Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Βαρσανούφιος ὁ Μέγας – Ἐρωταποκρίσεις πρὸς τοὺς μοναχούς

Βαρσανούφιος ὁ Μέγας

Εξαγόρευση λογισμών, πνευματική καθοδήγηση και διάκριση των εντολών των Γερόντων

Διευκρινίσεις για τη σωστή εξαγόρευση των λογισμών, την ερμηνεία των απαντήσεων των αγίων, τη διαφορά μεταξύ πνευματικής συμβουλής και δεσμευτικής εντολής, καθώς και την αντιμετώπιση της ψευδώνυμης γνώσης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Βαρσανούφιος ὁ Μέγας

—

Κεφάλαιο 10 από 22

Ἀδελφὸς ἠρώτησε τὸν ἄλλον Γέροντα λέγων· Εἰπέ μοι Πάτερ, τίνα δεῖ ἐρωτᾶν περὶ τῶν λογισμῶν, καὶ εἰ χρὴ περὶ τῶν αὐτῶν ἄλλῳ προσάγειν τὴν ἐρώτησιν; Ἀπόκρισις Ἰωάννου· Ἐρωτᾶν δεῖ εἰς ὃν ἔχεις πίστιν καὶ ἔμαθες ὅτι δεῖ βαστάξαι λογισμούς, καὶ πιστεῦσαι αὐτῷ ὡς τῷ Θεῷ. Τὸ δὲ ἐρωτῆσαι ἄλλον τὸν αὐτὸν λογισμόν, ἀπιστίας ἐστὶ καὶ πειρασμοῦ. Ἐὰν γὰρ ἔχῃς ὅτι ὁ Θεὸς ἐλάλησεν ἐν τῷ ἁγίῳ αὑτοῦ, τί χρεία πειρᾶσαι τὸν Θεόν, τὸ αὐτὸ ἄλλον ἐρωτῶντα;

Ἐρώτησις τοῦ αὐτοῦ· Ἐὰν ἐπιμείνῃ ὁ λογισμὸς θλίβων τινὰ μετὰ τὴν ἀπόκρισιν τῶν Πατέρων; Ἀπόκρισις Ἰωάννου· Οὐκ ἀργῶς ἐπέμεινεν, ἀλλ’ ὅτι ἀκούσας, οὐ καθαρῶς οὐδὲ ἐπιμελῶς ἐποίησε τὸ προσταχθὲν αὐτῷ. Καὶ ὀφείλει ἀνακαλέσασθαι τὸ σφάλμα καὶ ποιῆσαι καθαρῶς εἴ τι ἤκουσεν. Ἐὰν γὰρ ὁ Θεός ἐστιν ὁ λαλῶν ἐν τοῖς ἁγίοις, οὐ ψεύδεται.

Ἐρώτησις τοῦ αὐτοῦ· Ἆρα δὲ τὸν αὐτὸν χρὴ περὶ τοῦ αὐτοῦ ἐκ δευτέρου ἐρωτᾶν ἢ οὔ; Οἶδα Πάτερ ὅτι ἐρρέθη μοι μὴ ποιῆσαι πρᾶγμα, καὶ πάλιν ἠρώτησα τὸν αὐτὸν περὶ τοῦ αὐτοῦ καὶ ἐρρέθη μοι ποιῆσαι τὸ πρᾶγμα.

