Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Αθανάσιος – Βίος Ἀντωνίου

Μέγας Αθανάσιος

Η αντιμετώπιση των αιρέσεων, ο διάλογος με τους φιλοσόφους και οι αυτοκρατορικές επιστολές

Η δράση του Αντωνίου στην Αλεξάνδρεια κατά του αρειανισμού, η υπεράσπιση της πίστεως και του Σταυρού έναντι της ειδωλολατρίας, οι απαντήσεις στους αυτοκράτορες και προφητείες για την Εκκλησία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Αθανάσιος

—

Κεφάλαιο 7 από 8

Πότε γὰρ ἐταράττετο γαληνιώσης αὐτοῦ τῆς ψυχῆς, ἢ πότε σκυθρωπὸς ἐγίνετο χαιρούσης αὐτοῦ τῆς διανοίας; 1. Καὶ τῇ πίστει δὲ πάνυ θαυμαστὸς ἦν καὶ εὐσεβής. Οὔτε γὰρ Μελετιανοῖς τοῖς σχισματικοῖς ποτε κεκοινώνηκεν, εἰδὼς αὐτῶν τὴν ἐξ ἀρχῆς πονηρίαν καὶ ἀποστασίαν. Οὔτε Μανιχαίοις ἢ ἄλλοις τισὶν αἱρετικοῖς ὡμίλησε φιλικὰ ἢ μόνον ἄχρι νουθεσίας τῆς εἰς εὐσέβειαν μεταβολῆς, ἡγούμενος καὶ παραγγέλλων τὴν τούτων φιλίαν καὶ ὁμιλίαν βλάβην καὶ ἀπώλειαν εἶναι ψυχῆς. 2. Οὕτω γοῦν καὶ τὴν Ἀρειανὴν αἵρεσιν ἐβδελύσσετο, παρήγγελλέ τε πᾶσι μήτε ἐγγίζειν αὐτοῖς μήτε τὴν κακοπιστίαν αὐτῶν ἔχειν. 3. Ἀπελθόντας γοῦν ποτέ τινας πρὸς αὐτὸν τῶν Ἀρειομανιτῶν ἀνακρίνας καὶ μαθὼν ἀσεβοῦντας, ἐδίωξεν ἀπὸ τοῦ ὄρους, λέγων ὄφεων χείρονας εἶναι τοὺς λόγους αὐτῶν. 1. Καὶ ψευσαμένων δέ ποτε τῶν Ἀρειανῶν, ὡς ἐκείνου τὰ αὐτῶν φρονοῦντος, ἠγανάκτει καὶ ἐθαύμαζεν ἀκούσας. 2. Εἶτα παρακληθεὶς παρά τε τῶν ἐπισκόπων καὶ τῶν ἀδελφῶν πάντων, κατῆλθεν ἀπὸ τοῦ ὄρους. Καὶ εἰσελθὼν εἰς τὴν Ἀλεξάνδρειαν τοὺς Ἀρειανοὺς ἀπεκήρυξεν, αἵρεσιν ἐσχάτην λέγων εἶναι ταύτην καὶ πρόδρομον τοῦ Ἀντιχρίστου. 3. Ἐδίδασκέ τε τὸν λαὸν μὴ εἶναι κτίσμα τὸν Υἱὸν τοῦ θεοῦ μηδὲ ἐξ οὐκ ὄντων γεγενῆσθαι, ἀλλ’ ὅτι ἀΐδιός ἐστι τῆς τοῦ Πατρὸς οὐσίας Λόγος καὶ Σοφία. 4. Διὸ καὶ ἀσεβές ἐστι λέγειν· Ἦν ὅτε οὐκ ἦν.

Ἦν γὰρ ἀεὶ ὁ Λόγος συνυπάρχων τῷ Πατρί. Ὅθεν μηδεμίαν ἔχετε κοινωνίαν πρὸς τοὺς ἀσεβεστάτους Ἀρειανούς· 5. «Οὐδεμία γὰρ κοινωνία φωτὶ πρὸς σκότος.» Ὑμεῖς μὲν γὰρ εὐσεβοῦντες χριστιανοί ἐστε· ἐκεῖνοι δέ, κτίσμα λέγοντες τὸν ἐκ τοῦ Πατρὸς Υἱόν, τὸν θεοῦ Λόγον, οὐδὲν διαφέρουσιν ἐθνικῶν, λατρεύοντες τῇ κτίσει παρὰ τὸν κτίσαντα θεόν. 6. Πιστεύετε δέ, ὅτι καὶ αὐτὴ ἡ κτίσις πᾶσα ἀγανακτεῖ κατ’ αὐτῶν, ὅτι τὸν κτίστην καὶ Κύριον τοῦ παντός, ἐν ᾧ τὰ πάντα γέγονεν, τοῦτον τοῖς γενητοῖς συναριθμοῦσιν. 1. Οἱ μὲν οὖν λαοὶ πάντες ἔχαιρον ἀκούοντες παρὰ τοιούτου ἀνθρώπου ἀναθεματιζομένην τὴν χριστομάχον αἵρεσιν· οἱ δὲ τῆς πόλεως πάντες συνέτρεχον ἰδεῖν τὸν Ἀντώνιον. 2. Ἕλληνές τε καὶ αὐτοὶ οἱ λεγόμενοι αὐτῶν ἱερεῖς εἰς τὸ κυριακὸν ἤρχοντο λέγοντες· Ἀξιοῦμεν ἰδεῖν τὸν τοῦ θεοῦ ἄνθρωπον. Πάντες γὰρ αὐτὸν οὕτως ἐκάλουν. Καὶ γὰρ κἀκεῖ δι’ αὐτοῦ πολλοὺς ἐκαθάρισεν ὁ Κύριος ἀπὸ δαιμόνων καὶ βλαβέντας τὴν διάνοιαν ἰάσατο. 3. Πολλοὶ δὲ καὶ Ἕλληνες ἠξίουν κἂν μόνον ἅπτεσθαι τοῦ γέροντος, πιστεύοντες ὠφελεῖσθαι.

