Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Περὶ τῆς ἐνανθρωπήσεως τοῦ λόγου

Μέγας Αθανάσιος

Εισαγωγή και η ένθεη διδασκαλία περί της δημιουργίας

Προοίμιο της συγγραφής, ανασκευή των εσφαλμένων φιλοσοφικών και αιρετικών αντιλήψεων περί δημιουργίας και ανάπτυξη της ορθής διδασκαλίας περί της εκ του μηδενός πλάσεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 1 από 12

ΤΟΥ ΑΓΙΟΥ ΑΘΑΝΑΣΙΟΥ ΛΟΓΟΣ ΠΕΡΙ ΤΗΣ ΕΝΑΝΘΡΩΠΗΣΕΩΣ ΤΟΥ ΛΟΓΟΥ ΚΑΙ ΤΗΣ ΔΙΑ ΣΩΜΑΤΟΣ ΠΡΟΣ ΗΜΑΣ ΕΠΙΦΑΝΕΙΑΣ ΑΥΤΟΥ Αὐτάρκως ἐν τοῖς πρὸ τούτων ἐκ πολλῶν ὀλίγα διαλαβόντες, περὶ τῆς τῶν ἐθνῶν περὶ τὰ εἴδωλα πλάνης καὶ τῆς τούτων δεισιδαιμονίας, πῶς ἐξ ἀρχῆς τούτων γέγονεν ἡ εὕρεσις, ὅτι ἐκ κακίας οἱ ἄνθρωποι ἑαυτοῖς τὴν πρὸς τὰ εἴδωλα θρησκείαν ἐπενόησαν· ἀλλὰ γὰρ χάριτι Θεοῦ σημάναντες ὀλίγα καὶ περὶ τῆς θειότητος τοῦ Λόγου τοῦ Πατρὸς καὶ τῆς εἰς πάντα προνοίας καὶ δυνάμεως αὐτοῦ· καὶ ὅτι ὁ ἀγαθὸς Πατὴρ τούτῳ τὰ πάντα διακοσμεῖ καὶ τὰ πάντα ὑπ᾽ αὐτοῦ κινεῖται καὶ ἐν αὐτῷ ζωοποιεῖται· φέρε κατὰ ἀκολουθίαν, μακάριε καὶ ἀληθῶς φιλόχριστε, τῇ περὶ τῆς εὐσεβείας πίστει, καὶ τὰ περὶ τῆς ἐνανθρωπήσεως τοῦ Λόγου διηγησώμεθα, καὶ περὶ τῆς θείας αὐτοῦ πρὸς ἡμᾶς ἐπιφανείας δηλώσωμεν· ἣν Ἰουδαῖοι μὲν διαβάλλουσιν, Ἕλληνες δὲ χλευάζουσιν, ἡμεῖς δὲ προσκυνοῦμεν· ἵν᾽ ἔτι μᾶλλον ἐκ τῆς δοκούσης εὐτελείας τοῦ Λόγου μείζονα καὶ πλείονα τὴν εἰς αὐτὸν εὐσέβειαν ἔχῃς.

Ὅσῳ γὰρ παρὰ τοῖς ἀπίστοις χλευάζεται, τοσούτῳ μείζονα τὴν περὶ τῆς θεότητος αὐτοῦ μαρτυρίαν παρέχει· ὅτι τε ἃ μὴ καταλαμβάνουσιν ἄνθρωποι ὡς ἀδύνατα, ταῦτα αὐτὸς ἐπιδείκνυται δυνατά· καὶ ἃ ὡς ἀπρεπῆ χλευάζουσιν ἄνθρωποι, ταῦτα αὐτὸς τῇ ἑαυτοῦ ἀγαθότητι εὐπρεπῆ κατασκευάζει· καὶ ἃ σοφιζόμενοι οἱ ἄνθρωποι ὡς ἀνθρώπινα γελῶσι, ταῦτα αὐτὸς τῇ ἑαυτοῦ δυνάμει θεῖα ἐπιδείκνυται, τὴν μὲν τῶν εἰδώλων φαντασίαν τῇ νομιζομένῃ ἑαυτοῦ εὐτελείᾳ διὰ τοῦ σταυροῦ καταστρέφων, τοὺς δὲ χλευάζοντας καὶ ἀπιστοῦντας μεταπείθων ἀφανῶς ὥστε τὴν θειότητα αὐτοῦ καὶ δύναμιν ἐπιγινώσκειν.

