Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Ὁμιλία εἰς τὸ πάθος καὶ τὸν σταυρὸν τοῦ κυρίου

Μέγας Αθανάσιος

Η άρση του σταυρού, η σταύρωση στον αέρα και ο συμβολισμός των ιματίων

Η πρακτική και θεολογική σημασία της υπομονής του Χριστού, η μεταφορά του σταυρού, ο θεολογικός συμβολισμός του άρραφου χιτώνα και ο καθαρισμός του αέρα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 5 από 8

Ἀπέβαινε δὲ αὐτῷ ταῦτα καὶ παρὰ γνώμην, ὧν ἐβούλετο. Ἐνεργῶν γὰρ ἐν τοῖς καταβοῶσι τοῦ Σωτῆρος, ἠγνόει τὴν σιωπὴν ἀντεισάγων καθ᾽ ἑαυτοῦ· παροξύνων Πιλᾶτον, οὐκ ᾔδει κατασκευάζων ἀντὶ δειλίας τὴν ἀφοβίαν· κινῶν τύπτεσθαι τὸν Κύριον, ἐπλανᾶτο δεικνυμένης ἀνεξικακίας.

Καὶ τέλος ἐμπαροινῶν κατὰ τοῦ Σωτῆρος, οὐκ ἔβλεπεν ἀρετὴν κατὰ κακίας καθοπλίζων· πάσῃ γὰρ κακίᾳ καὶ πονηρίᾳ χαίρει ὁ ἐχθρός· καὶ εἴ τι κακόν ἐστι, τοῦτο διαβολικόν ἐστιν ὅπλον· ἢ γὰρ δειλίᾳ θανάτου, ἢ διὰ τὸ ἀμύνασθαι πάντως, ἁμαρτάνειν πείθει.

Ὅθεν ὁ Κύριος ὑπέμεινε πάντα· ἵνα ἐν μὲν τῇ δειλίᾳ τὴν ἀνδρείαν, τῇ δὲ ὕβρει τὴν ἀνεξικακίαν, τῷ δὲ θυμῷ τὴν πραότητα, καὶ ἐπὶ πᾶσιν ἀρετὴν κατὰ τῆς κακίας ἀντικεῖσθαι διδάξῃ. Καὶ πρῶτον μὲν ἐδίδασκε τῷ τύπτοντι εἰς τὴν σιαγόνα στρέφειν καὶ τὴν ἄλλην· καί· «Μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα·» καί· «Ἀπὸ τοῦ αἴροντος τὰ σὰ μὴ ἀπαίτει·» καί· «Εὐλογεῖτε τοὺς διώκοντας.» Ἵνα δὲ μὴ ἀδύνατος ἡ ἐντολὴ νομισθῇ παρά τισι, διὰ τοῦτο δι᾽ ἑαυτοῦ τὰ πάντα ἐπέδειξε ὁ Κύριος, καὶ ἀφ᾽ ὧν ἔπασχεν, ἔπεισε πάντας ὑβριζομένους, μὴ ἀνθυβρίζειν, καὶ τυπτομένους, μὴ ἀντιτύπτειν, καὶ χλευαζομένους, μὴ ὀργίζεσθαι, καὶ ἀπὸ τοῦ αἴροντος τὰ ἡμῶν μὴ ἀπαιτεῖν· καὶ καθόλου μὴ φοβεῖσθαι τὸν θάνατον· ἀλλὰ καὶ καταφρονεῖν αὐτοῦ τῇ ἐλπίδι τῶν μελλόντων. Οὕτω γὰρ μᾶλλον εὐχερὴς ἡ κατὰ τοῦ διαβόλου καὶ πάσης ἁμαρτίας νίκη γένηται, ἢ ὅταν ἀμυνώμεθα.