Καὶ τί ἐστι τοῦτο; Ἀπόκρισις Ἰωάννου· Ἀδελφέ, «τὰ κρίματα τοῦ Θεοῦ ἄβυσσος πολλή.» Πρὸς τὴν καρδίαν τοῦ ἐρωτῶντος ὁ Θεὸς ἐμβάλλει εἰς τὸ στόμα τοῦ λαλοῦντος αὐτῷ, ἢ πρὸς δοκιμὴν ἢ ὅτι ἡ καρδία αὐτοῦ ἠλλάγη καὶ ἀξιοῦται ἀκοῦσαι ἄλλως, ἤγουν ἄλλοι τινὲς ἀλλάσσονται ὄντες ἐν τῷ αὐτῷ πράγματι καὶ δι’ αὐτοὺς ἄλλως ὁ Θεὸς λαλεῖ ἐν τῷ ἁγίῳ αὑτοῦ. Καθὼς διὰ Ἡσαΐου ἐλάλησε πρὸς Ἐζεκίαν τὸν βασιλέα. Μεθ’ ὃ γὰρ εἶπεν αὐτῷ· «Διάθου τὰ κατὰ σέ, ὅτι ἀποθνῄσκεις», ἠλλάγη ἡ καρδία τοῦ βασιλέως καὶ ἐλυπήθη. Καὶ διὰ τούτου πάλιν τοῦ Ἡσαΐου εἶπεν αὐτῷ· «Ἰδοὺ προσέθηκεν ὁ Θεὸς εἰς τὴν ζωήν σου ἄλλα ἔτη δεκαπέντε.» Εἰ οὖν ἐλάλησε δι’ ἄλλου, εἶχεν ἔχειν σκάνδαλον τὸ πρᾶγμα, ὅτι ἄλλως λαλοῦσιν οἱ ἅγιοι. Καὶ πάλιν πρὸς τὴν καρδίαν τῶν Νινευϊτῶν ἐλάλησε διὰ Ἰωνᾶ καὶ εἶπεν ὅτι «Μετὰ τρεῖς ἡμέρας καταστρέφω τὴν πόλιν.» Καὶ ὅτε ἠλλάγη ἡ καρδία αὐτῶν εἰς μετάνοιαν, ἔδειξεν ὁ Θεὸς τὴν πολλὴν αὑτοῦ φιλανθρωπίαν καὶ ἀφῆκε τὴν πόλιν, ὅτι ἠλλάγη εἰς ἀγαθόν.

Καὶ διὰ τοῦτο οὐκ ὀφείλει τίς ποτε ἀλλάξαι τὸν ἐρωτώμενον ἅγιον, ἀλλ’ αὐτὸν πάλιν ἐρωτᾶν, μήποτε χρεία γένηται ἵνα ἀλλάξῃ ὁ Θεὸς τὴν ἀπόκρισιν προφάσεως γινομένης, καὶ γίνεται δι’ αὐτοῦ, ἵνα μὴ εὑρεθῇ σκάνδαλον.

Ἐρώτησις τοῦ αὐτοῦ· Δέσποτα, εἶχον πρᾶγμα πρός τινα καὶ ἦν ἀνάγκη ἵνα ἀπέλθω μετ’ αὐτοῦ πρὸς τὸν ἄρχοντα. Καὶ ἔλαβον γνώμην τῶν Πατέρων περὶ τοῦ πράγματος, καὶ ἐρρέθη μοι τί ἀπερχόμενος ὀφείλω ποιῆσαι.

Καὶ ἐποίησα ὡς νομίζω τὴν δύναμίν μου τοῦ μὴ παρεξελθεῖν τὰ ῥηθέντα μοι παρ’ αὐτῶν, καὶ μὴ εὑρίσκων ὅτι ἀπαντᾷ μοι τὰ πράγματα κατὰ τὴν ἀπόκρισιν. Ἐθλιβόμην πάνυ καὶ οὐκ ᾔδειν τί ποιήσω· Παρεξελθεῖν; ἐφοβούμην τὴν παρακοήν. Ἐπιμεῖναι; οὐχ εὕρισκον τὴν ἔκβασιν ὁμοίαν τῇ ἀποκρίσει. Τί ἐστι τοῦτο Πάτερ; Καὶ τί ἐχρῆν με ποιῆσαι ἢ λογίσασθαι εἰς τοσαύτην ἀπορίαν ἐμπεσόντα καὶ ἀνάγκην; Μή τι δὲ τὸ ἁμάρτημα ἐξ ἐμοῦ ἦν καὶ ἐλάνθανέ με;

