Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Περὶ τῆς ἁγίας τριάδος

Μέγας Αθανάσιος

Η ουσιώδης γέννηση του Υιού και η υπεράσπιση του ομοουσίου

Ο Ορθόδοξος επικρίνει τις θέσεις του Ανομοίου, προβάλλοντας τα θρησκευτικά ονόματα της Τριάδας έναντι του αγεννήτου και αποδεικνύοντας ότι η γέννηση του Υιού είναι τέλεια, άτρεπτη και ουσιώδης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 2 από 8

Ὀρθόδοξος. Μὴ καυχῶ διωχθεὶς, εἴ γε ἐδιώχθης. ἐδιώχθησαν γὰρ παρὰ τοῦ υἱοῦ καὶ οἱ ποιοῦντες τὸν οἶκον τοῦ πατρὸς αὐτοῦ οἶκον ἐμπορίου· εἰ δὲ τοῦτο, οὐκ ἄρα τὸ διώκεσθαι πάντως ἐπαινετόν. τίνας δὲ λέγεις χρονίτας; τοὺς ἀπὸ τῶν ἁγίων ἀποστόλων μέχρι καὶ σήμερον αἰνοῦντας πατέρα καὶ υἱὸν καὶ ἅγιον πνεῦμα θεοῦ ἢ τοὺς ἀπὸ σοῦ χθὲς καὶ σήμερον φανέντας τὴν αἵρεσιν ἔχοντας; δῶμεν δὲ ὅτι παρενθήκας καὶ ἀφαιρέσεις τινές ποτε τῇ παρὰ σοῦ γραφείσῃ πονηρίᾳ πεποιήκασιν. νῦν τί λέγεις; ἢ τί πλεῖον ἐπιζητεῖς βλασφημίας ἀνόμοιον λέγων κατ᾽ οὐσίαν τὸν υἱόν; ἔχεις τί πλέον τούτου εἰπεῖν, οὗ καὶ Ἕλληνες καὶ Ἰουδαῖοι εἶναι λέγουσιν, οἱ μὴ πειθόμενοι εἶναι αὐτὸν θεόν; καὶ διὰ τοῦτο ταῦτα λέγοντες περὶ αὐτοῦ, ἃ σὺ λέγεις ἀγέννητον καὶ γεννητὸν προβαλλόμενος καὶ ἐάσας πατέρα καὶ υἱόν, ὅ ἐστιν Ἰουδαίοις μὲν σκάνδαλον, ἔθνεσι δὲ μωρία; καὶ πατέρα σεαυτὸν εἶναι θέλεις τῶν ἀθλούντων ὑπὲρ γεννητοῦ καὶ ἀγεννήτου θεοῦ, ἐασάντων τὸ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος τίμιον καὶ ἅγιον ὄνομα καὶ ἐπαιρομένων κατ᾽ αὐτοῦ τοῦ διδάξαντος βαπτίζειν εἰς τὸ ὄνομα πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος καὶ νομιζόντων ἑαυτοὺς εἶναι σοφωτέρους τοῦ τὸν πατέρα πατέρα καὶ ἑαυτὸν υἱὸν διδάξαντος; ἐὰν δὲ καὶ συγχωρηθῇ σοι εἰς τὸ ὄνομα τοῦ ἀγεννήτου καὶ γεννητοῦ βαπτίσαι, τί ποιήσεις τὴν τοῦ πνεύματος ὀνομασίαν;

ἆρα οὔτε γεννητὸν οὔτε ἀγέννητον ὀνομάσεις, ἢ καὶ αὐτογέννητον; καὶ πῶς ἔσται κατὰ σὲ ἑτεροούσιον τὸ γεννητὸν τῷ γεννητῷ, εἴπερ οὐσία τὸ γεννητόν;

Ἀνόμ. Εἰ ἀδύνατόν ἐστι τῷ ἀγεννήτῳ θεῷ τὸ γεννητὸν ἀγέννητον ποιῆσαι, ἀδύνατον ἂν εἴη καὶ τὸ ἀγέννητον γεννητὸν ποιῆσαι. Ὀρθ. Κἂν ᾖ αὐτῷ ἀδύνατον τὸ γεννητὸν ἀγέννητον ποιῆσαι ὡς καὶ τὸ ψεύδεσθαι, ἀλλ᾽ οὐκ ἀδύνατον αὐτῷ τὸ γεννῆσαι, οὐδὲ γὰρ τὸ ἀληθεῦσαι ἀδύνατον· γεννῶν δὲ οὐκ ἀγέννητον γεννᾷ, ἀλλὰ θεόν. θεὸν ἄρα θεὸς γεννήσας οὔτε τὸ γεννητὸν ἀγέννητον ἐποίησεν οὔτε τὸ ἀγέννητον γεννητόν.

