Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Περὶ τῶν ἐν Ἀριμίνῳ καὶ Σελευκείᾳ συνόδων

Μέγας Αθανάσιος

Η σύνοδος της Σελευκείας και η αστάθεια των Αρειανών

Συνοπτική αναφορά στη σύνοδο της Σελευκείας και αντιπαραβολή της εκκλησιαστικής σταθερότητας με τις συνεχείς δογματικές μεταβολές των οπαδών του Ακακίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 3 από 10

Καὶ τὰ μὲν ἐν τῇ Ἀριμίνῳ πραχθέντα ταχεῖαν καὶ τοιαύτην ἔσχε τὴν διάλυσιν. οὐδεὶς γὰρ ἐκεῖ διεφώνησεν, ἀλλὰ πάντες συμφώνως ἔγραψαν τὰ δόξαντα καὶ τοὺς Ἀρειανοὺς καθῄρησαν. Τὰ δὲ ἐν Σελευκείᾳ τῇ Τραχείᾳ γενόμενα ταῦτά ἐστι. μὴν μὲν ἦν ὁ κατὰ Ῥωμαίους καλούμενος Σεπτέμβριος, κατὰ δὲ τοὺς Αἰγυπτίους Θὼθ καὶ κατὰ Μακεδόνας Γορπιαῖος καὶ ἡμέρα ιϛʹ τοῦ μηνὸς κατ᾽ Αἰγυπτίους, εἰς ἣν συνέδραμον πάντες οἱ κληθέντες συνελθεῖν· ἦσαν δὲ κἀκεῖ που ρξʹ. πολλῶν δὲ ὄντων τῶν ἐν αὐτοῖς κατηγορουμένων καὶ τῶν κατηγορούντων βοώντων κατ᾽ αὐτῶν Ἀκάκιος καὶ Πατρόφιλος καὶ Οὐράνιος ὁ ἀπὸ Τύρου καὶ Εὐδόξιος ὁ ἐπεισπηδήσας τῇ Ἀντιοχέων ἐκκλησίᾳ Λεόντιός τε καὶ Θεοδόσιος καὶ Εὐάγριος καὶ Θεόδουλος καὶ Γεώργιος ὁ διωχθεὶς ἀπὸ τῆς οἰκουμένης πράττουσί τι κακοῦργον. φοβηθέντες γὰρ τοὺς κατ᾽ αὐτῶν παρὰ τῶν κατηγόρων ἐλέγχους προσελάβοντο τοὺς ἄλλους τῆς Ἀρείου μερίδος τοὺς εἰς αὐτὸ τοῦτο μισθωτοὺς εἰς ἀσέβειαν γινομένους καὶ κατασταθέντας παρὰ Σεκούνδου τοῦ καθαιρεθέντος παρὰ τῆς μεγάλης συνόδου, ἀπὸ μὲν τῆς Λιβύης Στέφανον καὶ Σερὰν καὶ Πολυδεύκην κατηγορουμένους ἐπὶ διαφόροις ἐγκλήμασι καὶ λοιπὸν Παγκράτιον καὶ Πτολεμαῖον Μελιτιανόν τινα· καὶ σχηματισάμενοι δῆθεν περὶ πίστεως ζητεῖν οὐκ ἐλάνθανον τοὺς κατηγόρους δεδιότες. καὶ τὴν αἵρεσιν ἐξεδίκουν καὶ λοιπὸν ἐσχίσθησαν.

καὶ οἱ μὲν μετὰ τῶν περὶ Ἀκάκιον ἦσαν ὕποπτοι καὶ ὀλίγοι παντελῶς, οἱ δὲ ἄλλοι τὸ πλῆθος ἦσαν. οἱ μὲν οὖν περὶ Ἀκάκιον ἀποχρησάμενοι τῷ τῆς ἀπονοίας θράσει τέλεον ἠρνοῦντο τὰ ἐν Νικαίᾳ γραφέντα καὶ τὴν σύνοδον διέβαλλον, οἱ δὲ ἄλλοι (τὸ πλῆθος δὲ ἦσαν οὗτοι) τὰ μὲν ἄλλα πάντα τῆς συνόδου ἀπεδέχοντο, μόνην δὲ τὴν τοῦ ὁμοουσίου λέξιν ὡς ἐκ τῆς ἀσαφείας ὕποπτον ἐπροφασίζοντο. ἐγχρονιζόντων τοίνυν ἐν τῷ τόπῳ καὶ τῶν μὲν κατηγόρων ἐπικειμένων, τῶν δὲ κατηγορουμένων φευγόντων καὶ διὰ τοῦτο πλέον ἐν ἀσεβείαις ἐξαγομένων καὶ βλασφημούντων εἰς τὸν κύριον ἠγανάκτησε τὸ πλῆθος τῶν ἐπισκόπων καὶ καθῄρησαν μὲν Ἀκάκιον Πατρόφιλον Οὐράνιον Εὐδόξιον καὶ τὸν ἀπὸ ὑποδεκτῶν Γεώργιον καὶ ἄλλους ἀπὸ τῆς Ἀσίας, Λεόντιον καὶ Θεοδόσιον, Εὐάγριον καὶ Θεόδουλον, ἀκοινωνήτους δὲ πεποιήκασιν Ἀστέριον, Εὐσέβιον, Αὔγαρον καὶ Βασιλικὸν καὶ Φοῖβον καὶ Φιδήλιον καὶ Εὐστάθιον καὶ Εὐτύχιον καὶ Μάγνον. τοῦτο δὲ πεποιήκασιν, ἐπειδὴ κληθέντες ἀπολογήσασθαι ἐφ᾽ οἷς αὐτῶν πλεῖστοι κατηγόρουν οὐκ ἀπήντησαν. καὶ ὥρισαν οὕτω μένειν αὐτούς, ἕως ἂν ἀπολογησάμενοι δείξωσιν ἑαυτοὺς καθαροὺς ἀπὸ τῶν ἐπιφερομένων αὐτοῖς ἐγκλημάτων. γράψαντές τε εἰς τὴν ἑκάστου παροικίαν τὴν κατ᾽ αὐτῶν γενομένην κρίσιν ἀνῆλθον παρὰ τὸν ἀσεβέστατον Αὔγουστον Κωνστάντιον ἀπαγγελοῦντες αὐτῷ τὰ πεπραγμένα· ταύτην γὰρ εἶχον πρόσταξιν.