Ἀπόκρισις Ἰωάννου· Πλησιάζει αὕτη ἡ ἀπόκρισις τῇ πρώτῃ. Πῶς; Ἄκουσον. Ἔλαβες ἀπόκρισιν περὶ πράγματος ὅτι Τάδε ποίησον, καὶ εὗρες ἐναντίωσιν. Πρῶτον μὲν μέμψασθαι ἑαυτὸν ὀφείλεις, μήποτε ἡδύνθη ἡ καρδία σου ἐν τῷ πράγματι καὶ οὐκ ἀφῆκας τὸ πᾶν τῷ Θεῷ. Καὶ διὰ τοῦτο οὐκ ἀφῆκεν ὁ Θεὸς γενέσθαι τὸ πρᾶγμα κατὰ τὴν ἀπόκρισιν τῶν Πατέρων. Καὶ παρὰ σοῦ γίνεται ἡ αἰτία, σὺ δὲ ἐπιγράφεις τῇ ἀποκρίσει αὐτῶν. Ἐλισσαῖος γὰρ πεποιθὼς ἔπεμψε τὸν μαθητὴν αὑτοῦ ἐγεῖραι τὸν νεκρόν, καὶ οὐκ ἠγέρθη. Ἀλλ’ οὐχ ἡ αἰτία τοῦ πέμψαντος, ἀλλὰ τοῦ πεμφθέντος. Ἐπεὶ πῶς αὐτὸς ὕστερον ἤγειρεν αὐτόν; Ὀφείλεις οὖν ποιῆσαι τὴν δύναμίν σου τοῦ φυλάξαι γενέσθαι κατὰ τὴν ἀπόκρισιν.

Ἐὰν δὲ μὴ ἀπαντήσῃ γενέσθαι κατὰ τὴν σπουδήν σου, μάθε ὅτι ἀλλαγὴ ἐγένετο εἰς ἓν τῶν μερῶν καὶ διὰ τοῦτο ὁ Θεὸς ἀλλάσσει τὰ τῆς ἀποκρίσεως. Οἷόν τι λέγω, χρεωστεῖ σοί τις δέκα νομίσματα καὶ οὐκ εὐπορεῖ δοῦναι ὅλα. Καὶ ἠρώτησας Γέροντα· Τί ἀπαιτήσω αὐτόν; Καὶ εἶπε· Κατὰ δίκαιον τὰ δέκα. Καὶ τοῦτο ἐπληροφορήθη ὁ Γέρων εἰπεῖν σοι τὸ μὴ συγχωρῆσαι αὐτῷ, ἐπειδὴ ἦν σκληροκάρδιος. Καὶ ἀκούσας ὅτι μέλλει ἀπαιτεῖσθαι αὐτά, μετεμελήθη καὶ ἐδεήθη τοῦ Θεοῦ λέγων· Δέσποτα οὐκ ἔχω δύναμιν ἀποδοῦναι τὰ δέκα, ἀλλὰ πληροφόρησον τὸν ἄρχοντα μὴ ἀναγκάσαι ἀποδοῦναί με εἰς τὸ πλῆρες, καὶ σπουδάζω ἀρέσαι σοι τὸ λοιπὸν τῆς ζωῆς μου. Καὶ ὁ εὔσπλαγχνος Θεὸς ἀλλάσσει τὸ κρῖμα, καὶ σὺ οὐκ οἶδας.

Λοιπὸν τότε ἐπειδὴ οὐκ ἔστιν ἐγγύς σου τῇ σαρκὶ ὁ ἐρωτηθεὶς παρὰ σοῦ, δεήθητι τοῦ Θεοῦ ὀνομάζων τὸν αὐτὸν Γέροντα καὶ λέγων· Ὁ Θεὸς τοῦδε, μὴ ἐάσῃς με πλανηθῆναι τοῦ θελήματός σου μηδὲ τῆς ἀποκρίσεως τοῦ δούλου σου, ἀλλὰ πληροφόρησόν με τί ποιήσω, καὶ εἴ τι πληροφορεῖ σε ποίησον, πιστεύων ὅτι ὁ Θεὸς διὰ τοῦ ἁγίου ἐλάλησέ σοι καὶ ὁδηγεῖ σε, καὶ εἰδὼς ὅτι πάντως ἀλλαγή τις ἐγένετο καὶ διὰ τοῦτο ὁ Θεὸς ἤλλαξε τὰ τῆς ἀποκρίσεως.

Ἐρώτησις· Δέσποτά μου, ποσάκις δεῖ προσεύξασθαι ἵνα πληροφορηθῇ ὁ λογισμὸς περὶ τούτου; Ἀπόκρισις· Ὅταν οὐ δύναται ἐρωτῆσαι τὸν Γέροντα, τρίτον δεῖ εὔξασθαι περὶ παντὸς πράγματος καὶ μετὰ ταῦτα θεωρῆσαι ποῦ ῥέπει ἡ καρδία, κἂν ἕως τριχός, καὶ τοῦτο ποιῆσαι.