Ἀμέλει τοσοῦτοι γεγόνασι χριστιανοὶ ἐν ταῖς ὀλίγαις ἡμέραις ἐκείναις, ὅσους ἄν τις εἶδεν ἐν ἐνιαυτῷ γενομένους. 4. Εἶτα, τινῶν νομιζόντων ἐκ τῶν ὄχλων αὐτὸν ταράττεσθαι καὶ διὰ τοῦτο ἀνατρεπόντων ἀπ’ αὐτοῦ πάντας, αὐτὸς οὐ ταραττόμενος ἔλεγε μὴ πλείους εἶναι τούτους ἐκείνων, μεθ’ ὧν ἐν τῷ ὄρει παλαίομεν δαιμόνων. 1. Ὅτε δὲ ἀπεδήμει καὶ προεπέμπομεν αὐτόν, ὡς ἐφθάσαμεν εἰς τὴν πύλην, ὄπισθέν τις ἐβόα γυνή· Μεῖνον, ἄνθρωπε τοῦ θεοῦ, ἡ θυγάτηρ μου δεινῶς ὑπὸ δαίμονος ἐνοχλεῖται· μεῖνον, παρακαλῶ, μὴ κἀγὼ κινδυνεύω τρέχουσα. 2. Ἀκούσας ὁ γέρων καὶ ἀξιωθεὶς παρ’ ἡμῶν, θέλων ἔμεινεν. Ὡς δὲ ἤγγισεν ἡ γυνή, ἡ μὲν παῖς ἔρριπτο χαμαί. Τοῦ δὲ Ἀντωνίου προσευχομένου καὶ τὸν Χριστὸν ὀνομάσαντος, ἠγέρθη ἡ παῖς ὑγιής, ἐξελθόντος τοῦ ἀκαθάρτου δαίμονος. 3. Ἥ τε μήτηρ εὐλόγει τὸν θεὸν καὶ πάντες ηὐχαρίστουν. Καὶ αὐτὸς δὲ ἔχαιρεν ἀποδημῶν, ὡς εἰς ἴδιον οἶκον, εἰς τὸ ὄρος. 1. Καὶ φρόνιμος δὲ ἦν λίαν. Καὶ τὸ θαυμαστόν, ὅτι, γράμματα μὴ μαθών, ἀγχίνους ἦν καὶ συνετὸς ἄνθρωπος. 2. Ποτὲ γοῦν φιλόσοφοι δύο ἦλθον πρὸς αὐτὸν Ἕλληνες, νομίζοντες δύνασθαι πειρᾶσαι τὸν Ἀντώνιον· ἦν δὲ ἐν τῷ ὄρει τῷ ἔξω. 3. Ὁ δέ, ἐκ τοῦ προσώπου συνεὶς τοὺς ἀνθρώπους, ἐξελθὼν πρὸς αὐτούς, ἔφη δι’ ἑρμηνέως· Τί τοσοῦτον ἐσκύλητε, ὦ φιλόσοφοι, πρὸς μωρὸν ἄνθρωπον; 4.

Τῶν δὲ εἰπόντων μὴ εἶναι μωρὸν αὐτὸν ἀλλὰ καὶ μάλα φρόνιμον, ἔφη πρὸς αὐτούς·

Εἰ μὲν πρὸς μωρὸν ἤλθετε, περιττὸς ὑμῶν ὁ κάματος· εἰ δὲ νομίζετέ με φρόνιμον εἶναι, «γίνεσθε ὡς ἐγώ». Δεῖ γὰρ τὰ καλὰ μιμεῖσθαι. 5. Καὶ εἰ μὲν ἐγὼ πρὸς ὑμᾶς ἠρχόμην, ἐμιμησάμην ἂν ὑμᾶς· εἰ δὲ ὑμεῖς πρὸς ἐμέ, «γίνεσθε ὡς ἐγώ», χριστιανὸς γάρ εἰμι. Οἱ δὲ θαυμάσαντες ἀνεχώρουν· ἔβλεπον γὰρ καὶ δαίμονας φοβουμένους τὸν Ἀντώνιον. 1. Ἄλλων δὲ πάλιν τοιούτων ἀπαντησάντων πρὸς αὐτὸν ἐν τῷ ὄρει τῷ ἔξω καὶ νομιζόντων χλευάζειν, ὅτι μὴ μεμάθηκε γράμματα, λέγει πρὸς αὐτοὺς ὁ Ἀντώνιος· 2. Ὑμεῖς δὲ τί λέγετε; Τί πρῶτόν ἐστιν, νοῦς ἢ γράμματα; Καὶ τί τίνος αἴτιον, ὁ νοῦς τῶν γραμμάτων, ἢ τὰ γράμματα τοῦ νοῦ; 3. Τῶν δὲ εἰπόντων πρῶτον εἶναι τὸν νοῦν καὶ τῶν γραμμάτων εὑρετήν, ἔφη ὁ Ἀντώνιος· ᾯ τοίνυν ὁ νοῦς ὑγιαίνει, τούτῳ οὐκ ἀναγκαῖα τὰ γράμματα. Τοῦτο καὶ τοὺς παρόντας καὶ αὐτοὺς ἐξέπληξεν. Ἀπῆλθον οὖν θαυμάζοντες, ὅτι τοσαύτην ἔβλεπον ἐν ἰδιώτῃ σύνεσιν. 4. Καὶ γὰρ οὐχ ὡς ἐν ὄρει τραφεὶς κἀκεῖ γέρων γενόμενος, ἄγριον εἶχε τὸ ἦθος, ἀλλὰ καὶ χαρίεις ἦν καὶ πολιτικός.

Τόν τε λόγον εἶχεν ἠρτυμένον τῷ θείῳ ἅλατι, ὥστε μηδένα φθονεῖν, χαίρειν δὲ μᾶλλον ἐπ’ αὐτῷ πάντας τοὺς ἐρχομένους πρὸς αὐτόν. 1. Ἀμέλει μετὰ ταῦτα πάλιν ἑτέρων ἐλθόντων (ἦσαν δὲ οὗτοι τῶν παρ’ Ἕλλησι δοκούντων εἶναι σοφῶν) καὶ ἀπαιτούντων αὐτὸν λόγον περὶ τῆς καθ’ ἡμᾶς ἐν Χριστῷ πίστεως, 2. ἐπιχειρούντων τε συλλογίζεσθαι περὶ τοῦ κηρύγματος τοῦ θείου σταυροῦ καὶ βουλομένων χλευάζειν, ὀλίγον ἐπισχὼν ὁ Ἀντώνιος καὶ πρῶτον οἰκτείρας αὐτοὺς ἐπὶ τῇ ἀγνωσίᾳ, ἔλεγε δι’ ἑρμηνέως, τοῦ καλῶς τὰ ἐκείνου διερμηνεύοντος· 3. Τί κάλλιόν ἐστιν, σταυρὸν ὁμολογεῖν ἢ μοιχείας καὶ παιδοφθορίας προσάπτειν τοῖς λεγομένοις παρ’ ὑμῖν θεοῖς; Τὸ μὲν γὰρ παρ’ ἡμῖν λεγόμενον ἀνδρείας ἐστὶ τεκμήριον καὶ καταφρονήσεως θανάτου γνώρισμα, τὰ δὲ ὑμέτερα ἀσελγείας ἐστὶ πάθη. 4. Ἔπειτα τί βέλτιόν ἐστιν, λέγειν ὅτι ὁ τοῦ θεοῦ Λόγος οὐκ ἐπλανήθη, ἀλλ’ ὁ αὐτὸς ὤν, ἐπὶ σωτηρίᾳ καὶ εὐεργεσίᾳ τῶν ἀνθρώπων ἀνείληφε σῶμα ἀνθρώπινον ἵνα, τῇ ἀνθρωπίνῃ γενέσει κοινωνήσας, ποιήσῃ τοὺς ἀνθρώπους κοινωνῆσαι θείας καὶ νοερᾶς φύσεως 5. ἢ ἐν ἀλόγοις ἐξομοιοῦν τὸν θεὸν καὶ διὰ τοῦτο σέβειν τετράποδα καὶ ἑρπετὰ καὶ ἀνθρώπων εἰκόνας; Ταῦτα γὰρ ὑμῶν τῶν σοφῶν ἐστι τὰ σεβάσματα. 6. Πῶς δὲ χλευάζειν τολμᾶτε ἡμᾶς, λέγοντας τὸν Χριστὸν ἄνθρωπον πεφανερῶσθαι;