καὶ τοῦτο τέλος γέγονε καὶ τῆς ἐν Σελευκείᾳ συνόδου.

Τίς τοίνυν οὐκ ἂν ἀποδέξαιτο μὲν τὴν εὐλάβειαν τῶν ἐν τῇ Ἀριμίνῳ συνόδῳ συνελθόντων ἐπισκόπων; οἳ τοσοῦτον κάματον ὁδοῦ καὶ θαλάττης κινδύνους ὑπέμειναν, ἵνα τοὺς μὲν φρονοῦντας τὰ Ἀρείου καθέλωσι, τοὺς δὲ τῶν πατέρων ὅρους ἀκεραίους φυλάξωσιν ὁσίως καὶ κανονικῶς τοῦτο βουλευσάμενοι. ἡγεῖτο γὰρ ἕκαστος αὐτῶν, εἰ λύσαιεν τὰ τῶν πρὸ αὐτῶν, πρόφασιν διδόναι τοῖς μετὰ ταῦτα, ὥστε λῦσαι τὰ παρ᾽ αὐτῶν νῦν γινόμενα. τίς δὲ οὐκ ἂν καταγνοίη τῆς εὐχερείας τῶν περὶ Εὐδόξιον καὶ Ἀκάκιον, οἳ τὴν τῶν ἑαυτῶν πατέρων τιμὴν προπίνουσι τῇ πρὸς τοὺς Ἀρειομανίτας σπουδῇ καὶ χάριτι; ποία γὰρ πίστις τοῖς παρ᾽ αὐτῶν γινομένοις, εἰ τὰ τῶν προτέρων καταλύεται; ἢ πῶς ’πατέρας’ ὀνομάζουσιν οὓς διεδέξαντο, ὧν αὐτοὶ τῆς γνώμης κατήγοροι γίνονται; μάλιστα δὲ Ἀκάκιος τί ἂν εἴποι πρὸς Εὐσέβιον τὸν ἑαυτοῦ διδάσκαλον, ὃς οὐ μόνον ὑπέγραψεν ἐν τῇ κατὰ Νίκαιαν συνόδῳ, ἀλλὰ γὰρ καὶ δι᾽ ἐπιστολῆς ἐδήλωσε τοῖς ὑπ᾽ αὐτὸν λαοῖς ταύτην εἶναι πίστιν ἀληθῆ τὴν ὁμολογηθεῖσαν ἐν τῇ κατὰ Νίκαιαν συνόδῳ; εἰ γὰρ καὶ ὡς ἠθέλησεν ἀπελογήσατο διὰ τῆς ἐπιστολῆς, ἀλλά γε τὰς λέξεις οὐκ ἠρνήσατο, ἀλλὰ καὶ κατηγόρησε τῶν Ἀρειανῶν ὅτι λέγοντες· ‘οὐκ ἦν πρὶν γεννηθῇ ὁ υἱὸς, οὐδὲ πρὸ Μαρίας αὐτὸν ἤθελον εἶναι’. τί ἄρα καὶ διδάξουσι τοὺς λαοὺς τοὺς παρ᾽ ἐκείνων διδαχθέντας; ὅτι ἐσφάλησαν οἱ πατέρες;