Δήλη γάρ ἐστιν ἡ πληροφορία, καὶ πάντως φαίνεται τῇ καρδίᾳ. Ἐρώτησις τοῦ αὐτοῦ· Τὸ εὔξασθαι τρίτον πῶς χρὴ ἐν διαφόροις καιροῖς ἢ ἐν τῇ αὐτῇ ὥρᾳ; Ἐπειδὴ συμβαίνει μηδὲ ὑπέρθεσιν ἔχειν τὸ πρᾶγμα. Ἀπόκρισις Ἰωάννου·

Ἐὰν ἔχῃς ἄνεσιν καιροῦ, εἰς τρεῖς ἡμέρας τὸ τρίτον εὖξαι. Ἐὰν δὲ ἔπειξίς ἐστι, κατὰ τὴν ὥραν τῆς παραδόσεως τοῦ Σωτῆρος—ὃ δυσχερῶς γίνεται—ἔχε αὐτὸν τύπον, ὅτι ἀπελθὼν τρίτον τὸν αὐτὸν εἶπε λόγον εὐχόμενος. Καὶ εἰ κατὰ τὸ φαινόμενον οὐκ εἰσηκούσθη, ἐπειδὴ ἔδει γενέσθαι πάντως τὴν οἰκονομίαν, διδάσκει ἡμᾶς ἐκ τούτου μὴ λυπεῖσθαι ὅταν εὐχώμεθα καὶ πρὸς τὸ παρὸν οὐκ εἰσακουώμεθα. Αὐτὸς γὰρ περισσότερον ἡμῶν οἶδε τὸ συμφέρον. Τῆς δὲ εὐχαριστίας μὴ ἀποστῶμεν, καὶ σῳζόμεθα.

Ἐρώτησις τοῦ αὐτοῦ· Ἐὰν μετὰ τὴν προσευχὴν χρονίσῃ ἐλθεῖν ἡ πληροφορία, τί δεῖ ποιῆσαί με; Ἐὰν δὲ καὶ παρὰ τὴν ἐμὴν αἰτίαν ἐστὶ καὶ κέκρυπται ἀπ’ ἐμοῦ τοῦτο, πόθεν αὐτὸ καταλάβω; Ἀπόκρισις· Ἐὰν μετὰ τὴν τρίτην προσευχὴν μὴ ἔλθῃ σοι ἡ πληροφορία, γίνωσκε ὅτι παρὰ σέ ἐστιν ἡ αἰτία. Καὶ εἰ μὴ φανερωθῇ σοι τὸ σφάλμα, μέμψαι σεαυτὸν καὶ ἐλεεῖ σε ὁ Θεός.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Πῶς ὀφείλει τις διακεῖσθαι ἐρωτῶν τοὺς Πατέρας; Ἆρα πάσας τὰς ἐρωτήσεις ἃς ἐρωτᾷ ἀπαραβάτως χρεωστεῖ ἐπιτελέσαι; Ἀπόκρισις Ἰωάννου· Οὐ πάσας, ἀλλὰ τὰς κατ’ ἐντολὴν αὐτῷ παρεχομένας.

Ἄλλο γάρ ἐστιν ἁπλῆ κατὰ Θεὸν συμβουλὴ καὶ ἄλλο ἐντολή. Ἡ συμβουλὴ νουθεσία ἐστὶν χωρὶς ἀνάγκης, δεικνύουσα τῷ ἀνθρώπῳ τὴν εὐθεῖαν ὁδὸν τῆς ζωῆς, ἡ δὲ ἐντολὴ ἀπαράβατον ἔχει ζυγόν. Ἐρώτησις τοῦ αὐτοῦ· Εἶπάς μοι Πάτερ τὴν διαφορὰν τῆς ἐντολῆς καὶ τῆς κατὰ Θεὸν συμβουλῆς, εἰπέ μοι καὶ τὰ ἑκάστης σύμβολα, καὶ πόθεν γνωρίζονται, καὶ τίς ἑκατέρας αὐτῶν ἡ δύναμις.