Ὅπου γε ὑμεῖς, ἐκ τοῦ Νοῦ τὴν ψυχὴν ὁρίζοντες, φάσκετε πεπλανῆσθαι αὐτὴν καὶ πεπτωκέναι ἀπὸ τῆς ἁψῖδος τῶν οὐρανῶν εἰς σῶμα. 7. Καὶ εἴθε εἰς ἀνθρώπινον μόνον, καὶ μὴ εἰς τετράποδα καὶ ἑρπετὰ μεταβαίνειν καὶ μεταπίπτειν. Ἡ μὲν γὰρ ἡμετέρα πίστις ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων τὴν τοῦ Χριστοῦ παρουσίαν λέγει, ὑμεῖς δὲ πλάνας ἀγεννήτου ψυχῆς ἐξηγεῖσθε. 8. Καὶ ἡμεῖς μὲν τὸ δυνατὸν καὶ φιλάνθρωπον τῆς προνοίας φρονοῦμεν, ὅτι καὶ τοῦτο οὐκ ἀδύνατον ἦν τῷ θεῷ. 9. Ὑμεῖς δέ, εἰκόνα τοῦ Νοῦ τὴν ψυχὴν λέγοντες, πτώματα προσάπτετε αὐτῇ καὶ τρεπτὴν αὐτὴν μυθολογεῖτε, καὶ λοιπὸν καὶ αὐτὸν τὸν Νοῦν διὰ τὴν ψυχὴν τρεπτὸν εἰσάγετε. 10. Ὁποία γὰρ ἦν ἡ εἰκών, τοιοῦτον ἀνάγκη κἀκεῖνον εἶναι, οὗ ἐστιν ἡ εἰκών. Ὅταν δὲ περὶ τοῦ Νοῦ τοιαῦτα νομίζητε, ἐνθυμεῖσθε, ὅτι καὶ εἰς αὐτὸν τὸν Πατέρα τοῦ Νοῦ βλασφημεῖτε. 1. Περὶ δὲ τοῦ σταυροῦ τί βέλτιον ἂν εἴποιτε, ἐπιβουλῆς ἐπαγομένης παρὰ πονηρῶν ὑπομένειν σταυρὸν καὶ μὴ πτήσσειν τὸν ὁπωσδήποτε θάνατον ἐπαγόμενον, 2. ἢ πλάνας Ὀσίριδος καὶ Ἴσιδος καὶ ἐπιβουλὰς Τυφῶνος καὶ Κρόνου φυγὴν καὶ τέκνων καταπόσεις καὶ πατροκτονίας μυθολογεῖν; Ταῦτα γὰρ ὑμῶν ἐστι τὰ σοφά. 3. Πῶς δέ, χλευάζοντες τὸν σταυρόν, οὐ θαυμάζετε τὴν ἀνάστασιν; Οἱ γὰρ τοῦτο εἰπόντες κἀκεῖνο ἔγραψαν.

Ἢ διὰ τί, μνημονεύοντες τοῦ σταυροῦ, σιωπᾶτε περὶ τῶν ἐγερθέντων νεκρῶν καὶ τῶν ἀναβλεψάντων τυφλῶν, καὶ τῶν θεραπευθέντων παραλυτικῶν τῶν τε καθαρισθέντων λεπρῶν καὶ τῆς ἐπὶ τὴν θάλασσαν πεζοπορίας τῶν τε ἄλλων σημείων καὶ τεραστίων, ἅπερ οὐκέτι ἄνθρωπον ἀλλὰ θεὸν δείκνυσι τὸν Χριστόν; 4. Πάνυ μοι δοκεῖτε ἀδικεῖν καὶ μὴ γνησίως ἐντετυχηκέναι ταῖς γραφαῖς ἡμῶν. Ἀλλ’ ἐντύχετε μὲν ὑμεῖς καὶ βλέπετε ὅτι, ἃ πεποίηκεν ὁ Χριστός, θεὸν αὐτὸν ἀποδείκνυσιν, ἐπιδημήσαντα ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων. 1. Εἴπατε δὲ καὶ ὑμεῖς ἡμῖν τὰ ὑμέτερα. Τί δ’ ἂν εἴποιτε περὶ τῶν ἀλόγων, ἢ ἀλογίαν καὶ ἀγριότητα; 2. Ἐὰν δέ, ὡς ἀκούω, θελήσητε λέγειν μυθικῶς λέγεσθαι ταῦτα παρ’ ὑμῖν, καὶ ἀλληγορεῖτε τὴν ἁρπαγὴν Κόρης εἰς τὴν γῆν, καὶ Ἡφαίστου χωλότητα εἰς τὸ πῦρ, καὶ Ἥραν εἰς τὸν ἀέρα, καὶ Ἀπόλλωνα εἰς τὸν ἥλιον, καὶ Ἄρτεμιν μὲν εἰς τὴν σελήνην, τὸν δὲ Ποσειδῶνα εἰς τὴν θάλασσαν, οὐδὲν ἧττον οὐ θεὸν σέβεσθε, ἀλλὰ τῇ κτίσει λατρεύετε παρὰ τὸν τὰ πάντα κτίσαντα θεόν. 3. Εἰ γάρ, ὅτι καλὴ ἡ κτίσις, τοιαῦτα συνεθήκατε, ἀλλ’ ἔδει μέχρι τοῦ θαυμάσαι ὑμᾶς γενέσθαι καὶ μὴ θεοποιῆσαι τὰ ποιήματα, ἵνα μὴ τὴν τοῦ Δημιουργοῦ τιμὴν τοῖς γενητοῖς παρέχητε. 4. Ἐπεὶ ὥρα ὑμᾶς καὶ τοῦ ἀρχιτέκτονος τὴν τιμὴν εἰς τὴν ὑπ’ αὐτοῦ γενομένην οἰκίαν μεταφέρειν, ἢ τὴν τοῦ στρατηγοῦ εἰς τὸν στρατιώτην.

