Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Περὶ τῆς ἁγίας τριάδος

Μέγας Αθανάσιος

Το αγέννητο ως ιδιότητα, στέρηση και αίτιο

Διαλογική συζήτηση επί των εννοιών της στέρησης, της έξης και της αιτίας, όπου τεκμηριώνεται ότι το αγέννητο αποτελεί ιδιότητα του Πατρός και όχι την καθαυτό θεία ουσία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 4 από 8

Ἀνόμ. Εἰ στερήσεώς ἐστι δηλωτικὸν ἐπὶ θεοῦ τὸ ἀγέννητον, μηδὲν δὲ εἴη τὸ ἀγέννητον, ποῖος λόγος ἂν ἀφαιρήσειε τοῦ μηδενὸς τὸ μηδέν; εἰ δὲ ὂν σημαίνει, τίς ἂν χωρίσειεν ὄντος ὄν, ὅπερ ἐστὶν αὐτὸ ἑαυτοῦ;

Ὀρθ. Εἰ τὸ ἄφθαρτον καὶ τὸ ἀθάνατον στερήσεώς εἰσι δηλωτικά, ἔστω καὶ τὸ ἀγέννητον. τοῖς οὖν αὐτοῖς καὶ ἡμεῖς χρησώμεθα λόγοις· εἰ στερήσεώς ἐστι δηλωτικὸν ἐπὶ θεοῦ τὸ ἄφθαρτον, μηδὲν δέ ἐστι τὸ ἄφθαρτον ποῖος λόγος ἂν ἀφαιρήσειε τοῦ μηδενὸς τὸ μηδέν; εἰ δὲ ὂν σημαίνει, τίς ἂν χωρίσειε ὄντος ὄν, ὅπερ ἐστὶ στερήσεως δηλωτικόν, τὸ ἄφθαρτον καὶ τὸ ἀθάνατον καὶ τὸ ἀγέννητον; καὶ εἰ ταὐτὸν σημαίνει τὸ ἀγέννητον καὶ τὸ ἄφθαρτον εἴτ᾽ οὖν καὶ τὸ ἀθάνατον, ἔστι δὲ καὶ ὁ υἱὸς ἄφθαρτος καὶ ἀθάνατος, ἔστιν ἄρα καὶ αὐτὸς ἀγέννητος. εἰ δ᾽ οὐκ ἔστιν ἀγέννητος ἄφθαρτος καὶ ἀθάνατος ὤν, οὐ ταὐτὸν σημαίνει τὸ ἀγέννητον καὶ τὸ ἄφθαρτον εἴτ᾽ οὖν ἀθάνατον. εἰ δ᾽ οὐ ταὐτὸν σημαίνει, δικαιοῖς δὲ μᾶλλον αὐτὸς τὸ ἀγέννητον εἶναι τὴν οὐσίαν· ἔσται ἄρα κατὰ σὲ καὶ κατὰ τοὺς τῆς σῆς σοφίας λόγους ἀγέννητος μὲν ἡ οὐσία, οὐκ ἀθάνατος δέ, οὔτε μὴν ἄφθαρτος.

Ἀνόμ. Εἰ ἡ στέρησις ἕξεων ἀφαίρεσις, τὸ ἐπὶ θεοῦ ἀγέννητον ἤτοι στέρησις ἔσται ἕξεως ἢ ἕξις στερήσεως. ἀλλ᾽ εἰ μὲν στέρησίς ἐστιν ἕξεως, πῶς ἂν τὸ μὴ προσὸν τῷ θεῷ συναριθμηθήσεται; εἰ δὲ ἕξις ἐστὶ τὸ ἀγέννητον, ἀνάγκη προϋποθέσθαι γεννητὴν οὐσίαν, ἵν᾽ οὕτως ἕξιν προσλαβοῦσα ἀγέννητος ὀνομάζηται. εἰ δὲ ἡ γεννητὴ ἀγεννήτου οὐσίας μετέσχεν ἕξεως ὑπομείνασα ἀποβολὴν γενέσεως ἐστέρηται, εἴη ἂν οὐσία μὲν ἡ γεννητή, τὸ δὲ ἀγέννητον ἕξις. εἰ δὲ τὸ γέννημα παρ᾽ οὐδέν ἐστι δηλωτικόν, δηλονότι ἕξεώς ἐστι σημαντικόν, ἄν τε μεταπλασθῇ ἐξουσίᾳ τινός, ἄν τε τοῦτό ἐστιν, ὃ λέγεται γέννημα τινός.

