Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Περὶ τῆς ἐνανθρωπήσεως τοῦ λόγου

Μέγας Αθανάσιος

Η ενανθρώπηση του Λόγου ως λύτρωση από τον θάνατο

Η συγκατάβαση του Θεού Λόγου, η λήψη ανθρώπινου σώματος εκ της Παρθένου και η προσφορά του ως λύτρου για την αποκατάσταση της αφθαρσίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 3 από 12

Τούτου δὴ ἕνεκεν ὁ ἀσώματος καὶ ἄφθαρτος καὶ ἄϋλος τοῦ Θεοῦ Λόγος παραγίνεται εἰς τὴν ἡμετέραν χώραν, οὔτι γε μακρὰν ὢν πρότερον. Οὐδὲν γὰρ αὐτοῦ κενὸν ὑπολέλειπται τῆς κτίσεως μέρος· πάντα δὲ διὰ πάντων πεπλήρωκεν αὐτὸς συνὼν τῷ ἑαυτοῦ Πατρί. Ἀλλὰ παραγίνεται συγκαταβαίνων τῇ εἰς ἡμᾶς αὐτοῦ φιλανθρωπίᾳ καὶ ἐπιφανείᾳ.

Καὶ ἰδὼν τὸ λογικὸν ἀπολλύμενον γένος, καὶ τὸν θάνατον κατ᾽ αὐτῶν βασιλεύοντα τῇ φθορᾷ· ὁρῶν δὲ καὶ τὴν ἀπειλὴν τῆς παραβάσεως διακρατοῦσαν τὴν καθ᾽ ἡμῶν φθοράν· καὶ ὅτι ἄτοπον ἦν πρὸ τοῦ πληρωθῆναι τὸν νόμον λυθῆναι· ὁρῶν δὲ καὶ τὸ ἀπρεπὲς ἐν τῷ συμβεβηκότι, ὅτι ὧν αὐτὸς ἦν δημιουργός, ταῦτα παρηφανίζετο· ὁρῶν δὲ καὶ τὴν τῶν ἀνθρώπων ὑπερβάλλουσαν κακίαν, ὅτι κατ᾽ ὀλίγον καὶ ἀφόρητον αὐτὴν ηὔξησαν καθ᾽ ἑαυτῶν· ὁρῶν δὲ καὶ τὸ ὑπεύθυνον πάντων ἀνθρώπων πρὸς τὸν θάνατον, ἐλεήσας τὸ γένος ἡμῶν, καὶ τὴν ἀσθένειαν ἡμῶν οἰκτειρήσας, καὶ τῇ φθορᾷ ἡμῶν συγκαταβάς, καὶ τὴν τοῦ θανάτου κράτησιν οὐκ ἐνέγκας, ἵνα μὴ τὸ γενόμενον ἀπόληται καὶ εἰς ἀργὸν τοῦ Πατρὸς τὸ εἰς ἀνθρώπους ἔργον αὐτοῦ γένηται, λαμβάνει ἑαυτῷ σῶμα, καὶ τοῦτο οὐκ ἀλλότριον τοῦ ἡμετέρου.

Οὐ γὰρ ἁπλῶς ἠθέλησεν ἐν σώματι γενέσθαι, οὐδὲ μόνον ἤθελε φανῆναι· ἐδύνατο γάρ, εἰ μόνον ἤθελε φανῆναι, καὶ δι᾽ ἑτέρου κρείττονος τὴν θεοφάνειαν αὐτοῦ ποιήσασθαι· ἀλλὰ λαμβάνει τὸ ἡμέτερον, καὶ τοῦτο οὐχ ἁπλῶς, ἀλλ᾽ ἐξ ἀχράντου καὶ ἀμιάντου ἀνδρὸς ἀπείρου παρθένου, καθαρὸν καὶ ὄντως ἀμιγὲς τῆς ἀνδρῶν συνουσίας.