καὶ πῶς αὐτοὶ πιστευθήσονται παρ᾽ αὐτοῖς οὓς διδάσκουσι παρακούειν τῶν διδασκάλων; ποίοις δὲ ὄμμασιν ἐμβλέψονται καὶ τοῖς μνήμασι τῶν πατέρων οὓς ὀνομάζουσι νῦν αἱρετικούς; τί δὲ τοὺς ἀπὸ Οὐαλεντίνου καὶ Φρυγίας καὶ Μανιχαίους διασύρουσι, τοὺς δὲ τὰ ὅμοια φθεγξαμένους, ὡς ὑπονοοῦσιν αὐτοί, ‘ἁγίους’ ὀνομάζουσιν; ἢ πῶς αὐτοὶ ἔτι δύνανται εἶναι ἐπίσκοποι, εἰ παρ᾽ αἱρετικῶν, ὡς αὐτοὶ διαβάλλουσι, κατεστάθησαν; εἰ δὲ καὶ κακῶς ἐφρόνησαν καὶ γράψαντες ἐπλάνησαν τὴν οἰκουμένην, παυθήτω τέλεον καὶ ἡ περὶ τούτων μνήμη. καὶ εἰ τὰ γράμματα αὐτῶν ἐκβάλλεται, ἐκβάλλετε ὑμεῖς ἀπελθόντες ἀπὸ τῶν κοιμητηρίων τὰ λείψανα τούτων, ἵνα γνῶσιν ἅπαντες ἐκείνους μὲν πλάνους, ὑμᾶς δὲ πατροκτόνους.

Ὁ μὲν οὖν μακάριος ἀπόστολος ἀποδέχεται τοὺς Κορινθίους λέγων· «ὅτι πάντα μου μέμνησθε, καὶ καθὼς παρέδωκα ὑμῖν τὰς παραδόσεις, οὕτω κατέχετε», οὗτοι δὲ τοιαῦτα περὶ τῶν πρὸ αὐτῶν ἐνθυμούμενοι τἀναντία πάντως τοῖς λαοῖς καὶ εἰπεῖν τολμήσουσιν· ‘οὐκ ἐπαινοῦμεν ὑμᾶς μνημονεύοντας τῶν πατέρων, ἀλλ᾽ ἀποδεχόμεθα μᾶλλον ὑμᾶς, ὅταν τὰς παραδόσεις αὐτῶν μὴ κατέχητε.’ καὶ λοιπὸν διαβαλλέτωσαν τὴν ἑαυτῶν δυσγένειαν καὶ λεγέτωσαν· ‘ἡμεῖς οὐκ ἐξ εὐσεβῶν, ἀλλ᾽ ἐξ αἱρετικῶν γεγόναμεν.’ τοιαῦτα γὰρ ἁρμόζει λέγειν τοῖς, ὡς προεῖπον, προπίνουσι τὴν τῶν πατέρων τιμὴν καὶ τὴν ἑαυτῶν σωτηρίαν τῇ ἀρειανῇ αἱρέσει καὶ μὴ φοβουμένοις ἀκοῦσαι τὸ ἐν τῇ θείᾳ παροιμίᾳ γεγραμμένον «ἔκγονον κακὸν πατέρα καταρᾶται» καὶ τὴν ἐν τῷ νόμῳ κατὰ τῶν τοιούτων κειμένην ἀπειλήν. ἐκεῖνοι μὲν οὖν διὰ τὴν ὑπὲρ τῆς αἱρέσεως σπουδὴν τοιοῦτον φιλόνεικον ἐσχήκασι καὶ τὸ φρόνημα, ὑμεῖς δὲ μὴ διὰ τοῦτο ταραχθῆτε μηδὲ τὴν ἐκείνων τόλμαν ἀλήθειαν ἡγήσησθε. καὶ γὰρ καὶ πρὸς ἑαυτοὺς ἀνθίστανται καὶ τῶν πατέρων ἀποστάντες μίαν οὐκ ἔχουσι τὴν γνώμην, ἀλλὰ ποικίλαις καὶ διαφόροις νήχονται μεταβολαῖς.

καὶ πρὸς τὴν ἐν Νικαίᾳ σύνοδον ἐρίζοντες πολλὰς μὲν συνόδους πεποιήκασι καὶ αὐτοί, καθ᾽ ἑκάστην δὲ πίστιν ἐκτιθέμενοι ἐν οὐδεμιᾷ μεμενήκασιν· ἀλλὰ καὶ οὐ παύσονταί γε ἀεὶ τοῦτο ποιοῦντες, ὅτι κακῶς ζητοῦντες οὐχ εὑρήσουσιν ἣν ἐμίσησαν σοφίαν. ὑπέταξα τοίνυν ἀναγκαίως ἀπὸ μέρους τά τε παρὰ Ἀρείου γραφέντα καὶ ὅσα συναγαγεῖν ἠδυνήθην ὧν ἐν διαφόροις οὗτοι συνόδοις ἐξέθεντο, ἵνα γνῶτε καὶ θαυμάσητε, τίνος ἕνεκα πρὸς οἰκουμενικὴν σύνοδον καὶ πρὸς τοὺς ἑαυτῶν πατέρας φιλονεικοῦντες οὐ καταδύονται.