Τί τοίνυν πρὸς ταῦτα λέγετε, ἵνα γνῶμεν, εἰ ἄξιόν τι χλεύης ὁ σταυρὸς ἔχει; 1. Ἐκείνων δὲ διαπορούντων καὶ στρεφομένων ὧδε κἀκεῖσε, μειδιάσας ὁ Ἀντώνιος ἔφη πάλιν δι’ ἑρμηνέως· Ταῦτα μὲν καὶ ἀπ’ αὐτῆς τῆς ὄψεως ἔχει τὸν ἔλεγχον. 2. Ἐπειδὴ δὲ μᾶλλον ὑμεῖς τοῖς ἀποδεικτικοῖς λόγοις ἐπερείδεσθε καί, ταύτην ἔχοντες τὴν τέχνην, βούλεσθε καὶ ἡμᾶς μὴ ἄνευ τῆς τῶν λόγων ἀποδείξεως θεοσεβεῖν, εἴπατέ μοι πρῶτον ὑμεῖς· 3. Τὰ πράγματα, καὶ μάλιστα ἡ περὶ τοῦ θεοῦ γνῶσις, πῶς ἀκριβῶς διαγινώσκεται, δι’ ἀποδείξεως λόγων ἢ δι’ ἐνεργείας πίστεως; Καὶ τί πρεσβύτερόν ἐστιν, ἡ δι’ ἐνεργείας πίστις ἢ ἡ διὰ λόγων ἀπόδειξις; 4. Τῶν δὲ ἀποκριναμένων πρεσβυτέραν εἶναι τὴν δι’ ἐνεργείας πίστιν καὶ ταύτην εἶναι τὴν ἀκριβῆ γνῶσιν, ἔφη ὁ Ἀντώνιος· Καλῶς εἴπατε. Ἡ μὲν γὰρ πίστις ἀπὸ διαθέσεως ψυχῆς γίνεται, ἡ δὲ διαλεκτικὴ ἀπὸ τέχνης τῶν συντιθέντων ἐστίν. 5. Οὐκοῦν οἷς πάρεστιν ἡ διὰ πίστεως ἐνέργεια, τούτοις οὐκ ἀναγκαία ἢ τάχα καὶ περιττὴ ἡ διὰ λόγων ἀπόδειξις. 6. Καὶ γὰρ ὅπερ διὰ πίστεως νοοῦμεν, τοῦτο ὑμεῖς διὰ λόγων κατασκευάζειν πειρᾶσθε, καὶ πολλάκις οὐδὲ φράσαι ἃ νοοῦμεν δύνασθε. Ὥστε βελτίων καὶ ὀχυρωτέρα ἡ διὰ πίστεως ἐνέργεια τῶν σοφιστικῶν ὑμῶν συλλογισμῶν. 1.

Ἡμεῖς τοίνυν οἱ χριστιανοὶ οὐκ ἐν σοφίᾳ λόγων Ἑλληνικῶν ἔχομεν τὸ μυστήριον, ἀλλ’ ἐν δυνάμει πίστεως ἐπιχορηγουμένης ἡμῖν διὰ Ἰησοῦ Χριστοῦ παρὰ τοῦ θεοῦ. Καὶ ὅτι ἀληθής ἐστιν ὁ λόγος, ἰδοὺ νῦν, ἡμεῖς μὴ μαθόντες γράμματα, πιστεύομεν εἰς τὸν θεόν, ἐπιγινώσκοντες διὰ τῶν ποιημάτων αὐτοῦ τὴν εἰς πάντα πρόνοιαν. 2. Καὶ ὅτι ἐνεργής ἐστιν ἡ πίστις ἡμῶν, ἰδοὺ νῦν ἡμεῖς ἐπερειδόμεθα τῇ πίστει τῇ εἰς τὸν Χριστόν, ὑμεῖς δὲ σοφιστικαῖς λογομαχίαις. Καὶ τὰ μὲν παρ’ ὑμῖν τῶν εἰδώλων φαντάσματα καταργεῖται, ἡ δὲ παρ’ ἡμῖν πίστις ἐπεκτείνεται πανταχοῦ. 3. Καὶ ὑμεῖς μὲν συλλογιζόμενοι καὶ σοφιζόμενοι οὐ μεταπείθετε ἀπὸ χριστιανῶν εἰς ἑλληνισμόν, ἡμεῖς δὲ τὴν εἰς Χριστὸν πίστιν διδάσκοντες, ψιλοῦμεν ὑμῶν τὴν δεισιδαιμονίαν, ἐπιγινωσκόντων πάντων τὸν Χριστὸν εἶναι θεὸν καὶ τοῦ θεοῦ Υἱόν. 4. Καὶ ὑμεῖς μὲν τῇ καλλιεπείᾳ οὐκ ἐμποδίζετε τὴν τοῦ Χριστοῦ διδασκαλίαν, ἡμεῖς δέ, ὀνομάζοντες τὸν ἐσταυρωμένον Χριστόν, πάντας διώκομεν δαίμονας, οὓς ὑμεῖς φοβεῖσθε ὡς θεούς. 5. Καὶ ἔνθα τὸ σημεῖον τοῦ σταυροῦ γίνεται, ἀσθενεῖ μὲν μαγεία, οὐκ ἐνεργεῖ δὲ φαρμακεία. 1. Εἴπατε γοῦν, ποῦ νῦν ὑμῶν ἐστι τὰ μαντεῖα; ποῦ αἱ τῶν Αἰγυπτίων ἐπαοιδίαι; Ποῦ τῶν μάγων αἱ φαντασίαι; 2. Πότε ταῦτα πάντα πέπαυται καὶ ἠσθένησεν, εἰ μὴ ὅτε ὁ τοῦ Χριστοῦ σταυρὸς γέγονεν;

Ἆρα οὖν ἄξιος οὗτος χλεύης, ἢ μᾶλλον τὰ καταργούμενα παρ’ αὐτοῦ καὶ ἐλεγχόμενα ἀσθενῆ; 3. Καὶ γὰρ καὶ τοῦτο θαυμαστόν ἐστιν, ὅτι τὰ μὲν ὑμέτερα οὐδέποτε ἐδιώχθη, ἀλλὰ καὶ παρὰ ἀνθρώπων κατὰ πόλιν τιμᾶται, οἱ δὲ τοῦ Χριστοῦ διώκονται, καὶ μᾶλλον τὰ παρ’ ἡμῖν ὑπὲρ τὰ ὑμέτερα ἀνθεῖ καὶ πληθύνει. 4. Καὶ τὰ μὲν ὑμέτερα εὐφημούμενα καὶ περικλειόμενα διαφθείρεται, ἡ δὲ τοῦ Χριστοῦ πίστις καὶ διδασκαλία, χλευαζομένη παρ’ ὑμῶν καὶ διωχθεῖσα πολλάκις παρὰ βασιλέων, πεπλήρωκε τὴν οἰκουμένην. 5. Πότε γὰρ οὕτω θεογνωσία ἐξέλαμψεν;