Ὀρθ. Πάλιν τοῖς ἴσοις χρησόμεθα λόγοις· τὸ γὰρ αὐτὸ καὶ ἐπὶ τοῦ ἀψευδοῦς καὶ τοῦ ἀθανάτου καὶ τοῦ ἀφθάρτου εἴποι τις ἄν· τῆς γὰρ αὐτῆς ἐστι χρήσεως τὸ ἀγέννητον, ὅταν σοι τέως συγχωρήσωμεν λέγειν, ὃ τὸ πνεῦμα τῆς ἀληθείας οὐκ εἶπεν. ἐροῦμεν οὖν καὶ ἡμεῖς· εἰ ἡ στέρησις ἕξεων ἀφαίρεσις, τὸ ἐπὶ θεοῦ ἀψευδὲς ἤτοι στέρησις ἕξεως ἢ ἕξις στερήσεως. ἀλλ᾽ εἰ μὲν στέρησίς ἐστιν ἕξεως, πῶς ἂν τὸ μὴ προσὸν τῷ θεῷ συναριθμηθήσεται; εἰ δὲ ἕξις ἐστὶ τὸ ἀψευδὲς, ἀνάγκη προϋποθέσθαι ψεῦδος καὶ ψευδῆ οὐσίαν, ἵνα οὕτως ἕξιν προσλαβοῦσα ἀψευδὴς ὀνομάζηται. εἰ δὲ ἡ ψευδὴς ἀψευδοῦς οὐσίας μετέσχεν, ἕξεως ὑπομείνασα ἀποβολὴν ψεύδους ἐστέρηται, εἴη ἂν οὖν οὐσία ψευδής, τὸ δὲ ἀψευδὲς ἕξις, καί σου ἡ μεγαλόφρων σοφία τοσαύτην ἀσέβειαν ὕλης εὑροῦσα.

Ἀνόμ. Εἰ τὸ γεννητὸν ἕξις καὶ τὸ ἀγέννητον ἕξις, αἱ μὲν οὐσίαι τῶν ἕξεων πρῶται, αἱ δὲ ἕξεις τῶν οὐσιῶν, εἰ καὶ δεύτεραι, ἀλλ᾽ οὖν γε προτιμότεραι. εἰ δὲ τὸ ἀγέννητον τοῦ γεννητοῦ αἴτιόν ἐστι τοῦ εἶναι, σημαινόμενον δὲ τὸ γέννημα συνεισφέρει τῆς ἑαυτοῦ οὐσίας τὸ αἴτιον, οὐσίας ἐστὶ δηλωτικὸν τὸ γέννημα, ἀλλ᾽ οὐχ ἕξεως τῆς ἀγεννήτου φύσεως οὐδὲν ἑαυτῇ συνεισαγούσης, πῶς οὐ ἂν εἴη οὐσία, ἀλλ᾽ ἕξις ἡ ἀγέννητος φύσις;