Ἀπόκρισις Ἰωάννου· Ἐὰν αὐτὸς προσέρχῃ Πατρὶ πνευματικῷ ἐρωτῶν περὶ πράγματος, οὐχ ὡς θέλων ἐντολὴν λαβεῖν, ἀλλὰ κατὰ Θεὸν ἀπόκρισιν ἀκοῦσαι, καὶ ἐρρέθη σοι τί δεῖ ποιῆσαι, ὀφείλεις καὶ οὕτω πάντως φυλάξαι. Κἂν ποιήσας δὲ πειραθῇς ἐκ τούτου θλίψεως, μὴ ταραχθῇς, πρὸς τὸ συμφέρον γάρ σου γίνεται. Ἐὰν δὲ μὴ θελήσῃς ποιῆσαι, οὐκ ἔδοξας μὲν παραβαίνειν ἐντολήν, οὐ κατ’ ἐντολὴν γὰρ ἔλαβες, ἀλλ’ ἔδοξέ σοι παριδεῖν τὸ συμφέρον καὶ καταγινώσκειν σεαυτοῦ ὀφείλεις ἐν τούτῳ. Χρὴ γὰρ ἔχειν ὅτι πάντα τὰ ἐκπορευόμενα διὰ στόματος ἁγίων πρὸς τὸ συμφέρον τῶν ἀκουόντων ἐστί. Τὸ δ’ αὐτό ἐστι, σοῦ μηδὲν ὅλως ἐρωτήσαντος, ἀφ’ ἑαυτοῦ σοι εἶπε τῷ κατὰ Θεὸν κινούμενος λογισμῷ, ὅπερ καί ποτε συνέβη. Τίς ποτε γὰρ τῶν Γερόντων ἐζήτει εἰσελθεῖν ἐν τῇ πόλει. Καὶ ἄλλος Γέρων ἀφ’ ἑαυτοῦ εἶπεν αὐτῷ ὅτι «Ἐὰν εἰσέλθῃς, πίπτεις εἰς πορνείαν.» Καὶ παρακούσας εἰσῆλθεν καὶ ἔπεσεν. Ἐὰν δὲ ἐρωτᾷς περὶ πράγματος εἰδικῶς ἐντολὴν θέλων λαβεῖν, ὀφείλεις βαλεῖν μετάνοιαν καὶ παρακαλέσαι ἵνα δοθῇ σοι ἐντολή. Καὶ δοθείσης τῆς ἐντολῆς, πάλιν βαλεῖν μετάνοιαν ἵνα εὐλογήσῃ ὁ ταύτην σοι δούς, λέγων αὐτῷ· Εὐλόγησόν με Πάτερ ἐπάνω τῆς ἐντολῆς, καὶ εὖξαι ἵνα αὐτὴν φυλάξω.

Τοῦτο δὲ μάθε ἀδελφέ, ὅτι οὐκ ἀργῶς παρέχει ὁ παρέχων τὴν ἐντολήν, ἀλλὰ βοηθεῖ τῇ δεήσει καὶ ταῖς προσευχαῖς, ὅπως δυνηθῇς φυλάξαι. Ἐὰν δὲ κατὰ συναρπαγὴν μὴ βάλῃς αὐτῷ μετάνοιαν ἵνα λάβῃς τὴν εὐλογίαν, μὴ νομίσῃς ἀργὴν εἶναι τὴν ἐντολήν. Ἔρρωται γὰρ καὶ οὕτως, ἀλλ’ ἀμόρφως καὶ ἀνακολούθως ἐδέξω αὐτήν. Καὶ ἐὰν δυνηθῇς κοπιάσαι, μὴ ὀκνήσῃς ἀπελθεῖν καὶ ἀνακαλέσασθαι τὴν μετάνοιαν καὶ τὴν εὐλογίαν. Εἰ δὲ μὴ δύνῃ τοῦτο ποιῆσαι, ἔχε σεαυτὸν ὡς ἐν παραλείψει δεξάμενον τὴν ἐντολήν.

Ἐρώτησις· Ἐὰν ἐγὼ μὲν ἐρωτήσω λαβεῖν ἐντολήν, ὁ δὲ Γέρων οὐκ ἔχει σκοπὸν τοῦ δοῦναι, ἢ τὸ ἐναντίον ἐγὼ μὲν οὐκ αἰτῶ λαβεῖν, αὐτὸς δὲ ἐντολὴν δίδωσιν, ἆρα λογίζεται εἰς ἐντολὴν καὶ δεῖ πάντως φυλάξαι; Καὶ ἐπειδή εἰσι κανόνες ἐκκλησιαστικοὶ καὶ ῥήματα τῶν Πατέρων ἐγγράφως κείμενα, ἆρα καὶ ταῦτα ὥσπερ τὴν ἐντολὴν ἀνάγκην ἔχομεν πάντως φυλάξαι;