Εἰς δὲ τὴν περὶ τούτων διήγησιν, χρεία τῆς τῶν προειρημένων μνήμης· ἵνα καὶ τὴν αἰτίαν τῆς ἐν σώματι φανερώσεως τοῦ τοσούτου καὶ τηλικούτου πατρικοῦ Λόγου γνῶναι δυνηθῇς, καὶ μὴ νομίσῃς ὅτι φύσεως ἀκολουθίᾳ σῶμα πεφόρεκεν ὁ Σωτήρ· ἀλλ᾽ ὅτι ἀσώματος ὢν τῇ φύσει, καὶ Λόγος ὑπάρχων, ὅμως κατὰ φιλανθρωπίαν καὶ ἀγαθότητα τοῦ ἑαυτοῦ Πατρός, διὰ τὴν ἡμῶν σωτηρίαν, ἐν ἀνθρωπίνῳ σώματι ἡμῖν πεφανέρωται.

Πρέπει δὲ ποιουμένους ἡμᾶς τὴν περὶ τούτου διήγησιν, πρότερον περὶ τῆς τῶν ὅλων κτίσεως καὶ τοῦ ταύτης Δημιουργοῦ Θεοῦ εἰπεῖν, ἵνα οὕτως καὶ τὴν ταύτης ἀνακαίνισιν ὑπὸ τοῦ κατὰ τὴν ἀρχὴν αὐτὴν δημιουργήσαντος Λόγου γεγενῆσθαι ἀξίως ἄν τις θεωρήσειεν· οὐδὲν γὰρ ἐναντίον φανήσεται, εἰ δι᾽ οὗ ταύτην ἐδημιούργησεν ὁ Πατήρ, ἐν αὐτῷ καὶ τὴν ταύτης σωτηρίαν εἰργάσατο.

Τὴν δημιουργίαν τοῦ κόσμου καὶ τὴν τῶν πάντων κτίσιν πολλοὶ διαφόρως ἐξειλήφασι, καὶ ὡς ἕκαστος ἠθέλησεν, οὕτως καὶ ὡρίσατο. Οἱ μὲν γὰρ αὐτομάτως, καὶ ὡς ἔτυχε, τὰ πάντα γεγενῆσθαι λέγουσιν, ὡς οἱ Ἐπικούρειοι, οἳ καὶ τὴν τῶν ὅλων πρόνοιαν καθ᾽ ἑαυτῶν οὐκ εἶναι μυθολογοῦντες, ἄντικρυς παρὰ τὰ ἐναργῆ καὶ φαινόμενα λέγοντες.

Εἰ γὰρ αὐτομάτως τὰ πάντα χωρὶς προνοίας κατ᾽ αὐτοὺς γέγονεν, ἔδει τὰ πάντα ἁπλῶς γεγενῆσθαι καὶ ὅμοια εἶναι καὶ μὴ διάφορα. Ὡς γὰρ ἐπὶ σώματος ἑνὸς ἔδει τὰ πάντα εἶναι ἥλιον ἢ σελήνην, καὶ ἐπὶ τῶν ἀνθρώπων ἔδει τὸ ὅλον εἶναι χεῖρα, ἢ ὀφθαλμόν, ἢ πόδα.

Νῦν δὲ οὐκ ἔστι μὲν οὕτως· ὁρῶμεν δὲ τὸ μέν, ἥλιον· τὸ δέ, σελήνην· τὸ δέ, γῆν· καὶ πάλιν ἐπὶ τῶν ἀνθρωπίνων σωμάτων, τὸ μέν, πόδα· τὸ δέ, χεῖρα· τὸ δέ, κεφαλήν. Ἡ δὲ τοιαύτη διάταξις οὐκ αὐτομάτως αὐτὰ γεγενῆσθαι γνωρίζει, ἀλλ᾽ αἰτίαν τούτων προηγεῖσθαι δείκνυσιν· ἀφ᾽ ἧς καὶ τὸν διαταξάμενον καὶ πάντα ποιήσαντα Θεὸν ἔστι νοεῖν.

