοιπὰ εἰκότως εἴληχεν ὀνόματα. Τὸ γὰρ εἰρηκέναι τὸν Ἰωάννην» ἐν ἀρχῇ μὲν εἶναι τὸν λόγον, καὶ τοῦτον πρὸς τὸν θεόν, καὶ αὐτὸν θεόν, καὶ πάντα δι᾽ αὐτοῦ, καὶ χωρὶς αὐτοῦ γεγενῆσθαι μηδέν«, πλάσμα τοῦ θεοῦ λόγου σαφῶς καὶ τὸν ἄνθρωπον δείκνυσιν ὑπάρχειν.

Εἰ τοίνυν τοῦτον σαθρωθέντα εἰς ἑαυτὸν λαβόμενος πάλιν ἀνακαινίζει διὰ τῆς βεβαίας αὐτοῦ ἀνανεώσεως πρὸς διαμονὴν ἀτελεύτητον καὶ διὰ τοῦτο ἑνοῦται, εἰς θειοτέραν ἀνάγων αὐτὸν λῆξιν, πῶς οἷόν τε λέγειν διὰ τοῦ ἐκ Μαρίας ἀνθρώπου τὸν λόγον ἀπεστάλθαι, καὶ τοῖς λοιποῖς ἀποστόλοις, λέγω δὴ προφήταις, ἀποσταλεῖσι παρ᾽ αὐτοῦ συναριθμεῖν τὸν τῶν ἀποστόλων κύριον; Πῶς δὲ καὶ κληθείη Χριστὸς ψιλὸς ἄνθρωπος; Ἡνωμένος δὲ τῷ λόγῳ εἰκότως χρηματίζοι Χριστὸς καὶ υἱὸς θεοῦ, ἄνωθεν τοῦ προφήτου σαφῶς ἐκβοήσαντος τὴν πατρικὴν ὑπόστασιν περὶ αὐτοῦ καὶ εἰπόντος· »Καὶ ἀποστελῶ τὸν υἱόν μου τὸν Χριστόν«, καὶ ἐν τῷ Ἰορδάνῃ· »οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός«.

Ἐκπληρώσας γὰρ τὴν ὑπόσχεσιν εἰκότως ὑπέδειξεν, ὡς οὗτός ἐστιν, ὃν εἶπον ἀποστεῖλαι. Τὸ τοίνυν συναμφότερον νοῶμεν Χριστόν, λόγον τὸν θεῖον ἡνωμένον τῷ ἐκ Μαρίας ἐν τῇ Μαρίᾳ. Ἐν γὰρ τῇ ταύτης νηδύϊ ὁ λόγος ἑαυτῷ τὸν οἶκον διεπλάσατο, ὃν τρόπον ἐξ ἀρχῆς τὸν Ἀδὰμ ἐκ τῆς γῆς, μᾶλλον δὲ θειοτέρως, περὶ οὗ καὶ Σολομών φησι τὸν λόγον εἰδὼς καὶ σοφίαν χρηματίζουσαν φανερῶς· »ἡ σοφία ᾠκοδόμησεν ἑαυτῇ οἶκον«. ὃν καὶ ὁ ἀπόστολος ἑρμηνεύων λέγει· »οὗ οἶκός ἐσμεν ἡμεῖς«, καὶ ἀλλαχοῦ δὲ »ναὸν» προσαγορεύει, καθότι πρέπον θεῷ ἐν ναῷ κατοικεῖν, οὗ καὶ εἰκόνα τὴν ἐκ λίθων τοῖς παλαιοῖς κτίζειν διὰ Σολομῶντος προσέταττεν· ὅθεν τῆς ἀληθείας φανείσης πέπαυται ἡ εἰκών. Βουληθεῖσι γὰρ τοῖς ἀγνώμοσι τὴν εἰκόνα δεῖξαι ἀλήθειαν, τὴν δὲ ἀληθῆ οἴκησιν, ἣν καὶ ἕνωσιν σαφῶς πιστεύομεν, καθελεῖν οὐκ ἠπείλησεν, ἀλλ᾽ εἰδώς, ὡς αὐτοὶ καθ᾽ ἑαυτῶν τολμῶσι, φησὶν αὐτοῖς· «λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν», σαφῶς δεικνὺς ὁ ἡμέτερος σωτήρ, ὡς τὰ πρὸς ἀνθρώπων σπουδαζόμενα αὐτόθεν ἔχει τὴν διάλυσιν. «Ἐὰν γὰρ μὴ κύριος οἰκοδομήσῃ οἶκον καὶ φυλάξῃ πόλιν, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες, καὶ ἠγρύπνησαν οἱ φυλάσσοντες». Τὰ τοίνυν τῶν Ἰουδαίων λέλυται· σκιὰ γὰρ ἦν· τὰ δὲ τῆς ἐκκλησίας ἥδρασται «τεθεμελίωται γὰρ ἐπὶ τὴν πέτραν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς».