Ἢ πότε οὕτω σωφροσύνη καὶ ἀρετὴ παρθενίας ἐφάνη; Ἢ πότε οὕτως ὁ θάνατος κατεφρονήθη, εἰ μὴ ὅτε ὁ σταυρὸς τοῦ Χριστοῦ γέγονεν; 6. Τοῦτο δὲ οὐδεὶς ἂν ἀμφιβάλλοι βλέπων τοὺς μάρτυρας διὰ τὸν Χριστὸν καταφρονοῦντας τοῦ θανάτου, βλέπων τὰς τῆς ἐκκλησίας παρθένους διὰ τὸν Χριστὸν καθαρὰ καὶ ἀμίαντα τὰ σώματα φυλαττούσας. 1. Καὶ ἔστι μὲν ἱκανὰ ταῦτα τεκμήρια δεῖξαι τὴν κατὰ Χριστὸν πίστιν μόνην ἀληθῆ εἶναι εἰς θεοσέβειαν. Εἰ δὲ ἀκμὴν ὑμεῖς ἀπιστεῖτε ζητοῦντες τοὺς ἐκ τῶν λόγων συλλογισμούς, ἡμεῖς μὲν οὐκ ἐν πειθοῖ σοφίας Ἑλληνικῆς, ὡς εἶπεν ὁ διδάσκαλος ἡμῶν, ἀποδείκνυμεν, τῇ δὲ πίστει πείθομεν ἐναργῶς προλαμβανούσῃ τὴν ἐκ τῶν λόγων κατασκευήν. 2. Ἰδοὺ πάρεισιν ὧδε πάσχοντες ὑπὸ δαιμόνων. Ἤσαν δέ τινες ἐλθόντες πρὸς αὐτὸν ὑπὸ δαιμόνων ἐνοχλούμενοι. 3. Καὶ παραγαγὼν αὐτοὺς εἰς τὸ μέσον, ἔφη· Ἢ ὑμεῖς τοῖς συλλογισμοῖς ἑαυτῶν, καὶ οἵᾳ βούλεσθε τέχνῃ ἢ μαγείᾳ, ἐπικαλούμενοι τὰ εἴδωλα ἑαυτῶν, καθαρίσατε αὐτούς. Ἤ, εἰ μὴ δύνασθε, κατάθεσθε τὴν πρὸς ἡμᾶς μάχην, καὶ ὄψεσθε τοῦ σταυροῦ τοῦ Χριστοῦ τὴν δύναμιν. 4. Καὶ ταῦτα εἰπὼν ἐπεκαλέσατο τὸν Χριστόν, ἐσφράγισέ τε τοὺς πάσχοντας τῷ σημείῳ τοῦ σταυροῦ δεύτερον καὶ τρίτον. Καὶ εὐθὺς ἔστησαν οἱ ἄνθρωποι ὁλόκληροι, σωφρονοῦντες λοιπὸν καὶ εὐχαριστοῦντες τῷ Κυρίῳ. 5.

Καὶ οἱ μὲν λεγόμενοι φιλόσοφοι ἐθαύμαζον καὶ ἀληθῶς ἐξεπλήττοντο ἐπὶ τῇ συνέσει τοῦ ἀνδρὸς καὶ τῷ γενομένῳ σημείῳ. 6. Ὁ δὲ Ἀντώνιος ἔφη· Τί θαυμάζετε ἐπὶ τούτῳ; Οὐκ ἐσμὲν ἡμεῖς οἱ ποιοῦντες, ἀλλ’ ὁ Χριστός ἐστιν, ὁ διὰ τῶν εἰς αὐτὸν πιστευόντων ταῦτα ποιῶν. Πιστεύσατε οὖν καὶ ὑμεῖς.

Γίνεσθε ὡς ἡμεῖς. Καὶ ὄψεσθε, ὅτι οὐ τέχνη λόγων τὰ παρ’ ἡμῖν ἐστιν, ἀλλὰ πίστις δι’ ἀγάπης τῆς εἰς τὸν Χριστὸν ἐνεργουμένη. Ἥντινα ἐὰν σχῆτε καὶ ὑμεῖς, οὐκέτι τὰς διὰ λόγων ἀποδείξεις ζητήσετε, ἀλλ’ αὐτάρκη τὴν εἰς τὸν Χριστὸν πίστιν ἡγήσεσθε. 7. Ταῦτα τοῦ Ἀντωνίου τὰ ῥήματα. Ἐκεῖνοι δὲ καὶ ἐν τούτῳ θαυμάζοντες, ἀνεχώρουν κατασπαζόμενοι αὐτὸν καὶ ὁμολογοῦντες ὠφελεῖσθαι παρ’ αὐτοῦ. 1. Ἔφθασε δὲ καὶ μέχρι βασιλέων ἡ περὶ Ἀντωνίου φήμη. Ταῦτα γὰρ μαθόντες Κωνσταντῖνος ὁ Αὔγουστος καὶ οἱ υἱοὶ αὐτοῦ Κωνστάντιος καὶ Κώνστας οἱ Αὔγουστοι, ἔγραφον αὐτῷ ὡς πατρὶ καὶ ηὔχοντο λαμβάνειν ἀντίγραφα παρ’ αὐτοῦ. 2. Ἀλλ’ οὔτε τὰ γράμματα περὶ πολλοῦ τινος ἐποιεῖτο οὔτε ἐπὶ ταῖς ἐπιστολαῖς ἐγεγήθει. Ὁ αὐτὸς δὲ ἦν, οἷος καὶ πρὸ τοῦ γράφειν αὐτῷ τοὺς βασιλέας. 3. Ὅτε οὖν ἐκομίζετο αὐτῷ τὰ γράμματα, ἐκάλει τοὺς μοναχοὺς καὶ ἔλεγεν· Τί θαυμάζετε, εἰ γράφει βασιλεὺς πρὸς ἡμᾶς, ἄνθρωπος γάρ ἐστιν; Ἀλλὰ μᾶλλον θαυμάζετε, ὅτι ὁ θεὸς τὸν νόμον ἀνθρώποις ἔγραψε καὶ διὰ τοῦ ἰδίου Υἱοῦ λελάληκεν ἡμῖν. 4. Ἐβούλετο μὲν οὖν μὴ δέχεσθαι τὰς ἐπιστολάς, λέγων οὐκ εἰδέναι πρὸς τὰ τοιαῦτα ἀντιγράφειν. Προτραπεὶς δὲ παρὰ πάντων τῶν μοναχῶν, ὅτι χριστιανοί εἰσιν οἱ βασιλεῖς, καὶ ἵνα μὴ ὡς ἀπορριφέντες σκανδαλισθῶσιν, ἐπέτρεπεν ἀναγινώσκεσθαι. 5.