Ἀπόκρισις Ἰωάννου· Ἐὰν ὁ ἐρωτηθεὶς οὐκ ἔσχε σκοπὸν τοῦ δοῦναι ἐντολήν, οὐ λογίζεταί σοι εἰς ἐντολήν, εἰ καὶ σὺ τοῦτο ᾔτησας. Εἰ δὲ αὐτὸς ἐδοκίμασε δοῦναί σοι ἐντολήν, κἂν σὺ τοῦτο μὴ ᾔτησας, ἐντολή ἐστι καὶ χρεία φυλάξαι. Κἀκεῖνο δὲ ὡς ἐντολὴν δεῖ δέχεσθαι, ὅταν οἱ δογματικοὶ κανόνες τι ἀποφαίνονται ἢ Πατέρων ἐστὶν ἀπόκρισις ὡς ἐν ἀποφάσει ῥηθεῖσα, ἀλλὰ ταῦτα κατὰ ἐρώτησιν Πατέρων βεβαίωσον τῷ σῷ λογισμῷ, οὐ πάντως γὰρ ὅτι ὀρθῶς νοεῖς τὴν τῶν ῥημάτων δύναμιν. Τῇ οὖν ἀποκρίσει αὐτῶν καὶ ἐν τούτῳ μᾶλλον πείθου καὶ φύλαξον ἀπαραβάτως βοηθοῦντός σοι τοῦ φιλανθρώπου Θεοῦ εὐχαῖς ἁγίων. Ἀμήν.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν Γέροντα· Ἐὰν πειρασθεὶς παραβῶ τὴν ἐντολήν, τί ποιήσω; Ἀπόκρισις Ἰωάννου· Ἐὰν λαβὼν ἐντολὴν παρὰ τῶν ἁγίων παραβῇς αὐτήν, μὴ θορυβηθῇς μηδὲ ἀπελπίσῃς εἰς τὸ καταργῆσαι αὐτήν, ἀλλὰ μνῄσκου τοῦ λέγοντος περὶ τοῦ δικαίου ὅτι «Ἑπτάκις τῆς ἡμέρας πίπτει καὶ ἐγείρεται» καὶ τοῦ Κυρίου λέγοντος τῷ Πέτρῳ ὅτι «Ἕως ἑβδομηκοντάκις ἑπτὰ συγχωρήσεις τῷ ἀδελφῷ σου.» Εἰ οὖν ἀνθρώποις ἐνετείλατο οὕτως συγχωρεῖν, πόσῳ μᾶλλον αὐτὸς πλούσιος ὢν ἐν ἐλέει καὶ οἰκτιρμοῖς ὑπερνικῶν τὰ πάντα; Ὁ διὰ τοῦ Προφήτου καθ’ ἑκάστην βοῶν· «Ἐπιστρέψατε πρός με καὶ ἐπιστραφήσομαι πρὸς ὑμᾶς, ἐλεήμων γάρ εἰμι», καὶ πάλιν· «Καὶ νῦν Ἰσραήλ.» Βλέπε δὲ μή, ἀκούσας ὅτι οὐ καταργεῖται, ῥᾳθυμήσῃς καὶ ἔλθῃς εἰς ἀμέλειαν, βαρὺ γὰρ τὸ πρᾶγμα τοῦτο. Ἀλλὰ μηδὲ ἐπὶ τοῖς δοκοῦσι μικροῖς πράγμασι καταφρόνει τῆς ἐντολῆς, ἀλλὰ κἂν γένηται ἐν αὐτοῖς ἀμέλεια, σπούδασον διορθώσασθαι. Ἀπὸ γὰρ τῆς τοιαύτης ῥᾳθυμίας ἔρχεταί τις ἐπὶ τὰ μείζονα σφάλματα.

Ἐρώτησις τοῦ αὐτοῦ· Ὑποβάλλει μοι ὁ λογισμὸς μὴ ἐρωτᾶν τοὺς ἁγίους, μήποτε μαθὼν καὶ καταφρονήσας διὰ τὴν ἐμαυτοῦ ἀσθένειαν, ἁμαρτήσω. Ἀπόκρισις Ἰωάννου· Οὗτος ὁ λογισμὸς δεινότατός ἐστι, μὴ οὖν ἀνάσχῃ αὐτοῦ.