Ἀνόμ. Εἰ πάσης αἰτίας κρείττων ὑπάρχει ὁ ἀγέννητος θεός, διὰ τοῦτο καὶ γενέσεως κρείττων ἂν εἴη. Εἰ δὲ κρείττων ἐστὶ πάσης αἰτίας, δηλονότι καὶ γενέσεως. οὔτε γὰρ παρ᾽ ἑτέρας φύσεως εἴληφε τὸ εἶναι, οὔτε αὐτὸς ἑαυτῷ τὸ εἶναι παρέσχεν, οὐ διὰ τὸ ἀσθενὲς τῆς φύσεως, ἀλλὰ διὰ τὸ ὑπερβεβηκέναι πᾶσαν αἰτίαν.

Ὀρθ. Ἀληθῶς “φάσκοντες εἶναι σοφοὶ ἐμωράνθησαν” περὶ ὑμῶν εἴρηται τῶν κατὰ τοῦ υἱοῦ τοῦ θεοῦ στρατευομένων. εἰ γὰρ ἐπειδὴ πάσης αἰτίας κρείττων ὑπάρχει ὁ ἀγέννητος θεὸς, διὰ τοῦτο καὶ γενέσεως, ἡ γένεσις αἰτία καὶ οὐκ ἔστιν οὐσία. εἰ δὲ ἡ γένεσις οὐκ οὐσία, ἀλλ᾽ αἰτία, εἰπὲ τὴν οὐσίαν. τίνα δὲ καὶ αἰτίαν εἶναι θέλεις τοῦ υἱοῦ; τὴν γένεσιν ἢ αὐτὸν τὸν πατέρα; εἰ μὲν οὖν τὸν πατέρα, ἔστι δὲ ὁ πατὴρ, ὡς νομίζεις, ἡ ἀγεννησία, αὕτη ἔσται τοῦ υἱοῦ ἡ αἰτία. εἰ δὲ οὐκ αὐτὸς ὁ πατὴρ αἰτία τοῦ υἱοῦ, ἀλλ᾽ ἡ γένεσις, ταύτης ἔσται ὁ υἱὸς, καὶ αὕτη αὐτοῦ πατήρ. βαπτισθεὶς ἄρα εἰς πατέρα εἰς γένεσιν ἐβαπτίσθης καὶ εἰς τὸν ταύτης υἱόν, τάχα γὰρ οὐδέ, εἰ ἔστι πνεῦμα ἅγιον, ἀκήκοας.

Ἀνόμ. Πόθεν ἄν τις τὴν ὑποστᾶσαν πρὸς τὴν ὑποστήσασαν φύσιν τὸ ἀπαράλλακτον εἰς οὐσίαν ἔχειν συγχωρήσειεν οὐ προσιεμένης τῆς τοιαύτης ὑποστάσεως γένεσιν; Ὀρθ. Εἰ μὲν ἡ ὑποστᾶσα φύσις ἔξωθεν προσεγένετο, ἀπαράλλακτος εἶναι οὐ δύναται· εἰ δὲ ἐξ αὐτοῦ γεγέννηται ὡς ἀπαύγασμα δόξης καὶ χαρακτὴς ὑποστάσεως, τὸ ἀπαράλλακτον ἔχει. “ὁ γὰρ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν πατέρα” οὐχ ἑαυτὸν φήσας εἶναι πατέρα, ἀλλὰ τοιοῦτον οἷον τὸν πατέρα.

Ἀνόμ. Εἰ ἀτελευτήτως διαμένει ὁ θεὸς ἐν ἀγεννήτῳ φύσει καὶ ἀτελευτήτως τὸ γέννημα γέννημά ἐστιν, ἡ τοῦ ὁμοουσίου καὶ ὁμοιοουσίου κακοδοξία παραφανισθήσεται· εἰσάγεται δὲ τὸ ἐν οὐσίᾳ ἀσύγκριτον ἑκατέρας φύσεως ἀπαύστως διαμενούσης ἐν τῷ οἰκείῳ τῆς φύσεως ἀξιώματι.