Καὶ ἀντέγραφεν, ἀποδεχόμενος μὲν αὐτούς, ὅτι τὸν Χριστὸν προσκυνοῦσιν, συνεβούλευε δὲ τὰ εἰς σωτηρίαν· καὶ μὴ μεγάλα ἡγεῖσθαι τὰ παρόντα, ἀλλὰ μᾶλλον μνημονεύειν τῆς μελλούσης κρίσεως καὶ εἰδέναι, ὅτι ὁ Χριστὸς μόνος ἀληθὴς καὶ αἰώνιός ἐστι βασιλεύς. 6. Φιλανθρώπους τε αὐτοὺς εἶναι ἠξίου καὶ φροντίζειν τοῦ δικαίου καὶ τῶν πτωχῶν.

Κἀκεῖνοι δεχόμενοι ἔχαιρον. Οὕτω παρὰ πᾶσιν ἦν προσφιλής, καὶ πάντες ἔχειν αὐτὸν ἠξίουν πατέρα. 1. Τοιοῦτος δὴ οὖν γινωσκόμενος καὶ οὕτω πρὸς τοὺς ἀπαντῶντας ἀποκρινόμενος, ὑπέστρεφε πάλιν εἰς τὸ ἔνδον ὄρος. 2. Καὶ τῆς μὲν συνήθους ἀσκήσεως εἴχετο, πολλάκις δὲ μετὰ τῶν εἰσερχομένων πρὸς αὐτὸν καθεζόμενος καὶ περιπατῶν ἀπηνεοῦτο, ὡς ἐν τῷ Δανιὴλ γέγραπται. Καὶ αὐτὸς μὲν μεθ’ ὥρας ὡμίλει τὰ ἀκόλουθα τοῖς συνοῦσιν ἀδελφοῖς αὐτῷ. 3. Οἱ δὲ συνόντες ᾐσθάνοντό τινα θεωρίαν αὐτὸν βλέπειν. Καὶ γὰρ καὶ τὰ ἐν Αἰγύπτῳ γινόμενα πολλάκις, ἐν τῷ ὄρει τυγχάνων καὶ βλέπων διηγήσατο Σεραπίωνι τῷ ἐπισκόπῳ, ἔνδον ὄντι καὶ βλέποντι τὸν Ἀντώνιον ἀσχοληθέντα τῇ ὀπτασίᾳ. 4. Ποτὲ γοῦν καθεζόμενος καὶ ἐργαζόμενος, ὥσπερ ἐν ἐκστάσει γέγονε καὶ πολὺς ἦν ἐν τῇ θεωρίᾳ στενάζων. Εἶτα μεθ’ ὥραν στραφεὶς πρὸς τοὺς συνόντας, ἐστέναζε καὶ ἔντρομος γενόμενος, ἀναστὰς ηὔχετο, καὶ κάμπτων τὰ γόνατα, διέμενεν ἐπὶ πολύ. 5. Καὶ ἀναστὰς ἔκλαιεν ὁ γέρων. Ἔντρομοι τοίνυν γενόμενοι καὶ οἱ συνόντες, καὶ πάνυ φοβηθέντες, ἠξίουν μαθεῖν παρ’ αὐτοῦ, καὶ πολὺ διώχλησαν ἕως βιασθεὶς εἴπῃ. 6. Ὁ δὲ καὶ οὕτω μέγα στενάξας· Ὦ τέκνα, βέλτιον, ἔλεγεν, ἀποθανεῖν, πρὸ τοῦ γενέσθαι τὰ τῆς θεωρίας. Τῶν δὲ πάλιν ἀξιούντων, δακρύσας ἔλεγεν· Μέλλει τὴν ἐκκλησίαν ὀργὴ καταλαμβάνειν καὶ μέλλει παραδίδοσθαι ἀνθρώποις ὁμοίοις ἀλόγοις κτήνεσιν. 7.

Εἶδον γὰρ τὴν τράπεζαν τοῦ κυριακοῦ καὶ περὶ αὐτὴν ἑστῶτας ἡμιόνους κύκλῳ πανταχόθεν, καὶ λακτίζοντας τοὺς ἔνδον οὕτως, ὡς ἂν ἀτάκτως σκιρτώντων κτηνῶν γένοιτο λακτίσματα. 8. Πάντως δὲ ᾔσθεσθε, φησί, πῶς ἐστέναζον. Ἤκουσα γὰρ φωνῆς λεγούσης· Βδελυχθήσεται τὸ θυσιαστήριόν μου. 9. Ταῦτα εἶδεν ὁ γέρων. Καὶ μετὰ δύο ἔτη γέγονεν ἡ νῦν ἔφοδος τῶν Ἀρειανῶν καὶ ἡ ἁρπαγὴ τῶν ἐκκλησιῶν, ὅτε καὶ τὰ σκεύη μετὰ βίας ἁρπάσαντες δι’ ἐθνικῶν ἐποίουν βαστάζεσθαι, ὅτε καὶ τοὺς ἐθνικοὺς ἀπὸ τῶν ἐργασιῶν ἠνάγκαζον συνάγεσθαι μετ’ αὐτῶν καὶ παρόντων αὐτῶν ἔπραττον ἐπὶ τῆς τραπέζης ὡς ἤθελον. 10. Τότε πάντες ἡμεῖς ἐπέγνωμεν, ὅτι τὰ λακτίσματα τῶν ἡμιόνων ταῦτα προεμήνυε τῷ Ἀντωνίῳ, ἃ νῦν οἱ Ἀρειανοὶ πράττουσιν ἀλόγως ὡς τὰ κτήνη. 11. Ὡς δὲ ταύτην εἶδε τὴν θεωρίαν, τοὺς συνόντας παρεκάλεσε λέγων· Μὴ ἀθυμεῖτε, τέκνα. Ὥσπερ γὰρ ὠργίσθη ὁ Κύριος, οὕτω πάλιν ἰάσεται. 12. Καὶ πάλιν ταχέως ἀπολήψεται τὸν κόσμον αὐτῆς ἡ ἐκκλησία καὶ συνήθως ἀναλάμψει. Καὶ ὄψεσθε τοὺς διωχθέντας ἀποκαθισταμένους, καὶ τὴν μὲν ἀσέβειαν πάλιν εἰς τοὺς ἰδίους φωλεοὺς ἀναχωροῦσαν, τὴν δὲ εὐσεβῆ πίστιν παρρησιαζομένην μετὰ πάσης ἐλευθερίας πανταχοῦ. 13. Μόνον μὴ μιάνητε ἑαυτοὺς μετὰ τῶν Ἀρειανῶν.