Ἐκείνων ἦν τὸ λέγειν· «πῶς σύ, ἄνθρωπος ὤν, ποιεῖς σεαυτὸν θεόν;» Τούτων μαθητὴς ὁ Σαμοσατεὺς ὑπάρχει ὅθεν εἰκότως τὰ παρ᾽ αὐτοῦ τοῖς αὐτοῦ ἀπαγγέλλει· «ἀλλ᾽ ἡμεῖς οὐχ οὕτως ἐμάθομεν τὸν Χριστόν, εἴγε αὐτὸν ἠκούσαμεν καὶ παρ᾽ αὐτοῦ ἐδιδάχθημεν, ἀποθέμενοι τὸν παλαιὸν ἄνθρωπον τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης, ἀναλαβόντες δὲ τὸν νέον τὸν κατὰ θεὸν κτισθέντα ἐν δικαιοσύνῃ καὶ ὁσιότητι τῆς ἀληθείας».

Χριστὸς τοιγαροῦν τὸ συναμφότερον εὐσεβῶς νοείσθω. Εἰ δὲ καὶ τὸ σῶμα καλεῖ πολλαχοῦ ἡ γραφὴ «Χριστόν», ὡς ὅταν λέγῃ ὁ μακάριος Πέτρος πρὸς Κορνήλιον διδάσκων «Ἰησοῦν τὸν ἀπὸ Ναζαρέτ, ὃν ἔχρισεν ὁ θεὸς πνεύματι ἁγίῳ», καὶ πάλιν πρὸς Ἰουδαίους «Ἰησοῦν τὸν ἀπὸ Ναζαρέτ, ἄνδρα ἀπὸ τοῦ θεοῦ ἀναδεδειγμένον εἰς ὑμᾶς», καὶ πάλιν ὁ μακάριος Παῦλος πρὸς Ἀθηναίους· «ἐν ἀνδρὶ ᾧ ὥρισεν, πίστιν παρασχὼν πᾶσιν ἀναστήσας αὐτὸν ἐκ νεκρῶν». Ταὐτὸν δὲ τῇ χρίσει πολλαχόσε τὴν ἀνάδειξιν καὶ τὴν ἀποστολὴν εὑρίσκομεν, ἐξ ὧν μανθάνειν ἔξεστι τῷ βουλομένῳ, ὡς οὐ διαφωνία τις ἐν τοῖς ῥήμασι τῶν ἁγίων, ἀλλὰ διαφόρως τὴν πρὸς τὸν ἐκ Μαρίας ἄνθρωπον τοῦ θεοῦ λόγου ἕνωσιν γενομένην ὀνομάζουσι ποτὲ μὲν ‛χρίσιν‚, ποτὲ δὲ ‛ἀποστολήν‚, ἄλλοτε δὲ ‛ἀνάδειξιν‚. Τὸ τοίνυν λεγόμενον ὑπὸ τοῦ μακαρίου Πέτρου ὀρθὴν καὶ εἰλικρινῆ τὴν θεότητα τοῦ μονογενοῦς κηρύσσει, οὐ τὴν ὑπόστασιν χωρίζον τοῦ θεοῦ λόγου ἀπὸ τοῦ ἐκ Μαρίας ἀνθρώπου. Μὴ γένοιτο! Πῶς γὰρ ὁ ἀκούσας πολλαχῶς τὸ «ἐγὼ καὶ ὁ πατὴρ ἕν ἐσμεν» καὶ «ὁ ἑωρακὼς ἐμέ, ἑώρακε τὸν πατέρα»; δι᾽ οὗ καὶ μετὰ τὴν ἀνάστασιν τὸ αὐτὸ «κεκλεισμένων τῶν θυρῶν» εἰσερχόμενον πρὸς πᾶσαν τῶν ἀποστόλων τὴν ξυνωρίδα, καὶ εἴ τι παρῆν ἐκ τούτου δυσπειθές, διαλύσαντα τῷ εἰπεῖν· «ψηλαφήσατέ με καὶ βλέπετε, ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα».