Ὀρθ. Οὐσίας μὲν οὐδὲν προτιμότερον, σοφώτατε, οὔτε δὲ ἕξιν οὔτε οὐσίαν λέγομεν ἐπὶ θεοῦ τὸ ἀγέννητον. τὸ δὲ μὴ γεγεννῆσθαι αὐτὸν δι᾽ αὐτοῦ μεμαθήκαμεν, καὶ τοῦτο οὐκ ἀπὸ τῆς θείας γραφῆς, ἀλλ᾽ ἀπὸ τῆς ἀνθρωπίνης φύσεως καὶ ἐννοίας. τὸ τοίνυν ἀγέννητον τοῦ γεννητοῦ αἴτιον οὐκ ἔστιν· οὐ γὰρ τὸ μὴ γεγεννῆσθαι τὸν θεὸν τοῦ υἱοῦ αἴτιον, ἀλλ᾽ ἡ οὐσία τῆς οὐσίας ὡς τὸ φῶς τοῦ ἀπαυγάσματος. ἀλλ᾽ οὔτε μὴν τὸ γέννημα συνεισφέρει τὴν ἑαυτοῦ οὐσίαν, ἢ γὰρ ἂν πάντα τὰ γεννητὰ τὴν αὐτὴν συνεισέφερον οὐσίαν, καὶ ἄγγελος καὶ ἵππος καὶ κύων καὶ ἄνθρωπος, πάντα γὰρ ὁμοίως εἰσὶ γεννητά, ἀλλ᾽ οὐ τῆς αὐτῆς οὐσίας. εἰ δὲ τοῦτο, οὐκ ἄρα τὸ γεννητὸν οὐσία. κἂν μὴ οὖν εἰσάγηται τί τὸ ἀγέννητον, ἀλλ᾽ οὐ παρὰ τοῦτο οὐσία, καὶ γὰρ καὶ τὸ ἀψευδὲς οὐδὲν εἰσάγει καὶ οὐκ ἔστιν οὐσία· εἰ γὰρ τὸ ἀψευδὲς οὐσία καὶ τὸ ἀγέννητον οὐσία, ταὐτόν ἐστι τὸ ἀψευδὲς τῷ ἀγεννήτῳ. ἀψευδὴς δὲ ὁ υἱὸς ἀλήθεια ὤν, ἀγέννητος ἄρα· οὐκ ἀγέννητος δὲ κατὰ σέ, ἀψευδὴς δέ. οὐ ταὐτὸν ἄρα σημαινόμενόν ἐστι τὸ ἀψευδὲς τῷ ἀγεννήτῳ. εἰ δὲ οὐκ ἔστι ταὐτὸν σημαινόμενον, οὐκ ἄρα οὐσία τὸ ἀγέννητον, ἐπειδὴ μηδὲ τὸ ἀψευδές.

Ἀνόμ. Εἰ πᾶσα οὐσία ἐστὶν ἀγέννητος, οἷα ἡ τοῦ θεοῦ τοῦ παντοκράτορος, πῶς τὴν μὲν παθητὴν ἐρεῖς, τὴν δὲ ἀπαθῆ; εἰ δὲ φύσεως ἀποκληρώσει ἀγεννήτου ἡ μὲν διαμένει ποσότητος καὶ ποιότητος καὶ ἁπλῶς εἰπεῖν πάσης μεταβολῆς ἀμείνων, ἡ δὲ πάθους ἐστὶν ὑπεύθυνος συγχωρηθεῖσα, τὸ ἀπαράλλακτον εἰς οὐσίαν ἔχειν τῷ αὐτομάτῳ ἐπιτρέψαι ὀφείλεται κατὰ τὰς προειρημένας· ἢ τό γ᾽ οὖν ἀκόλουθον τὴν ποιοῦσαν ἀγέννητον εἰπεῖν, γεννητὴν δὲ τὴν μεταβαλλομένην.

Ὀρθ. Ἔδει μὲν οὖν ἡμᾶς πρὸς τὸ ἀνακόλουθον τῶν προτάσεων καὶ τῶν ἐπαγωγῶν μήτε ἀποκρίνασθαι, ἵνα δὲ μὴ δόξῃς φρόνιμος παρὰ σεαυτῷ εἶναι, μάνθανε μὴ βλασφημεῖν. παθητὴν λέγων τὴν τοῦ υἱοῦ οὐσίαν μὴ προσδοκήσῃς παρ᾽ αὐτοῦ τὴν ἀπάθειαν κληρονομῆσαι, εἰ γὰρ μέτοχοι αὐτῆς γεγόναμεν, ἀπαθεῖς διαμένομεν, ἀπαθὴς ἄρα ἐστὶν ἡ παρέχουσα ἄλλοις τὴν ἀπάθειαν. ὁ δὲ λέγων πᾶσαν οὐσίαν εἶναι ἀγέννητον μετὰ σοῦ οὐκ ἔστι χριστιανός, οὐ γὰρ τὸν αὐτὸν λόγον τοῦ εἶναι ἔχομεν τὰ ποιήματα τῷ πεποιηκότι. διὰ γὰρ τοῦτο καὶ τὸν υἱὸν ἀπαύγασμα εἶναι λέγομεν, ἵνα μὴ τὸν αὐτὸν λόγον τοῦ εἶναι ἔχειν νομίσωμεν αὐτόν, ὃν ἔχομεν ἡμεῖς, οἱ ἐξ οὐκ ὄντων κατ᾽ ἐντολὴν ὑπάρχοντες.