Οὐκ ἔστι γὰρ τῶν ἀποστόλων αὕτη ἡ διδασκαλία, ἀλλὰ τῶν δαιμόνων καὶ τοῦ πατρὸς αὐτῶν τοῦ διαβόλου, καὶ μᾶλλον ἄλογος καὶ ἄγονος καὶ διανοίας ἐστὶν οὐκ ὀρθῆς, ὡς ἡ τῶν ἡμιόνων ἀλογία. 1. Τοιαῦτα μὲν τὰ τοῦ Ἀντωνίου. Οὐ δεῖ δὲ ἡμᾶς ἀπιστεῖν, εἰ δι’ ἀνθρώπου τοσαῦτα γέγονε θαύματα. 2. Τοῦ γὰρ Σωτῆρός ἐστιν ἐπαγγελία, λέγοντος· «Ἐὰν ἔχητε πίστιν ὡς κόκκον συνάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ·

Μετάβηθι ἐντεῦθεν, καὶ μεταβήσεται. Καὶ οὐδὲν ἀδυνατήσει ὑμῖν.» 3. Καὶ πάλιν· «Ἀμήν, ἀμὴν λέγω ὑμῖν, ἐάν τι αἰτήσητε τὸν Πατέρα ἐν τῷ ὀνόματί μου, δώσει ὑμῖν. Αἰτεῖτε, καὶ λήψεσθε.» Καὶ αὐτός ἐστιν ὁ τοῖς μαθηταῖς λέγων καὶ πᾶσι τοῖς πιστεύουσιν εἰς αὐτόν· «Ἀσθενοῦντας θεραπεύετε· δαίμονας ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε.» 1. Οὐ προστάττων γοῦν ἐθεράπευεν ὁ Ἀντώνιος, ἀλλ’ εὐχόμενος καὶ τὸν Χριστὸν ὀνομάζων, ὡς πᾶσι φανερὸν γενέσθαι, ὅτι οὐκ ἦν αὐτὸς ὁ ποιῶν, ἀλλ’ ὁ Κύριος ἦν, ὁ δι’ Ἀντωνίου φιλανθρωπευόμενος καὶ θεραπεύων τοὺς πάσχοντας. 2. Ἀντωνίου δὲ μόνον ἦν ἡ εὐχὴ καὶ ἡ ἄσκησις, ἦς ἕνεκεν ἐν τῷ ὄρει καθήμενος, ἔχαιρε μὲν τῇ τῶν θείων θεωρίᾳ, ἐλυπεῖτο δὲ διοχλούμενος ὑπὸ πολλῶν καὶ ἑλκόμενος εἰς τὸ ὄρος τὸ ἔξω. 3. Καὶ γὰρ καὶ δικασταὶ πάντες ἠξίουν αὐτὸν ἀπὸ τοῦ ὄρους κατέρχεσθαι, ἐπεὶ μὴ δυνατὸν ἦν αὐτοὺς εἰσελθεῖν ἐκεῖ διὰ τοὺς ἀκολουθοῦντας τῶν δικαζομένων. 4. Ἠξίουν δὲ ὅμως, ἵνα ἔλθῃ καὶ μόνον αὐτὸν ἴδωσιν.

Αὐτὸς μὲν οὖν ἐξετρέπετο καὶ παρῃτεῖτο τὰς πρὸς τούτους ὁδούς, οἱ δὲ ἐπέμενον καὶ μᾶλλον τοὺς ὑπευθύνους καὶ ὄντας ὑπὸ στρατιώτας προσέπεμπον, ἵνα κἂν διὰ τὴν ἐκείνων πρόφασιν κατέλθῃ. 5. Πάσχων οὖν ἀνάγκην καὶ ὁρῶν αὐτοὺς ὀδυρομένους, ἤρχετο μὲν εἰς τὸ ὄρος τὸ ἔξω. Οὐκ ἀνωφελὴς δὲ πάλιν ἦν ὁ σκυλμὸς αὐτοῦ· πολλοῖς μὲν γὰρ εἰς ὄνησιν ἐγίνετο καὶ εἰς εὐεργεσίαν ἡ ἄφιξις αὐτοῦ. 6. Τοὺς δὲ δικαστὰς ὠφέλει, συμβουλεύων πάντων μᾶλλον προκρίνειν τὸ δίκαιον καὶ φοβεῖσθαι τὸν θεὸν καὶ εἰδέναι, ὅτι οἵῳ κρίματι κρίνουσιν, κριθήσονται. Πλὴν ὅτι τὴν ἐν τῷ ὄρει διατριβὴν πάντων μᾶλλον ἠγάπα. 1. Ποτὲ γοῦν βίαν τοιαύτην παθὼν παρὰ τῶν χρείαν ἐχόντων, καὶ τοῦ στρατηλάτου διὰ πολλῶν ἀξιώσαντος αὐτὸν κατελθεῖν, ἐλθὼν καὶ ὁμιλήσας ὀλίγα, τὰ εἰς σωτηρίαν φθάνοντα, καὶ περὶ τῶν δεομένων, ἠπείγετο. 2. Τοῦ δὲ λεγομένου δουκὸς ἀξιοῦντος αὐτὸν ἐμβραδύνειν, ἔλεγε μὴ δύνασθαι χρονίζειν μετ’ αὐτῶν, καὶ παραδείγματι χαρίεντι τοῦτον ἔπειθε λέγων· 3. Ὥσπερ οἱ ἰχθύες ἐγχρονίζοντες τῇ ξηρᾷ γῇ τελευτῶσιν, οὕτως οἱ μοναχοὶ βραδύνοντες μεθ’ ὑμῶν καὶ παρ’ ὑμῖν ἐνδιατρίβοντες ἐκλύονται. 4. Δεῖ οὖν, ὥσπερ τὸν ἰχθὺν εἰς τὴν θάλασσαν, οὕτως ἡμᾶς εἰς τὸ ὄρος ἐπείγεσθαι, μήποτε βραδύνοντες ἐπιλαθώμεθα τῶν ἔνδον. 5.

Ἀκούσας δὲ ὁ στρατηλάτης ταῦτα καὶ ἕτερα πολλὰ παρ’ αὐτοῦ, θαυμάσας ἔλεγεν ἀληθῶς εἶναι τοῦτον δοῦλον τοῦ θεοῦ. Πόθεν γὰρ ἰδιώτῃ τοιοῦτος καὶ τοσοῦτος νοῦς, εἰ μὴ ἦν ἀγαπώμενος ὑπὸ τοῦ θεοῦ; 1. Εἷς δέ τις στρατηλάτης, Βαλάκιος δὲ ἦν ὄνομα αὐτῷ, πικρῶς ἐδίωκεν ἡμᾶς τοὺς χριστιανοὺς διὰ τὴν ὑπὲρ τῶν δυσωνύμων Ἀρειανῶν σπουδήν. 2. Καὶ ἐπειδὴ τοσοῦτον ἦν ὠμός, ὡς καὶ παρθένους τύπτειν καὶ μονάζοντας γυμνοῦν καὶ μαστίζειν, ἀποστέλλει πρὸς αὐτὸν ὁ Ἀντώνιος καὶ γράφει τοιοῦτον ἔχουσαν νοῦν ἐπιστολήν· Ὁρῶ ὀργὴν ἐπερχομένην ἐπὶ σέ· παῦσαι διώκων χριστιανούς, μή ποτε ἡ ὀργή σε καταλάβῃ.