Ἀμυνόμενοι μὲν γὰρ καὶ ἀνταδικοῦντες τοὺς ἀνταδικοῦντας, καὶ ὑβρίζοντες τοὺς ὑβρίζοντας, καὶ αὐξάνομεν καὶ τρέφομεν καθ᾽ ἑαυτῶν τὴν κακίαν, οὐ μᾶλλον τοὺς ἐχθροὺς, ἀλλ᾽ ἑαυτοὺς ἀδικοῦντες τῇ διὰ τὴν κακίαν καταδίκῃ καὶ κρίσει μενούσῃ τοὺς ταύτῃ χρησαμένους· ὅταν δὲ, ὡς ὁ Κύριος, ὑπομένωμεν ἀδικούμενοι, καὶ τοῖς λοιδοροῦσι τὴν ἀνεξικακίαν ἀντιτιθῶμεν, τοῖς δὲ ἀπειλοῦσι τὴν ἀνδρείαν, τῷ δὲ θανάτῳ τὴν ἐλπίδα τῆς ἀθανασίας· πάντως ἐν τούτοις λυποῦμεν τὸν ἐχθρόν· κἀκεῖνος ἐν τῇ τοιαύτῃ πανοπλίᾳ καταπίπτει, ἐν ᾗ καὶ ὁ Παῦλος ἡμᾶς καθοπλίζων φησίν· «Ἐνδύσασθε οὖν τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα δυνηθῆτε πρὸς τὰς μεθοδείας τοῦ διαβόλου στῆναι.» Οὕτω γὰρ καὶ τοῦ Σωτῆρος ὑπομείναντος, γέγονε τό· «Ἐθεώρουν τὸν Σατανᾶν πίπτοντα ἐκ τοῦ οὐρανοῦ ὡς ἀστραπήν.» Εὐθέως γοῦν μετὰ τὸ τούτοις ἀνδραγαθῆσαι τὸν Κύριον, καὶ πεσεῖν τὸν ἐχθρὸν, ἐπέθηκαν αὐτῷ τὸν σταυρὸν, γνώρισμα τῆς νίκης ἀληθῶς καὶ ἄκοντες καθ᾽ ἑαυτῶν παρέχοντες. Ἕως μὲν γὰρ εἱστήκει ὁ ἐχθρὸς, εἶχον οἱ δήμιοι τὸ ξύλον· ὅτε δὲ πέπτωκε καὶ κατεῤῥάγη, τότε τρόπαιον ἔλαβεν ὁ Κύριος, καὶ ἑαυτῷ ἐβάστασεν. Ἔδει γὰρ τὸν νικητὴν θριαμβεύοντα κατὰ τοῦ διαβόλου, μὴ ἄλλῳ συγχωρεῖν, ἀλλ᾽ ἑαυτῷ βαστάζειν τὸ τρόπαιον. Ἐλάμβανε δὲ σὺν τῷ τροπαίῳ καὶ τὰ ἱμάτια παρ᾽ αὐτῶν, ἀπερχόμενος εἰς τὸν θάνατον· ἵνα καὶ ταῦτα σὺν τῷ θανάτῳ ἀπεκδύσηται.

Διὰ τοῦτο, πάλιν ἐκδυσάμενος, κατέσπευδε τοὺς ἀπάγοντας ἄγειν αὐτόν. Ὡς δὲ ἀπήγετο, κατὰ μὲν τὸν Ἰωάννην, ἑαυτῷ τὸν σταυρὸν ἐβάσταζε, κατὰ δὲ τοὺς ἄλλους εὐαγγελιστὰς, Σίμων ὁ ἄνθρωπος ὁ ἀπὸ Κυρήνης ἔφερε τὸν σταυρόν. Ἔστι δὲ οὐκ ἐναντίον τῷ Ἰωάννῃ· οὐδὲ γὰρ ὁ Ἰωάννης ἐναντίον τοῖς ἄλλοις γράφει, ἀλλ᾽ ἀμφότερα γέγονεν ἐπὶ τούτου· καὶ γὰρ καὶ ἑαυτῷ ὁ Κύριος τὸν σταυρὸν ἐβάσταζε, καὶ πάλιν Σίμων ὁ ἄνθρωπος ἔφερεν αὐτόν. Ὡς μὲν οὖν κατὰ τοῦ διαβόλου τρόπαιον ἐβάσταζε πρῶτον, ἑκουσίως δὲ καὶ τὸν σταυρὸν ἔφερεν ἑαυτῷ· καὶ γὰρ οὐκ ἀναγκαζόμενος ἤρχετο ἐπὶ τὸν θάνατον.