Αὐτὸς γὰρ δυνατὸς ὢν καὶ δημιουργὸς τῶν ὅλων, ἐν τῇ παρθένῳ κατασκευάζει ἑαυτῷ ναὸν τὸ σῶμα, καὶ ἰδιοποιεῖται τοῦτο ὥσπερ ὄργανον, ἐν αὐτῷ γνωριζόμενος καὶ ἐνοικῶν. Καὶ οὕτως ἀπὸ τῶν ἡμετέρων τὸ ὅμοιον λαβών, διὰ τὸ πάντας ὑπευθύνους εἶναι τῇ τοῦ θανάτου φθορᾷ, ἀντὶ πάντων αὐτὸ θανάτῳ παραδιδούς, προσῆγε τῷ Πατρί, καὶ τοῦτο φιλανθρώπως ποιῶν, ἵνα ὡς μὲν πάντων ἀποθανόντων ἐν αὐτῷ λυθῇ ὁ κατὰ τῆς φθορᾶς τῶν ἀνθρώπων νόμος (ἅτε δὴ πληρωθείσης τῆς ἐξουσίας ἐν τῷ κυριακῷ σώματι, καὶ μηκέτι χώραν ἔχοντος κατὰ τῶν ὁμοίων ἀνθρώπων)· ὡς δὲ εἰς φθορὰν ἀναστρέψαντας τοὺς ἀνθρώπους πάλιν εἰς τὴν ἀφθαρσίαν ἐπιστρέψῃ, καὶ ζωοποιήσῃ τούτους ἀπὸ τοῦ θανάτου, τῇ τοῦ σώματος ἰδιοποιήσει, καὶ τῇ τῆς ἀναστάσεως χάριτι, τὸν θάνατον ἀπ᾽ αὐτῶν ὡς καλάμην ἀπὸ πυρὸς ἐξαφανίζων.

Συνιδὼν γὰρ ὁ Λόγος ὅτι ἄλλως οὐκ ἂν λυθείη τῶν ἀνθρώπων ἡ φθορὰ εἰ μὴ διὰ τοῦ πάντως ἀποθανεῖν, οὐχ οἷόν τε δὲ ἦν τὸν Λόγον ἀποθανεῖν ἀθάνατον ὄντα καὶ τοῦ Πατρὸς Υἱόν, τούτου ἕνεκεν τὸ δυνάμενον ἀποθανεῖν ἑαυτῷ λαμβάνει σῶμα, ἵνα τοῦτο τοῦ ἐπὶ πάντων Λόγου μεταλαβὸν ἀντὶ πάντων ἱκανὸν γένηται τῷ θανάτῳ, καὶ διὰ τὸν ἐνοικήσαντα Λόγον ἄφθαρτον διαμείνῃ, καὶ λοιπὸν ἀπὸ πάντων ἡ φθορὰ παύσηται τῇ τῆς ἀναστάσεως χάριτι.

Ὅθεν ὡς ἱερεῖον καὶ θῦμα παντὸς ἐλεύθερον σπίλου, ὃ αὐτὸς ἑαυτῷ ἔλαβε σῶμα προσάγων εἰς θάνατον, ἀπὸ πάντων εὐθὺς τῶν ὁμοίων ἠφάνιζε τὸν θάνατον τῇ προσφορᾷ τοῦ καταλλήλου. Ὑπὲρ πάντας γὰρ ὢν ὁ Λόγος τοῦ Θεοῦ εἰκότως τὸν ἑαυτοῦ ναὸν καὶ τὸ σωματικὸν ὄργανον προσάγων ἀντίψυχον ὑπὲρ πάντων ἐπλήρου τὸ ὀφειλόμενον ἐν τῷ θανάτῳ· καὶ ὡς συνὼν δὲ διὰ τοῦ ὁμοίου τοῖς πᾶσιν ὁ ἄφθαρτος τοῦ Θεοῦ Υἱὸς εἰκότως τοὺς πάντας ἐνέδυσεν ἀφθαρσίαν ἐν τῇ περὶ τῆς ἀναστάσεως ἐπαγγελίᾳ. Καὶ αὐτὴ γὰρ ἡ ἐν τῷ θανάτῳ φθορὰ κατὰ τῶν ἀνθρώπων οὐκέτι χώραν ἔχει διὰ τὸν ἐνοικήσαντα Λόγον ἐν τούτοις διὰ τοῦ ἑνὸς σώματος.

