Ἐτρύχετο δὲ πάλιν, ὅτι ὃν ὡς λῃστὴν ἀπέκτεινε, τοῦτον πάλιν μεταφερόμενον ἑώρα ἐν τῷ παραδείσῳ. Ὁρῶν δὲ καὶ πᾶσαν αὐτοῦ τὴν πανοπλίαν ῥιφεῖσαν, καὶ ὅτι οὐκ ἦν ἀμυντήριον πεμφθὲν παρ᾽ αὐτοῦ, ὃ μὴ ἠκύρωσεν ὁ Κύριος, κατὰ τὸ γεγραμμένον· «Τοῦ ἐχθροῦ ἐξέλιπον αἱ ῥομφαῖαι εἰς τέλος, καὶ πόλεις καθεῖλες,» διὰ τοῦτο ἐταράσσετο, καὶ ἀπορῶν, πεπείρακε λοιπὸν δοῦναι τῷ Σωτῆρι πιεῖν ὄξος μετὰ χολῆς· ἀλλὰ καὶ τοῦτο καθ᾽ ἑαυτοῦ κατασκευάζων ἠγνόει. Τὸ γὰρ πικρὸν τῆς ὀργῆς, τὸ διὰ τὴν παράβασιν τοῦ νόμου γενόμενον, ἐν ᾧ πάντας κατεῖχεν, ἀπεδίδου τῷ Σωτῆρι· καὶ λαμβάνων ἐκεῖνος ἀνήλισκε καὶ ἐξεκένου, ἵνα ἀντὶ μὲν τοῦ ὄξους ὃν ἐκέρασεν οἶνον ἡ σοφία ποτίσῃ ἡμᾶς· ἀντὶ δὲ τῆς χολῆς τὰ γλυκύτερα ὑπὲρ μέλι καὶ κηρίον λόγια χαρίσηται ἡμῖν· καὶ ἀνθ᾽ ὧν αὐτὸς ἐγεύσατο τὰ ἡμῶν, εἴπῃ καὶ ἡμῖν· «Γεύσασθε, καὶ ἴδετε, ὅτι χρηστὸς ὁ Κύριος.» Ὡς δὲ καὶ τούτου ἐξέπεσε καὶ ἐσκυλεύθη, καταισχυνθεὶς λοιπὸν, ὑποψία αὐτόν τις εἶχεν, ὁρῶν τὰ τηλικαῦτα, ὅτι οὐ πρὸς ἄνθρωπον, ἀλλὰ πρὸς Θεὸν ἀντιμάχεται. Ἑώρα γὰρ ἐν οἷς τοὺς πάντας ἐθήρευεν, ἐν τούτοις ἑαυτὸν καταισχυνόμενον, καὶ μᾶλλον πίπτοντα ἢ καταβάλλοντα· καὶ λοιπὸν ἐπειρᾶτο παραχωρεῖν, καὶ νῶτα διδόναι τῇ φυγῇ. Ὁρῶν γὰρ αὐτὸν κρεμάμενον, καὶ διώκοντα τὸν θάνατον, ἐφοβήθη μὴ οὗτός ἐστι, περὶ οὗ γέγραπται· Ὑψωθήσεται Κύριος τοῦ ἐλεῆσαι ἡμᾶς.