Ὀρθ. Εἰ ὁμολογεῖς τὸ γέννημα ἀληθῶς γέννημα, ὁμοούσιον μὲν ἔσται, οὐκ ἀγέννητον δέ· ὅτι γὰρ τὸ ἀγέννητον φύσις οὐκ ἔστι δέδεικται. εἰ γὰρ τὸ ἀγέννητον φύσις, καὶ τὸ γεννητὸν φύσις. εἰ δὲ τὸ γεννητὸν φύσις, πάντα τὰ γεννητὰ τῆς αὐτῆς εἰσι φύσεως.

Εἰ δὲ οὐ πάντα τὰ γεννητὰ τῆς αὐτῆς εἰσι φύσεως, τὸ γεννητὸν οὐκ ἔστι φύσις. εἰ δὲ τὸ γεννητὸν οὐκ ἔστι φύσις, οὐδὲ τὸ ἀγέννητόν ἐστι φύσις. ὅτι δὲ ὁμοούσιός ἐστι τῷ ἑαυτοῦ πατρὶ ὁ μονογενής, ἀκούομεν αὐτοῦ λέγοντος· “πάντα ὅσα ἂν ποιῇ ὁ πατὴρ, ταῦτα καὶ ὁ υἱὸς ὁμοίως ποιεῖ”, ὧν δὲ ἡ αὐτὴ ἐνέργεια ἡ αὐτὴ οὐσία.

Ἀνόμ. Εἰ ἀγέννητός ἐστι τὴν οὐσίαν, οὐκ οὐσίας διαστάσει τὸ γεννηθὲν ἐγεννήθη, ἀλλ᾽ ἐξουσίας ὑποστησάσης αὐτόν. τὴν γὰρ αὐτὴν οὐσίαν καὶ γεννητὴν εἶναι καὶ ἀγέννητον οὐδεὶς λόγος εὐσεβὴς ἐπιτρέπει. Ὀρθ. Οὐκ οὐσίας διαστάσει τὸ γεννηθὲν ἐγεννήθη, τοῦτο γὰρ ἂν ἦν σῶμα εἰπεῖν τὴν οὐσίαν· ἀλλ᾽ ἐκ τῆς ἀσωμάτου οὐσίας θεοπρεπῶς ἐγεννήθη ὡς ἀπαύγασμα δόξης. εἰ δὲ καὶ αὐτὸς κατ᾽ ἐξουσίαν καθάπερ οἱ δεξάμενοι αὐτόν, γέγραπται γὰρ ὅτι “ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι”, πῶς αὐτὸν μονογενῆ καὶ φύσει θεὸν λέγεις πολλῶν ὄντων τῶν κατ᾽ ἐξουσίαν υἱῶν καὶ θεῶν; τὴν δὲ αὐτὴν οὐσίαν γεννητὴν καὶ ἀγέννητον οὐδεὶς λέγει, δέδεικται γὰρ ὅτι οὔτε τὸ γεννητὸν οὐσία οὔτε τὸ ἀγέννητον.

Ἀνόμ. Εἰ τὸ ἀγέννητον ἐγεννήθη, τί κωλύει καὶ τὸ γεννητὸν ἀγέννητον γεγονέναι; μᾶλλον γὰρ τοῦ ἀνοικείου ἐπὶ τὸ ἑαυτῆς οἰκεῖον ἐπείγεται πᾶσα φύσις. Ὀρθ. Τὸ ἀγέννητον οὔτε ἐγέννησεν οὔτε ἐγεννήθη, οὐσία γὰρ οὐκ ἔστιν. ὁ δὲ θεὸς ἐγέννησεν, κἂν μὴ θέλωσι μετὰ σοῦ Ἰουδαῖοι. εἰ δὲ οὐκ ἐγέννησεν, περιττὴ καὶ ἡ τοῦ πατρὸς προσηγορία. τὸ δὲ ‘μᾶλλον γὰρ ἐπὶ τὸ ἑαυτῆς οἰκεῖον ἐπείγεται πᾶσα φύσις’ εἰρηκὼς ἔδειξας ὅτι οὐ τὸ ἀγέννητον φύσις· τὸ γὰρ ἐπειγόμενον ἄλλο πρὸς ἄλλο ἐπείγεται. εἰ δὲ οὔτε τοῦ οἰκείου ἔστιν υἱὸς οὔτε τῆς φύσεως, εἰπὲ τοῖς Ἰουδαίοις, δώσεις γὰρ αὐτοῖς εὐαγγέλια, ὅτι τὸν μήτε τοῦ οἰκείου ὄντα υἱὸν μήτε τῆς φύσεως ἐσταύρωσαν, λέγοντα ἑαυτοῦ ἴδιον πατέρα τὸν θεόν.