Ἄλλοι δέ, ἐν οἷς ἐστι καὶ ὁ μέγας παρ᾽ Ἕλλησι Πλάτων, ἐκ προϋποκειμένης καὶ ἀγενήτου ὕλης πεποιηκέναι τὸν Θεὸν τὰ ὅλα διηγοῦνται· μὴ ἂν γὰρ δύνασθαί τι ποιῆσαι τὸν Θεὸν εἰ μὴ προϋπέκειτο ἡ ὕλη· ὥσπερ καὶ τῷ τέκτονι προϋποκεῖσθαι δεῖ τὸ ξύλον, ἵνα καὶ ἐργάσασθαι δυνηθῇ.

Οὐκ ἴσασι δὲ τοῦτο λέγοντες ὅτι ἀσθένειαν περιτιθέασι τῷ Θεῷ· εἰ γὰρ οὐκ ἔστι τῆς ὕλης αὐτὸς αἴτιος, ἀλλ᾽ ὅλως ἐξ ὑποκειμένης ὕλης ποιεῖ τὰ ὄντα, ἀσθενὴς εὑρίσκεται, μὴ δυνάμενος ἄνευ τῆς ὕλης ἐργάσασθαί τι τῶν γενομένων· ὥσπερ ἀμέλει καὶ τοῦ τέκτονος ἀσθένειά ἐστι τὸ μὴ δύνασθαι χωρὶς τῶν ξύλων ἐργάσασθαί τι τῶν ἀναγκαίων. Καὶ καθ᾽ ὑπόθεσιν γάρ, εἰ μὴ ἦν ἡ ὕλη, οὐκ ἂν εἰργάσατό τι ὁ Θεός. Καὶ πῶς ἔτι ποιητὴς καὶ δημιουργὸς ἂν λεχθείη ἐξ ἑτέρου τὸ ποιεῖν ἐσχηκώς, λέγω δὴ ἐκ τῆς ὕλης; Ἔσται δέ, εἰ οὕτως ἔχει, κατ᾽ αὐτοὺς ὁ Θεὸς τεχνίτης μόνον καὶ οὐ κτίστης εἰς τὸ εἶναι, εἴ γε τὴν ὑποκειμένην ὕλην ἐργάζεται, τῆς δὲ ὕλης οὐκ ἔστιν αὐτὸς αἴτιος. Καθόλου γὰρ οὐδὲ κτίστης ἂν λεχθείη, εἴ γε μὴ κτίζει τὴν ὕλην, ἐξ ἧς καὶ τὰ κτισθέντα γέγονεν.

Οἱ δὲ ἀπὸ τῶν αἱρέσεων ἄλλον ἑαυτοῖς ἀναπλάττονται δημιουργὸν τῶν πάντων παρὰ τὸν Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, τυφλώττοντες μέγα καὶ περὶ ἃ φθέγγονται. Τοῦ γὰρ Κυρίου λέγοντος πρὸς τοὺς Ἰουδαίους· «Οὐκ ἀνέγνωτε ὅτι ἀπ᾽ ἀρχῆς ὁ κτίσας ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς; καὶ εἶπεν· ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα αὐτοῦ καὶ προσκολληθήσεται τῇ γυναικὶ αὐτοῦ· καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν»· εἶτα σημαίνων τὸν κτίσαντά φησιν· «Ὃ οὖν ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω», —πῶς οὗτοι ξένην τοῦ Πατρὸς τὴν κτίσιν εἰσάγουσιν; εἰ δὲ κατὰ τὸν Ἰωάννην πάντα περιλαβόντα καὶ λέγοντα «πάντα δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν», πῶς ἂν ἄλλος εἴη ὁ δημιουργός, παρὰ τὸν Πατέρα τοῦ Χριστοῦ;

Ταῦτα μὲν οὗτοι μυθολογοῦσιν. Ἡ δὲ ἔνθεος διδασκαλία καὶ ἡ κατὰ Χριστὸν πίστις τὴν μὲν τούτων ματαιολογίαν ὡς ἀθεότητα διαβάλλει. Οὔτε γὰρ αὐτομάτως, διὰ τὸ μὴ ἀπρονόητα εἶναι, οὔτε ἐκ προϋποκειμένης ὕλης, διὰ τὸ μὴ ἀσθενῆ εἶναι τὸν Θεόν· ἀλλ᾽ ἐξ οὐκ ὄντων καὶ μηδαμῆ μηδαμῶς ὑπάρχοντα τὰ ὅλα εἰς τὸ εἶναι πεποιηκέναι τὸν Θεὸν διὰ τοῦ Λόγου οἶδεν, ᾗ φησὶ διὰ μὲν Μωϋσέως· «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν»· διὰ δὲ τῆς ὠφελιμωτάτης βίβλου τοῦ Ποιμένος· «Πρῶτον πάντων πίστευσον, ὅτι εἷς ἐστὶν ὁ Θεός, ὁ τὰ πάντα κτίσας καὶ καταρτίσας, καὶ ποιήσας ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι.» Ὅπερ καὶ ὁ Παῦλος σημαίνων φησί· «Πίστει νοοῦμεν κατηρτίσθαι τοὺς αἰῶνας ῥήματι Θεοῦ, εἰς τὸ μὴ ἐκ φαινομένων τὰ βλεπόμενα γεγονέναι.»