Καὶ πάλιν δὲ ἐβάσταζεν αὐτὸν Σίμων ὁ ἄνθρωπος, ἵνα γνωσθῇ πᾶσιν, ὅτι οὐ τὸν ἑαυτοῦ, ἀλλὰ τὸν τῶν ἀνθρώπων ἀποθνήσκει θάνατον ὁ Κύριος. Τούτων δὲ οὕτως γενομένων, ἔρχεται σπεύδων ἐπὶ τὸν τόπον, ἔνθα καὶ ἀναβαίνειν αὐτὸ ἐπὶ τὸν σταυρὸν ἔδει, ἵνα τὸ καθ᾽ ἡμῶν χειρόγραφον, ὅπερ ἀπὸ τῶν ἐχθρῶν ᾖρε, προσηλώσῃ τῷ σταυρῷ, καὶ ἀπεκδυσάμενος τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας, ἐν παῤῥησίᾳ δειγματίσῃ τούτους ἐν τῷ ξύλῳ θριαμβεύων κατ᾽ αὐτῶν, καὶ δεικνύων τὸν ἐκσπασθέντα ἐκ τοῦ λέοντος ἄνθρωπον, καὶ λοιπὸν τῷ ἰδίῳ αἵματι ῥαίνων καὶ καθαρίζων τὴν γῆν ἀρέσκηται. Μέλλων δὲ τοῦτο ποιεῖν, ἐξεδύσατο τὰ ἱμάτια.

Ἔδει γὰρ αὐτὸν, εἰσάγοντα τὸν ἄνθρωπον εἰς τὸν παράδεισον, ἀπεκδύσασθαι τοὺς χιτῶνας, οὓς ἔλαβεν ὁ Ἀδὰμ ἐκβαλλόμενος ἐκ τοῦ παραδείσου. Ὅτε γὰρ ἥμαρτε, καὶ λοιπὸν ἤμελλεν ἀποθνήσκειν, ἔλαβε δερματίνους χιτῶνας, ἐκ νεκρῶν ζώων γενομένους, σύμβολον ὄντας τῆς διὰ τὴν ἁμαρτίαν νεκρώσεως αὐτῷ προσγενομένης.

Ἀλλ᾽ ὁ Κύριος, ὁ πάντα τὰ ἡμῶν δι᾽ ἡμᾶς ἀναδεξάμενος, ἐνεδύσατο ταῦτα, ἵνα καὶ ἀπεκδύσηται, καὶ ἀντὶ τούτων ἡμᾶς ἐνδύσῃ τὴν ζωὴν καὶ τὴν ἀφθαρσίαν· ἐνεδύσατο δὲ μετὰ τούτων καὶ χιτῶνα ἄῤῥαφον ἐκ τῶν ἄνωθεν ὑφαντὸν δι᾽ ὅλου γενόμενον· ἵνα κἂν ἐκ τούτων πιστεῦσαι δυνηθῶσιν οἱ Ἰουδαῖοι, τίς ἐστι καὶ πόθεν ὁ ἐνδυσάμενος ταῦτα· ὅτι οὐκ ἀπὸ γῆς, ἀλλ᾽ ἄνωθεν ἐρχόμενος ἦν ὁ Λόγος, καὶ ὅτι οὐ μεριστὸς, ἀλλ᾽ ἀμέριστός ἐστιν ὁ Λόγος ὁ τοῦ Πατρὸς, καὶ, ὅτι, γενόμενος ἄνθρωπος, οὐκ ἐῤῥαμμένον εἶχε τὸ σῶμα ἐξ ἀνδρὸς καὶ γυναικὸς, ἀλλ᾽ ἐκ Παρθένου μόνης, ὑφασμένον τῇ τοῦ Πνεύματος τέχνῃ. Ὅθεν οἱ δήμιοι τὰ μὲν ἄλλα διαμερίζονται ἱμάτια, μεριστὰ γὰρ ἦν, καὶ εἰς τέσσαρα διαμερίζονται· καὶ γὰρ ὑπὲρ τῆς ἁμαρτίας τῆς τετραμεροῦς οἰκουμένης κατὰ ἀνατολὴν, καὶ δύσιν, καὶ ἄρκτον, καὶ μεσημβρίαν, ἐφόρει ταῦτα· ἅπερ θεωρήσας ὁ Ἰωάννης ἐνδεδυμένον αὐτὸν ἔλεγεν· «Ἰδὲ ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.» Τὸν χιτῶνα μόνον οὐκ ἠδυνήθησαν σχίσαι φόβῳ τοῦ δι᾽ αὐτοῦ γνωριζομένου σημείου.