Ἐὰν γὰρ μαθών τις ἁμαρτήσῃ, καταγινώσκει ἑαυτοῦ πάντως. Ἐὰν δὲ μὴ μαθών τις ἁμαρτήσῃ, οὐδέποτε καταγινώσκει ἑαυτοῦ καὶ ἀνίατα εὑρίσκεται τὰ ἑαυτοῦ πάθη. Διὰ τοῦτο τοιαῦτα ὑποβάλλει τινὶ ὁ διάβολος, πρὸς τὸ μεῖναι ἀνίατα αὐτοῦ τὰ πάθη. Ὅταν δὲ ὑποβάλῃ σοι τοῦτο ὁ λογισμὸς ὅτι οὐ δύνασαι πληρῶσαι τὴν ἀπόκρισιν διὰ τὴν ἀσθένειαν, τότε οὕτως ἐρώτα· Ἐπειδὴ θέλω τοῦτο ποιῆσαι, εἰπέ μοι Πάτερ τί ἐστι τὸ συμφέρον. Καὶ οἶδα μὲν ὅτι κἂν εἴπῃς μοι, οὐ δύναμαι ποιῆσαι καὶ φυλάξαι τὸ λεγόμενον. Ἀλλὰ διὰ τοῦτο καὶ μόνον θέλω μαθεῖν εἰς τὸ καταγινώσκειν ἐμαυτοῦ ὅτι παρεῖδον τὸ συμφέρον. Τοῦτο δὲ καὶ ταπείνωσίς σοί ἐστιν. Ὁ Κύριος φωτίσει τὴν καρδίαν σου τοῦ ἀκοῦσαι καὶ φυλάξαι εὐχαῖς ἁγίων. Ἀμήν.

Ἀδελφὸς ἠρώτησε τὸν ἄριστον Γέροντα· Τί ἐστι ψευδώνυμος γνῶσις; Ἀπόκρισις Ἰωάννου· Ψευδώνυμος γνῶσίς ἐστι τὸ πιστεῦσαι τῷ οἰκείῳ λογισμῷ, ὅτι οὕτως ἔχει τὸ πρᾶγμα. Καὶ εἴ τις θέλει ἀπαλλαγῆναι ἀπ’ αὐτῆς, μὴ πιστευέτω τῷ ἰδίῳ λογισμῷ, ἀλλ’ ἐρωτάτω Γέροντα. Ἐὰν ἀποκριθῇ ὁ Γέρων καὶ εὑρεθῇ ἡ ἀπόκρισις αὐτοῦ ὡς ἐλογίζετο ὁ ἀδελφός, οὐδὲ τότε ὀφείλει πιστεῦσαι τῷ ἰδίῳ λογισμῷ, λέγων· Ἐγὼ ὑπὸ δαιμόνων ἐχλευάσθην, ἵνα πεισθῶ τῷ λογισμῷ ὅτι ἀληθινὴν ἔχω γνῶσιν καὶ πιστεύσαντός μου καὶ εἰς ἄλλα φέρουσί με κατακέφαλα. Ὁ Γέρων γὰρ εἶπε τὴν ἀλήθειαν, ὅτι ἀπὸ Θεοῦ λαλεῖ. Καὶ αὐτὸς οὐ χλευάζεται ὅλως ἀπὸ τῶν δαιμόνων. Ὡς εἶχον εἶπον τῷ ἀδελφῷ μου, λοιπὸν οὐκ οἶδα εἰ οὕτως ἔχει. Εὖξαι ὑπὲρ ἐμοῦ.

Ἀδελφὸς ἠρώτησε τὸν αὐτὸν Γέροντα· Ὅτε βαροῦμαι ὑπὸ τῶν λογισμῶν, καὶ παρακαλῶ τοὺς Γέροντας εὔξασθαι ὑπὲρ ἐμοῦ, καὶ ἀκούω τὰ παρ’ αὐτῶν λεγόμενα, εὐθέως ἀναπαύεταί μου ἡ ψυχή. Ἀπόκρισις Ἰωάννου· Ὅταν χειμάζηται τὸ πλοῖον ὑπὸ τῶν κυμάτων, ἂν ἔχῃ κυβερνήτην, αὐτὸς διὰ τῆς δοθείσης αὐτῷ σοφίας ὑπὸ τοῦ Θεοῦ σῴζει τὸ πλοῖον, καὶ εὐφραίνεται ὁ ἐπιβάτης σῳζομένου τοῦ πλοίου. Καὶ τὸν ἄρρωστον οὐ μετρίως εὐφραίνει ἡ μνήμη τοῦ ἰατροῦ, μάλιστα δὲ τὸ ἐπιτήδευμα.