Καὶ οὐκ εἶπε ‛τόνδε‚ ἢ ‛τὸν ἄνθρωπόν μου, ὃν ἀνείληφα‚, ἀλλ᾽ «ἐμέ». Ὅθεν οὐδεμίαν συγγνώμην εὑρεῖν δυνήσεται ὁ Σαμοσατεὺς ἐκ τοσούτων τὴν ἕνωσιν τοῦ θεοῦ λόγου διελεγχθείς, καὶ ἀπ᾽ αὐτοῦ δὲ τοῦ θεοῦ λόγου, ἄρτι μὲν πρὸς πάντας τὴν πεῦσιν προσάγοντος καὶ πληροφορῶν ἀπό τε τοῦ φαγεῖν καὶ τὴν ψηλάφησιν ἐπιτρέψαι, ἣ δὴ καὶ γεγένηται. Πάντως γὰρ ὁ διδοὺς τὴν τροφὴν ἢ οἱ διδόντες ἥψαντο τῶν χειρῶν. «Ἐπέδωκαν» γάρ, φησιν, «αὐτῷ ἰχθύος ὀπτοῦ μέρος καὶ ἀπὸ μελισσίου κηρίου, καὶ φαγὼν ἐνώπιον αὐτῶν, λαβὼν τὰ ἐπίλοιπα ἀπέδωκεν αὐτοῖς». Ἰδοὺ τοίνυν, εἰ καὶ οὐχ ὡς ὁ Θωμᾶς, ἀλλ᾽ ὅμως δι᾽ ἑτέρας μεθόδου τὴν πληροφορίαν αὐτοῖς παρέσχε ψηλαφηθείς. Εἰ δὲ καὶ τοὺς μώλωπας ἰδεῖν θέλοις, παρὰ Θωμᾶ μάθε· «φέρε» γάρ «σου», φησίν, «τὴν χεῖρα καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ φέρε τὸν δάκτυλόν σου, καὶ βλέπε τὰς χεῖράς μου». Πλευρὰν ἰδίαν καὶ χεῖρας ὀνομάζων ὁ θεὸς λόγος καὶ ὅλον αὐτὸν ἄνθρωπόν τε καὶ θεὸν ὁμοῦ, ἄρτι μὲν τοῦ λόγου καὶ τὴν αἴσθησιν τοῖς ἁγίοις διὰ σώματος, ὡς ἔστι νοεῖν, παρέχοντος τῷ εἰσελθεῖν τῶν θυρῶν κεκλεισμένων, παρευθὺ δὲ σὺν τῷ σώματι παρεστὼς καὶ τὴν πληροφορίαν παρέχων. Ταῦτα τοῖς πιστοῖς εἰς βεβαίωσιν καὶ τοῖς ἀπίστοις εἰς διόρθωσιν εἰρήσθω συμμέτρως.

Διορθούσθω τοιγαροῦν καὶ Παῦλος ὁ Σαμοσατεὺς τῆς θείας κατήκοος γεγενημένος φωνῆς «τὸ σῶμά μου» λέγοντος, καὶ οὐχὶ τὸν Χριστὸν ἕτερον παρ᾽ ἐμὲ τὸν λόγον, ἀλλὰ σὺν ἐμοὶ αὐτὸν καὶ ἐμὲ σὺν αὐτῷ. Τὸ γὰρ χρίσμα ἐγὼ ὁ λόγος, τὸ δὲ χρισθὲν ὑπ᾽ ἐμοῦ ὁ ἄνθρωπος· οὐ χωρὶς οὖν ἐμοῦ Χριστὸς κληθείη ἄν, ἀλλὰ σὺν ἐμοὶ ὢν καὶ ἐμοῦ ἐν αὐτῷ. Τὸ τοίνυν ἀποστολὴν τοῦ λόγου σημαίνεσθαι ἕνωσιν δηλοῖ τὴν πρὸς τὸν ἐκ Μαρίας Ἰησοῦν, ὃς ἑρμηνεύεται σωτήρ, οὐ δι᾽ ἕτερόν τι, ἀλλ᾽ ἢ διὰ τὸ τῷ θεῷ λόγῳ ἡνῶσθαι. Ταὐτὸν σημαίνεσθαι τὸ ῥητὸν τοῦτο τῷ «ὁ πέμψας με πατήρ», καὶ «ἀπ᾽ ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ᾽ ὁ πατήρ με ἀπέστειλεν». Τὴν γὰρ πρὸς τὸν ἄνθρωπον ἕνωσιν, σὺν ᾧ γνωρισθῆναι ἀνθρώποις ἦν δυνατὸν τὴν ἀόρατον φύσιν διὰ τῆς ὁρωμένης, ‛ἀποστολὴν‚ ὠνόμασεν. Οὐ γὰρ δὴ θεὸς τόπους ἀμείβει καθ᾽ ἡμᾶς τοὺς ἐν τόποις κρυπτομένους, τῷ τῆς σμικρότητος ἡμῶν σχήματι τῆς ὑπάρξεως τῆς ἐν σαρκὶ ἐπιδεικνύμενος· πῶς γὰρ ὁ τὸν οὐρανὸν καὶ τὴν γῆν πληρῶν; Ἀλλὰ τῆς ἐν σαρκὶ παρουσίας ἕνεκα τὴν ἀποστολὴν οἱ δίκαιοι ὠνόμασαν.