Καὶ τοῦτο γὰρ οὐκ αὐτῶν, ἀλλὰ τοῦ κρεμαμένου Σωτῆρος τὸ ἔργον. Καὶ γὰρ κρεμάμενος, ὡς ἄνθρωπος, τὰς μὲν ἀρχὰς ἐδίωκε, τὸν δὲ διάβολον κατελάμβανε, τοὺς δὲ δημίους ἐφόβει, μὴ σχίζειν τὸν χιτῶνα· ἵνα, τούτου μένοντος, μένῃ καὶ ὁ κατὰ Ἰουδαίων ἔλεγχος, ὁ μετ᾽ οὐ πολὺ γενόμενος, ὅτι τὸ μὲν καταπέτασμα ἐσχίσθη, ὁ δὲ χιτὼν τοῦ Σωτῆρος οὐδὲ ὑπὸ δημίων διῃρέθη, ἀλλ᾽ ἔμεινεν ὁλόκληρος. Μένει γὰρ τὸ Εὐαγγέλιον διὰ παντὸς ὁλόκληρον, τῶν σκιῶν διαιρουμένων. Πλὴν ὅτι ἀποδυσάμενος τὰ ἱμάτια ἔσπευδε πρὸς τὸν θάνατον, τότε πάλιν ὁ διάβολος, ἰδὼν τὴν προθυμίαν τοῦ Σωτῆρος, καὶ ἑαυτὸν ἐξ οὐρανοῦ πεσόντα, καὶ τῆς γῆς ἐκβληθέντα, οὐκ εἶχεν ὅ τι πράξει· πάντα γὰρ ἦν αὐτῷ θορύβου καὶ ἀπορίας μεστά. Καὶ μένειν μὲν οὐκ ἠδύνατο, φεύγειν δὲ πάλιν ἐφοβεῖτο. Πλὴν ὅτι ἐνθυμηθεὶς, ὅτι τοὺς ἀποθνήσκοντας, ἐπὶ τῆς γῆς ἀποθνήσκειν δεῖ κατὰ τὸ γεγραμμένον· «Γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ·» φοβηθεὶς ἐπὶ γῆς μεῖναι, μὴ ἐκεῖ καταληφθῇ, λοιπὸν εἰς τὸν ἀέρα ἐπέτατο· τάχα κἂν οὕτως, τοῦ κυριακοῦ σώματος ἐπὶ γῆς τεθέντος, ἐλεύθερον ἔχῃ τὸν ἀέρα.

Ἀλλ᾽ ὁ Κύριος, καὶ ἐν τούτῳ φιλανθρωπευόμενος, οὐκ εἰς γῆν ἀπέθανεν, ἀλλ᾽ εἰς τὸν ἀέρα ἀνέβη διὰ τοῦ σταυροῦ, διώκων κἀκεῖ τὸν ὄφιν· ἵνα κἀκεῖθεν τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος ἀποδιώξῃ, καὶ τὰ πνευματικὰ τῆς πονηρίας καταβάλῃ, οὐκ ἀφεὶς οὐδὲ οὕτω τὴν γῆν ἀθεράπευτον. Καὶ γὰρ κρεμάμενος ἐπὶ τοῦ σταυροῦ, τὸν μὲν ἀέρα ἐκαθάριζε τῇ ἐκτάσει τῶν χειρῶν, τὴν δὲ γῆν ἐλυτροῦτο, τῷ αἵματι καὶ τῷ ὕδατι τῆς πλευρᾶς ἀποπλύνων αὐτήν.