Καὶ ὥσπερ μεγάλου βασιλέως εἰσελθόντος εἴς τινα πόλιν μεγάλην καὶ οἰκήσαντος εἰς μίαν τῶν ἐν αὐτῇ οἰκιῶν, πάντως ἡ τοιαύτη πόλις τιμῆς πολλῆς καταξιοῦται, καὶ οὐκέτι τις ἐχθρὸς αὐτὴν οὔτε λῃστὴς ἐπιβαίνων καταστρέφει, πάσης δὲ μᾶλλον ἐπιμελείας ἀξιοῦται διὰ τὸν εἰς μίαν αὐτῆς οἰκίαν οἰκήσαντα βασιλέα· οὕτως καὶ ἐπὶ τοῦ πάντων βασιλέως γέγονεν.

Ἐλθόντος γὰρ αὐτοῦ ἐπὶ τὴν ἡμετέραν χώραν, καὶ οἰκήσαντος εἰς ἓν τῶν ὁμοίων σῶμα, λοιπὸν πᾶσα ἡ κατὰ τῶν ἀνθρώπων παρὰ τῶν ἐχθρῶν ἐπιβουλὴ πέπαυται, καὶ ἡ τοῦ θανάτου ἠφάνισται φθορὰ ἡ πάλαι κατ᾽ αὐτῶν ἰσχύουσα. Παραπωλώλει γὰρ ἂν τὸ τῶν ἀνθρώπων γένος, εἰ μὴ ὁ πάντων Δεσπότης καὶ Σωτὴρ τοῦ Θεοῦ Υἱὸς παρεγεγόνει πρὸς τὸ τοῦ θανάτου τέλος.

Πρέπον δὲ καὶ μάλιστα τῇ ἀγαθότητι τοῦ Θεοῦ ἀληθῶς τὸ μέγα τοῦτο ἔργον. Εἰ γὰρ βασιλεὺς κατασκευάσας οἰκίαν ἢ πόλιν, καὶ ταύτην ἐξ ἀμελείας τῶν ἐνοικούντων πολεμουμένην ὑπὸ λῃστῶν τὸ σύνολον οὐ παρορᾷ, ἀλλ᾽ ὡς ἴδιον ἔργον ἐκδικεῖ καὶ περισῴζει, οὐκ εἰς τὴν τῶν ἐνοικούντων ἀμέλειαν ἀφορῶν, ἀλλ᾽ εἰς τὸ ἑαυτοῦ πρέπον· πολλῷ πλέον ὁ τοῦ παναγάθου Θεὸς Λόγος Πατρὸς εἰς φθορὰν κατερχόμενον τὸ δι᾽ αὐτοῦ γενόμενον τῶν ἀνθρώπων γένος οὐ παρεῖδεν· ἀλλὰ τὸν μὲν συμβεβηκότα θάνατον ἀπήλειψε διὰ τῆς προσφορᾶς τοῦ ἰδίου σώματος, τὴν δὲ ἀμέλειαν αὐτῶν διωρθώσατο τῇ ἑαυτοῦ διδασκαλίᾳ, πάντα τὰ τῶν ἀνθρώπων διὰ τῆς ἑαυτοῦ δυνάμεως κατορθώσας.

Ταῦτα δὲ καὶ παρὰ τῶν αὐτοῦ τοῦ Σωτῆρος θεολόγων ἀνδρῶν πιστοῦσθαί τις δύναται ἐντυγχάνων τοῖς ἐκείνων γράμμασιν, ᾗ φασιν· «Ἡ γὰρ ἀγάπη τοῦ Χριστοῦ συνέχει ἡμᾶς κρίναντας τοῦτο, ὅτι εἰ εἷς ὑπὲρ πάντων ἀπέθανεν, ἄρα οἱ πάντες ἀπέθανον· καὶ ὑπὲρ πάντων ἀπέθανεν, ἵνα ἡμεῖς μηκέτι ἑαυτοῖς ζῶμεν, ἀλλὰ τῷ ὑπὲρ ἡμῶν ἀποθανόντι καὶ ἀναστάντι» ἐκ νεκρῶν, τῷ Κυρίῳ ἡμῶν Ἰησοῦ Χριστῷ· καὶ πάλιν· «Τὸν δὲ βραχύ τι παρ᾽ ἀγγέλους ἠλαττωμένον βλέπομεν Ἰησοῦν, διὰ τὸ πάθημα τοῦ θανάτου δόξῃ καὶ τιμῇ ἐστεφανωμένον, ὅπως χάριτι Θεοῦ ὑπὲρ παντὸς γεύσηται θανάτου».