Ἀνόμ. Εἰ μὲν ὅλος ὁ θεὸς γεννητός ἐστιν, οὐδὲν κωλύει τὸ γεγεννηκέναι οὐσιωδῶς. εἰ δὲ ὅλος ἐστὶν ἀγέννητος, οὐκ οὐσιωδῶς εἰς γένεσιν διέστη, ἐξουσίᾳ δὲ ὑπέστησε τὸ γέννημα. Ὀρθ. Ἐὰν ὅλος ὁ θεὸς γεννητὸς ᾖ, οὐδὲν κωλύει γεγεννηκέναι αὐτὸν οὐσιωδῶς, ὅλος δὲ ὁ υἱὸς κατὰ σὲ γεννητός ἐστιν. εἰπέ, τίνα ἐγέννησεν οὐσιωδῶς; εἰ δὲ οὐδένα ἐγέννησεν ὁ υἱὸς οὐσιωδῶς γεννητὸς ὤν, οὐκ ἄρα ᾗ γεννητός ἐστι γεννᾷ οὐσιωδῶς. εἰ δὲ οὐχ ᾗ γεννητός ἐστιν ὁ υἱὸς γεννᾷ οὐδὲ ὁ πατὴρ ᾗ ἀγέννητός ἐστι γεννᾷ, ἀλλὰ θεὸς ὢν καὶ αὐτοδόξα ἀπαύγασμα ἔχει γέννημα θεὸν ἐνυπόστατον. εἰ γὰρ μὴ ἐκ τῆς οὐσίας ἐγέννησεν, οὐδὲ πατήρ ἐστι κατ᾽ οὐσίαν. καὶ ἵνα τί βαπτίζεις εἰς ὄνομα τοῦ πατρὸς τοῦ μὴ κατ᾽ οὐσίαν πατρός; γεννήσας δὲ ἐκ τῆς οὐσίας οὐ διέστη ὡς ἐνόμισας, οὐ γὰρ σῶμά ἐστιν ἡ οὐσία.

Ἀνόμ. Εἰ ὅλος ἐστὶ γεννητικὸς ὁ ἀγέννητος θεὸς, οὐκ οὐσιωδῶς τὸ γεννηθὲν ἐγεννήθη, ὅλης ἐχούσης τῆς οὐσίας αὐτοῦ τὸ γεννᾷν, ἀλλ᾽ οὐ τὸ γεννᾶσθαι. Ὀρθ. Κατὰ τὴν σὴν σοφίαν εἰ ὅλον ἐστὶ γεννητικὸν τὸ φῶς, οὐκ οὐσιωδῶς τὸ ἀπαύγασμα γεννᾷ, ἀλλ᾽ ἔξωθεν αὐτὸ προσλαμβάνει, ὅλης ἐχούσης τῆς οὐσίας αὐτοῦ τὸ γεννᾶν, ἀλλ᾽ οὐ τὸ γεννᾶσθαι. εἰ δὲ οὐ προσλαμβάνει τὸ φῶς ἔξωθεν τὸ ἀπαύγασμα, ἀλλ᾽ ἐκ τῆς οὐσίας αὐτὸ γεννᾷ, οὐδὲ ὁ θεὸς ἐπεκτήσατο ἔξωθεν υἱὸν, ἀλλ᾽ ἐκ τῆς οὐσίας γεννήσας ἀμέριστος μένει, ἀσώματος γάρ.

Ἀνόμ. Εἰ δὲ μετασχηματισθεῖσα ἡ οὐσία τοῦ θεοῦ γέννημα λέγεται, οὐκ ἀμετάβλητος ἡ οὐσία αὐτοῦ τῆς μεταβολῆς ἐργασαμένης τὴν τοῦ υἱοῦ εἰδοποίησιν. Ὀρθ. Εἰ μετασχηματισάμενον τὸ φῶς ἀπαύγασμα γίνεται, οὐκ ἀμετάβλητον τὸ φῶς τῆς μεταβολῆς ἐργασαμένης τὴν τοῦ ἀπαυγάσματος εἰδοποίησιν. εἰ δὲ οὐ μεταβληθὲν τὸ φῶς ἀπαύγασμα γέγονεν, ἀλλὰ καὶ τὸ φῶς μένει φῶς καὶ ἀπαυγάσματός ἐστιν αἴτιον, καὶ ὁ θεὸς μένει θεὸς καὶ ἀπαυγάσματος ἰδίου ἐστὶ πατὴρ οὐκ ἔξωθεν αὐτὸ προσλαβὼν, ἀλλ᾽ ἐκ τῆς οὐσίας γεννήσας. διὸ καὶ ἀληθῶς ἐστι πατήρ.