Ἀνόμ. Εἰ τῆς γιγνομένης ἡ ἀγέννητος φύσις ἐστὶν αἰτία, τὸ δὲ ἀγέννητον μηδὲν εἴη, πῶς ἂν εἴη αἴτιον τὸ μηδὲν τοῦ γεγονότος; Ὀρθ. Αἰτία ἐστὶν ἡ τοῦ θεοῦ φύσις καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος καὶ τῆς κτίσεως πάσης, ἀλλὰ τοῦ μὲν υἱοῦ ὡς λόγου, “ἐν ἀρχῇ γὰρ ἦν ὁ λόγος”, τοῦ δὲ πνεύματος ὡς πνοῆς, “πνοὴ γὰρ παντοκράτορος ἡ διδάξασά με”, τῆς δὲ κτίσεως ὡς ποιήματος, “ἐκ γὰρ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται”. οὔτε δὲ λόγος προφορικὸς διὰ τῶν φωνητικῶν ὀργάνων ἐκπεμπόμενος, οὔτε πνοή τις διαχεομένη καὶ διὰ τῶν ἀναπνευστικῶν ὀργάνων ἐκπεμπομένη, ἀλλὰ καὶ λόγος ζῶν καὶ ἐνεργής, “πάντα γὰρ δι᾽ αὐτοῦ ἐγένετο”, καὶ πνεῦμα ζῶν καὶ ἐνεργόν, “πάντα γὰρ ταῦτα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ πνεῦμα διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται”. τὸ δὲ ἀγέννητον οὐκ ἔστιν αἴτιον τοῦ γεννητοῦ, οὐ γὰρ τὸ μὴ γενέσθαι τὸν θεὸν τῶν οὐσιῶν αἴτιον, ἀλλ᾽ ἡ οὐσία τῶν οὐσιῶν αἰτία ὡς εἴρηται. εἰ γὰρ τὸ ἀγέννητον αἴτιον, αἴτιος δὲ καὶ ὁ υἱὸς τῶν κτισμάτων, ἀγέννητος ἄρα· ἀλλ᾽ οὐκ ἀγέννητος κατὰ σέ, αἴτιος δέ· οὐ τὸ ἀγέννητον ἄρα αἴτιον.

Ἀνόμ. Εἰ τὸ ἀγέννητον στέρησις, ἡ δὲ στέρησις ἕξεως ἀποβολή ἐστιν, ἡ δὲ ἀποβολὴ παντελῶς ἀπόλλυται ἢ μεθίσταται ἐφ᾽ ἕτερον, πῶς οἷόν τε ἕξει μεθισταμένῃ ἢ ἀπολλυμένῃ κατωνομάσθαι τὴν οὐσίαν τοῦ θεοῦ ἀγεννήτου φύσεως προσηγορίᾳ;

Ὀρθ. Εἰ ἀψευδὴς ὢν κατὰ στέρησιν ψεύδους ἐστὶν ἀψευδὴς καὶ ἄφθαρτος ὢν κατὰ στέρησιν φθορᾶς ἐστιν ἄφθαρτος, εἰπὲ καὶ τὸ ἀγέννητον κατὰ στέρησιν. ὁ δὲ κατονομάσας τὴν τοῦ θεοῦ οὐσίαν σὺ εἶ, ὁ τοιαῦτα τολμῶν κατὰ θεοῦ μαχόμενος, αὐτοῦ γὰρ λέγοντος καθὼς προείρηται· “ὤφθην πρὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, τοὺς πατέρας ὑμῶν, θεὸς ὢν αὐτῶν καὶ τὸ ὄνομά μου οὐκ ἀπεκάλυψα αὐτοῖς”, σὺ σαυτῷ ἀποδίδως μεγάλα· ἢ γὰρ ὡς ἐκείνων ὑπεραναβεβηκὼς ἐξ ἀποκαλύψεως ἔχεις τοῦ ὀνόματος τὴν γνῶσιν ἢ καὶ μὴ βουλομένου θεοῦ κατείληφας αὐτοῦ τῆς οὐσίας τὸ ὄνομα;