Ὁ Θεὸς γὰρ ἀγαθός ἐστι, μᾶλλον δὲ πηγὴ τῆς ἀγαθότητος ὑπάρχει· ἀγαθῷ δὲ περὶ οὐδενὸς ἂν γένοιτο φθόνος· ὅθεν οὐδενὶ τοῦ εἶναι φθονήσας, ἐξ οὐκ ὄντων τὰ πάντα πεποίηκε διὰ τοῦ ἰδίου Λόγου τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· ἐν οἷς πρὸ πάντων τῶν ἐπὶ γῆς τὸ ἀνθρώπων γένος ἐλεήσας, καὶ θεωρήσας ὡς οὐχ ἱκανὸν εἴη κατὰ τὸν τῆς ἰδίας γενέσεως λόγον διαμένειν ἀεί, πλέον τι χαριζόμενος αὐτοῖς, οὐχ ἁπλῶς, ὥσπερ πάντα τὰ ἐπὶ γῆς ἄλογα ζῷα, ἔκτισε τοὺς ἀνθρώπους, ἀλλὰ κατὰ τὴν ἑαυτοῦ εἰκόνα ἐποίησεν αὐτούς, μεταδοὺς αὐτοῖς καὶ τῆς τοῦ ἰδίου Λόγου δυνάμεως, ἵνα ὥσπερ σκιάς τινας ἔχοντες τοῦ Λόγου καὶ γενόμενοι λογικοὶ διαμένειν ἐν μακαριότητι δυνηθῶσι, ζῶντες τὸν ἀληθινὸν καὶ ὄντως τῶν ἁγίων ἐν παραδείσῳ βίον.

Εἰδὼς δὲ πάλιν τὴν ἀνθρώπων εἰς ἀμφότερα νεύειν δυναμένην προαίρεσιν, προλαβὼν ἠσφαλίσατο νόμῳ καὶ τόπῳ τὴν δοθεῖσαν αὐτοῖς χάριν. Εἰς τὸν ἑαυτοῦ γὰρ παράδεισον αὐτοὺς εἰσαγαγών, ἔδωκεν αὐτοῖς νόμον· ἵνα εἰ μὲν φυλάξαιεν τὴν χάριν καὶ μένοιεν καλοί, ἔχωσι τὴν ἐν παραδείσῳ ἄλυπον καὶ ἀνώδυνον καὶ ἀμέριμνον ζωήν, πρὸς τῷ καὶ τῆς ἐν οὐρανοῖς ἀφθαρσίας αὐτοὺς τὴν ἐπαγγελίαν ἔχειν· εἰ δὲ παραβαῖεν καὶ στραφέντες γένοιντο φαῦλοι, γινώσκοιεν ἑαυτοὺς τὴν ἐν θανάτῳ κατὰ φύσιν φθορὰν ὑπομένειν, καὶ μηκέτι μὲν ἐν παραδείσῳ ζῆν, ἔξω δὲ τούτου λοιπὸν ἀποθνῄσκοντας μένειν ἐν τῷ θανάτῳ καὶ ἐν τῇ φθορᾷ.

Τοῦτο δὲ καὶ ἡ θεία γραφὴ προσημαίνει λέγουσα ἐκ προσώπου τοῦ Θεοῦ· «Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φαγῇ· ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν οὐ φάγεσθε ἀπ᾽ αὐτοῦ· ᾗ δ᾽ ἂν ἡμέρᾳ φάγησθε, θανάτῳ ἀποθανεῖσθε.» Τὸ δὲ θανάτῳ ἀποθανεῖσθε, τί ἂν ἄλλο εἴη ἢ τὸ μὴ μόνον ἀποθνῄσκειν, ἀλλὰ καὶ ἐν τῇ τοῦ θανάτου φθορᾷ διαμένειν;