Ἀνόμ. Εἰ δὲ εἴη καὶ γενέσεως κρείττων ἡ οὐσία τοῦ θεοῦ, τὰ κατὰ τὸν υἱὸν ἕως ψιλῆς προσηγορίας ὁμολογηθήσεται. Ὀρθ. Εἰ ᾔδεις ὅτι ἡ γένεσις οὐκ ἔστιν οὐσία, ἐγίνωσκες ἂν, ὅτι καὶ ὁ υἱὸς καὶ πᾶσα ἄλλη οὐσία γενέσεώς ἐστι κρείττων. εἰ γὰρ ἡ γένεσις οὐσία, πάντα τὰ γεννητὰ ὁμοούσια. εἰ δὲ οὐ πάντα τὰ γεννητὰ ὁμοούσια, οὐκ ἄρα ἡ γένεσις οὐσία. εἰ δὲ οὐκ ἔστιν ἡ γένεσις οὐσία, οὐδὲ κρείττων ἐστὶν οὐσίας. εἰ γὰρ κρείττων ἐστὶν οὐσίας ἡ γένεσις, ἔσται κατὰ τὴν σὴν σοφίαν καὶ τοῦ υἱοῦ κρείττων. εἰ δὲ τοῦτο ἄτοπον, δηλονότι ἡ οὐσία κρείττων ἐστὶ γενέσεως· οὐδὲν ἄρα μέγα ἐπὶ τοῦ πατρὸς ἐνόμισας, εἰ κρείττων ἐστὶ γενέσεως. πῶς δὲ καὶ εἰς ψιλὴν προσηγορίαν βαπτισθεὶς νομίζεις ἔχειν ἀσφαλὲς τὸ βάπτισμα; οὐχὶ δὲ καὶ αὐτὸ ἐν ψιλῇ προσηγορίᾳ κέκτησαι; εἰ γὰρ τὸ υἱὸς ψιλὴ προσηγορία καὶ τὸ πατὴρ, εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ βαπτισθεὶς εἰς ψιλὴν προσηγορίαν ἐβαπτίσθης.

Ἀνόμ. Εἰ σπερματικῶς ἐν τῷ ἀγεννήτῳ τὸ γέννημα, μετὰ τὴν γένεσιν ἔξωθεν προσλαβὸν ὡς ἂν εἴποι τις ἠνδρώθη. τέλειός ἐστιν ὁ υἱὸς οὐκ ἐξ ὧν ἐγεννήθη, ἀλλ᾽ ἐξ ὧν προσέλαβε τὰ γὰρ συγγενικῶς προσλαμβάνοντα ὡς ἐξ ἐκείνων ἑστῶτα τὸ τοῦ τελείου ὄνομα διαφόρως προσίεσθαι πέφυκεν.

Ὀρθ. Εἰ σπερματικῶς ἐν τῷ φωτὶ τὸ ἀπαύγασμα, εἰπὲ καὶ 〈σπερματικῶς〉 τὸν υἱὸν ἐν τῷ πατρί. εἰ δὲ μωρὸν τὸ λέγειν σπερματικῶς ἐν τῷ φωτὶ τὸ ἀπαύγασμα, καὶ ἀσεβὲς τὸ λέγειν σπερματικῶς ἐν τῷ πατρὶ τὸν υἱόν. τέλειος δέ ἐστιν ὁ υἱὸς οὐ προκοπῇ τελειούμενος, ἀλλ᾽ ἐκ τελείου τέλειος γεγεννημένος. διὰ γὰρ τοῦτο οὐ μόνον εἴρηται ἀπαύγασμα, ἀλλὰ καὶ χαρακτὴρ τῆς ὑποστάσεως, οὐχὶ δὲ τῆς ἐνεργείας. ὁ δὲ χαρακτὴρ τῆς ὑποστάσεως οὐκ ἐκ προκοπῆς τελειοῦται, ἀλλ᾽ ἐν αὐτῷ τῷ εἶναι ἔχει τὸ τέλειον, ὡς ἄνθρωπος ἀνθρώπου χαρακτὴρ τῆς ὑποστάσεως οὐκ ἐκ προκοπῆς, ἀλλ᾽ ἐξ αὐτῆς τῆς ταυτότητος.