Μέλλει γὰρ ἤδη ἔρχεσθαι. 3. Ὁ δὲ Βαλάκιος, γελάσας τὴν μὲν ἐπιστολὴν ἔρριψε χαμαί, πτύσας εἰς αὐτήν, τοὺς δὲ κομίσαντας ὕβρισεν, παραγγείλας ἀπαγγέλλειν Ἀντωνίῳ ταῦτα· Ἐπειδὴ φροντίζεις περὶ τῶν μοναχῶν, ἤδη καί σε μετελεύσομαι. 4. Καὶ οὐ παρῆλθον ἡμέραι πέντε, καὶ κατέλαβεν αὐτὸν ἡ ὀργή. Εἰς γὰρ τὴν πρώτην μονὴν τῆς Ἀλεξανδρείας τὴν λεγομένην Χαιρέου ἐξῆλθεν αὐτός τε ὁ Βαλάκιος καὶ Νεστόριος ὁ ἔπαρχος τῆς Αἰγύπτου, καὶ ἀμφότεροι μὲν ἐπεκαθέζοντο ἵπποις. 5. Ἦσαν δὲ οὗτοι ἴδιοι τοῦ Βαλακίου καὶ πραότεροι πάντων τῶν τρεφομένων παρ’ αὐτῷ. 6. Ἀλλὰ μήπω φθασάντων αὐτῶν εἰς τὸν τόπον, ἤρξαντο οἱ ἵπποι διαπαίζειν, ὡς εἰώθασιν, πρὸς ἀλλήλους, καὶ ἐξαίφνης ὁ πραότερος, ὃν ἐπεκαθέζετο Νεστόριος, δήγματι τὸν Βαλάκιον καταβαλὼν ἐπέπεσεν αὐτῷ. 7. Καὶ οὕτω τοῖς ὀδοῦσιν διεσπάραξε τὸν μηρὸν αὐτοῦ, ὡς εὐθὺς μὲν ἀπενεχθῆναι εἰς τὴν πόλιν, ἐν τρισὶ δὲ ἡμέραις ἀποθανεῖν καὶ πάντας θαυμάζειν ὅτι, ἃ προείρηκεν Ἀντώνιος, ταχέως πεπλήρωται. 1. Οὕτω μὲν οὖν τοῖς πικροτέροις παρῄνει. Τοὺς δὲ ἄλλους τοὺς πρὸς αὐτὸν ἀπαντῶντας οὕτως ἐνουθέτει, ὡς ἐπιλανθάνεσθαι πάραυτα τοῦ δικάζειν καὶ μακαρίζειν τοὺς ἀναχωροῦντας ἀπὸ τοῦ βίου τούτου. 2. Οὕτω δὲ τῶν ἀδικουμένων προΐστατο, ὡς νομίζειν μὴ ἄλλους, ἀλλ’ αὐτὸν εἶναι τὸν πάσχοντα.

Οὕτω δὲ πάλιν πρὸς ὠφέλειαν πᾶσιν ἦν ἱκανός, ὡς πολλοὺς στρατευομένους καὶ τῶν τὰ πολλὰ κεκτημένων ἀποτίθεσθαι τὰ τοῦ βίου βάρη, καὶ λοιπὸν γίνεσθαι μοναχούς. 3. Καὶ ὅλως ὥσπερ ἰατρὸς ἦν δοθεὶς παρὰ τοῦ θεοῦ τῇ Αἰγύπτῳ. Τίς γὰρ λυπούμενος ἀπήντα καὶ οὐχ ὑπέστρεφε χαίρων; Τίς ἤρχετο θρηνῶν διὰ τοὺς αὐτοῦ τεθνηκότας καὶ οὐκ εὐθέως ἀπετίθετο τὸ πένθος; Τίς ὀργιζόμενος ἤρχετο καὶ οὐκ εἰς φιλίαν μετεβάλλετο; 4. Τίς πένης ἀκηδιῶν ἀπήντα, καὶ ἀκούων αὐτοῦ καὶ βλέπων αὐτόν, οὐ κατεφρόνει τοῦ πλούτου καὶ παρεμυθεῖτο τὴν πενίαν; Τίς μοναχός, ὀλιγωρήσας καὶ ἐλθὼν πρὸς αὐτόν, οὐ μᾶλλον ἰσχυρότερος ἐγίνετο; 5. Τίς νεώτερος ἐλθὼν εἰς τὸ ὄρος καὶ θεωρήσας Ἀντώνιον, οὐκ εὐθέως ἐξηραίνετο τῶν ἡδονῶν καὶ ἠγάπα σωφροσύνην; Τίς ἤρχετο πρὸς αὐτὸν ὑπὸ δαίμονος πειραζόμενος καὶ οὐκ ἀνεπαύετο; 6. Τίς δὲ ἐν λογισμοῖς ἐνοχλούμενος ἤρχετο καὶ οὐκ ἐγαληνία τῇ διανοίᾳ; 1. Καὶ γὰρ καὶ τοῦτο ἦν μέγα τῆς ἀσκήσεως Ἀντωνίου ὅτι, καθὰ προεῖπον, χάρισμα διακρίσεως πνευμάτων ἔχων, ἐγίνωσκεν αὐτῶν τὰ κινήματα καὶ πρὸς ὅ τις αὐτῶν ἔχει τὴν ὁρμὴν καὶ τὴν σπουδὴν τοῦ ἐπιβουλεύειν. Καὶ οὐ μόνον αὐτὸς οὐκ ἐπαίζετο παρ’ αὐτῶν, ἀλλὰ γὰρ καὶ τοὺς ἐνοχλουμένους ἐν λογισμοῖς παρ’ ἐκείνων ἐδίδασκεν, πῶς ἂν δύναιντο τὰς ἐκείνων ἐπιβουλὰς ἀνατρέπειν, διηγούμενος τῶν ἐνεργούντων τὰς πανουργίας καὶ τὰς ἀσθενείας. 2.

Ἕκαστος γοῦν, ὥσπερ ἐπαλειφθεὶς παρ’ αὐτοῦ, κατήρχετο καταθαρρῶν τῶν νοημάτων τοῦ διαβόλου καὶ τῶν δαιμόνων αὐτοῦ.

Πόσαι δὲ καὶ μνηστῆρας ἔχουσαι παρθένοι, καὶ μόνον ἀπὸ τοῦ πέραν ἰδοῦσαι τὸν Ἀντώνιον, ἔμειναν τῷ Χριστῷ παρθένοι; 3. Ἤρχοντο δὲ καὶ ἀπὸ τῶν ἔξω μερῶν πρὸς αὐτόν. Καὶ αὐτοὶ μετὰ πάντων τὴν ὠφέλειαν ἐσχηκότες ὑπέστρεφον, ὡς παρὰ πατρὸς προπεμπόμενοι.