Ἀνόμ. Εἰ τὸ ἀγέννητον δηλοῖ στέρησιν μὴ προσοῦσαν τῷ θεῷ, πῶς ἀγέννητον εἶναι λέγομεν, γεννητὸν δὲ μὴ εἶναι; Ὀρθ. Εἰ τὸ ἄφθαρτον δηλοῖ στέρησιν μὴ προσοῦσαν τῷ θεῷ, πῶς ἄφθαρτον μὲν λέγομεν, φθαρτὸν δὲ οὐ λέγομεν; εἰ δὲ τὸ ἄφθαρτον οὐκ ἔστι στερήσεως δηλωτικόν, οὔτε τὸ ἀγέννητον, οὔτε μὴν οὐσίας. εἰ γὰρ τὸ ἀγέννητον οὐσίας ἐστὶ δηλωτικὸν, καὶ τὸ ἄφθαρτον ἔσται οὐσίας δηλωτικόν, καὶ εἰ τὸ ἀγέννητον καὶ τὸ ἄφθαρτον ἔσται οὐσίας δηλωτικόν, καὶ τὸ ἀψευδὲς καὶ τὸ ἄφθαρτον ταὐτὸν ἂν εἴη τῷ ἀγεννήτῳ· ἀψευδὴς δὲ καὶ ἄφθαρτος ὁ υἱὸς καὶ ἀγέννητος ἄρα. ἀλλ᾽ οὐκ ἀγέννητος κατὰ σέ, οὐκ ἄρα ταὐτὸν ἔσται σημαινόμενον τὸ ἀψευδὲς καὶ ἄφθαρτον, ἀλλὰ τὸ μὲν ἀγέννητον τὸ μὴ γεγεννῆσθαι τὸν θεὸν σημαίνειν λέγομεν, τὸ δὲ ἄφθαρτον τὸ μὴ φθείρεσθαι, τὸ δὲ ἀψευδὲς τὸ μὴ ψεύδεσθαι.

Ἀνόμ. Εἰ ψιλὸν ὄνομά ἐστιν ἐπὶ θεοῦ τὸ ἀγέννητον, ἡ δὲ ψιλὴ προφορὰ τὴν ὑπόστασιν ἐπαίρει κατὰ πάντων τῶν γεννητῶν, τιμιωτέρα ἐστὶν ἡ ἀνθρώπων προφορὰ τῆς τοῦ παντοκράτορος ὑποστάσεως ἀσυγκρίτῳ ὑπεροχῇ καλλωπίσασα τὸν θεὸν τὸν παντοκράτορα.

Ὀρθ. Οὔτε ψιλὴν προφορὰν τὸ ἀγέννητον λέγομεν οὔτε οὐσίαν. εἰ γὰρ τὸ ἀγέννητον οὐσία, καὶ τὸ γεννητὸν οὐσία, εἰ δὲ τὸ γεννητὸν οὐσία, πάντα τὰ γεννητὰ ὁμοούσια· οὐκ ἄρα τὸ γεννητὸν οὐσία. εἰ δὲ οὐκ οὐσία τὸ γεννητόν, οὐδὲ τὸ ἀγέννητον οὐσία, οὐκ ἔστι δὲ ψιλὴ προφορὰ τὸ ἀγέννητον, σημαίνει γὰρ τὸ μὴ γεγεννῆσθαι τὸν θεὸν, ὡς τὸ ἀψευδὲς τὸ μὴ ψεύδεσθαι καὶ τὸ ἄφθαρτον τὸ μὴ φθείρεσθαι.

Ἀνόμ. Εἰ παντὶ γεννητῷ αἰτία συγκεκλήρωται, ἀναίτιος δὲ ἡ ἀγέννητος φύσις, οὐκ αἰτίαν δηλοῖ τὸ ἀγέννητον, ἀλλ᾽ οὐσίαν σημαίνει. Ὀρθ. Εἰ οὐσίαν σημαίνει τὸ ἀγέννητον καὶ οὐσίαν τὸ γεννητὸν, οὐσία δὲ οὐσίας οὐδὲν διαφέρει, ᾗ οὐσία ἐστίν· οὐδὲν ἄρα διαφέρει τὸ ἀγέννητον τοῦ γεννητοῦ.