Ἀμέλει τοσοῦτοι γεγόνασι χριστιανοὶ ἐν ταῖς ὀλίγαις ἡμέραις ἐκείναις, ὅσους ἄν τις εἶδεν ἐν ἐνιαυτῷ γενομένους. 4. Εἶτα, τινῶν νομιζόντων ἐκ τῶν ὄχλων αὐτὸν ταράττεσθαι καὶ διὰ τοῦτο ἀνατρεπόντων ἀπ’ αὐτοῦ πάντας, αὐτὸς οὐ ταραττόμενος ἔλεγε μὴ πλείους εἶναι τούτους ἐκείνων, μεθ’ ὧν ἐν τῷ ὄρει παλαίομεν δαιμόνων. 1. Ὅτε δὲ ἀπεδήμει καὶ προεπέμπομεν αὐτόν, ὡς ἐφθάσαμεν εἰς τὴν πύλην, ὄπισθέν τις ἐβόα γυνή· Μεῖνον, ἄνθρωπε τοῦ θεοῦ, ἡ θυγάτηρ μου δεινῶς ὑπὸ δαίμονος ἐνοχλεῖται· μεῖνον, παρακαλῶ, μὴ κἀγὼ κινδυνεύω τρέχουσα. 2. Ἀκούσας ὁ γέρων καὶ ἀξιωθεὶς παρ’ ἡμῶν, θέλων ἔμεινεν. Ὡς δὲ ἤγγισεν ἡ γυνή, ἡ μὲν παῖς ἔρριπτο χαμαί. Τοῦ δὲ Ἀντωνίου προσευχομένου καὶ τὸν Χριστὸν ὀνομάσαντος, ἠγέρθη ἡ παῖς ὑγιής, ἐξελθόντος τοῦ ἀκαθάρτου δαίμονος. 3. Ἥ τε μήτηρ εὐλόγει τὸν θεὸν καὶ πάντες ηὐχαρίστουν. Καὶ αὐτὸς δὲ ἔχαιρεν ἀποδημῶν, ὡς εἰς ἴδιον οἶκον, εἰς τὸ ὄρος. 1. Καὶ φρόνιμος δὲ ἦν λίαν. Καὶ τὸ θαυμαστόν, ὅτι, γράμματα μὴ μαθών, ἀγχίνους ἦν καὶ συνετὸς ἄνθρωπος. 2. Ποτὲ γοῦν φιλόσοφοι δύο ἦλθον πρὸς αὐτὸν Ἕλληνες, νομίζοντες δύνασθαι πειρᾶσαι τὸν Ἀντώνιον· ἦν δὲ ἐν τῷ ὄρει τῷ ἔξω. 3. Ὁ δέ, ἐκ τοῦ προσώπου συνεὶς τοὺς ἀνθρώπους, ἐξελθὼν πρὸς αὐτούς, ἔφη δι’ ἑρμηνέως· Τί τοσοῦτον ἐσκύλητε, ὦ φιλόσοφοι, πρὸς μωρὸν ἄνθρωπον; 4.