Εἶτα καὶ τὴν αἰτίαν τοῦ μὴ ἄλλον δεῖν ἢ αὐτὸν τὸν Θεὸν Λόγον ἐνανθρωπῆσαι σημαίνει λέγων· «Ἔπρεπε γὰρ αὐτῷ δι᾽ ὃν τὰ πάντα, καὶ δι᾽ οὗ τὰ πάντα, πολλοὺς υἱοὺς εἰς δόξαν ἀγαγόντα τὸν ἀρχηγὸν τῆς σωτηρίας αὐτῶν διὰ παθημάτων τελειῶσαι.» Τοῦτο δὲ σημαίνει λέγων, ὡς οὐκ ἄλλου ἦν ἀπὸ τῆς γενομένης φθορᾶς τοὺς ἀνθρώπους ἀνενεγκεῖν, ἢ τοῦ Θεοῦ Λόγου τοῦ καὶ κατὰ τὴν ἀρχὴν πεποιηκότος αὐτούς.

Ὅτι δὲ διὰ τὴν περὶ τῶν ὁμοίων σωμάτων θυσίαν σῶμα καὶ αὐτὸς ὁ Λόγος ἔλαβεν ἑαυτῷ, καὶ τοῦτο σημαίνουσι λέγοντες· «Ἐπεὶ οὖν τὰ παιδία κεκοινώνηκεν αἵματος καὶ σαρκός, καὶ αὐτὸς παραπλησίως μετέσχε τῶν αὐτῶν, ἵνα διὰ τοῦ θανάτου καταργήσῃ τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τουτέστι τὸν διάβολον, καὶ ἀπαλλάξῃ τούτους, ὅσοι φόβῳ θανάτου διὰ παντὸς τοῦ ζῆν ἔνοχοι ἦσαν δουλείας.» Τῇ γὰρ τοῦ ἰδίου σώματος θυσίᾳ καὶ τέλος ἐπέθηκε τῷ καθ᾽ ἡμᾶς νόμῳ, καὶ ἀρχὴν ζωῆς ἡμῖν ἐκαίνισεν, ἐλπίδα τῆς ἀναστάσεως δεδωκώς· ἐπειδὴ γὰρ ἐξ ἀνθρώπων εἰς ἀνθρώπους ὁ θάνατος ἐκράτησε, διὰ τοῦτο πάλιν διὰ τῆς ἐνανθρωπήσεως τοῦ Θεοῦ Λόγου ἡ τοῦ θανάτου κατάλυσις γέγονε καὶ ἡ τῆς ζωῆς ἀνάστασις, λέγοντος τοῦ χριστοφόρου ἀνδρός· «Ἐπειδὴ γὰρ δι᾽ ἀνθρώπου θάνατος, καὶ δι᾽ ἀνθρώπου ἀνάστασις νεκρῶν.

Ὥσπερ γὰρ ἐν τῷ Ἀδὰμ πάντες ἀποθνῄσκουσιν, οὕτως καὶ ἐν τῷ Χριστῷ πάντες ζωοποιηθήσονται», καὶ τὰ τούτοις ἀκόλουθα. Οὐκέτι γὰρ νῦν ὡς κατακρινόμενοι ἀποθνῄσκομεν, ἀλλ᾽ ὡς ἐγειρόμενοι περιμένομεν τὴν κοινὴν πάντων ἀνάστασιν, «ἣν καιροῖς ἰδίοις δείξει» ὁ καὶ ταύτην ἐργασάμενος καὶ χαρισάμενος Θεός.