Καὶ τὸν κινδυνεύοντα ἐν τῇ ὁδῷ ὑπὸ τῶν ἐπερχομένων αὐτῷ λῃστῶν, ἐνδυναμοῖ ἡ φωνὴ τῶν τηρητῶν, πόσῳ μᾶλλον ἡ παρουσία αὐτῶν; Καὶ εἰ ταῦτα οὕτως ἔχει, πόσην ὀφείλει παρέχειν εὐφροσύνην ἡ ἀπόκρισις τῶν Πατέρων παντὶ τῷ ἀκούοντι; Μάλιστα ὅταν συγκεκέρασται τῇ ἐκτενεῖ προσευχῇ πρὸς τὸν εἰπόντα Θεόν· «Εὔξασθε ὑπὲρ ἀλλήλων ὅπως ἰαθῆτε», καὶ ὅταν οἰκειούμενοι τὸ πάθος τοῦ ἰδίου μέλους, κράζωσι πρὸς τὸν Ἰησοῦν τὸν ἴδιον αὑτῶν Δεσπότην, λέγοντες μετὰ γλυκυτάτων δακρύων· «Ἐπιστάτα σῶσον, ἀπολλύμεθα», πῶς οὐκ ἀνύει εὐφροσύνην τῷ ἀκούοντι· «Εἰ πολλὰ ἰσχύει δέησις δικαίου ἐνεργουμένη;» Μὴ οὖν ὀκνήσωμεν παρακαλέσαι αὐτοὺς εὔξασθαι ὑπὲρ ἡμῶν, κἂν γὰρ ἡμεῖς ἀνάξιοί ἐσμεν·

Ἀλλὰ λαμβάνει πρόσωπον τῶν δούλων αὐτοῦ, ὡς καὶ ἤδη ἐποίησε, «θέλημα γὰρ τῶν φοβουμένων αὐτὸν ποιήσει», καὶ τὰ ἑξῆς. Πολλάκις ἀδελφέ, ἀκούσαντες λῃσταὶ τῶν ἀποκρίσεων καὶ τῆς φωνῆς τῶν δυνατωτέρων ἔφυγον.

Οὕτως ὅταν ἀκούσωσιν οἱ νοητοὶ λῃσταὶ τῶν ἀποκρίσεων καὶ τῆς φωνῆς τῶν δυνατωτέρων τῶν ἀκουσάντων παρὰ τοῦ Δεσπότου καὶ Προστάτου αὐτῶν Ἰησοῦ· «Θαρσεῖτε, ἐγὼ νενίκηκα τὸν κόσμον.» Καὶ πάλιν· «Ἰδοὺ δέδωκα ὑμῖν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς ἀδικήσουσι.» Φεύγουσι μετὰ τρόμου αἰσχυνόμενοι. Παρακαλέσωμεν οὖν τοὺς ἁγίους εὔξασθαι ὑπὲρ ἡμῶν, καὶ οἰκειοῦμεν ἑαυτοὺς αὐτοῖς, οὐ γὰρ μετρίως ὠφελούμεθα ἐκ τούτων. Εὖξαι οὖν καὶ ὑπὲρ ἐμοῦ, ἵνα ποιήσω τοῦτο κἀγώ, ἐὰν μή μου κατακυριεύσῃ ἡ τῆς ἀριστερᾶς ἐργασία.

Ὁ Κύριος μετὰ σοῦ. Ἀμήν. Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Ἐπειδὴ εἶπάς μοί ποτε, ὅτι καὶ ἐπὶ τῆς ἐρωτήσεως τῶν λογισμῶν καὶ ἐπ’ αὐτῶν δὲ τῶν πραγμάτων ἡ ἐλευθερία καλή ἐστιν. Εἰπέ μοι πῶς γίνεται ἡ τῆς ἐρωτήσεως ἐλευθερία.

Ἀπόκρισις Ἰωάννου· Ἐλευθερία ἐπὶ τῶν λογισμῶν ἐστι, τὸ τὸν ἐρωτῶντα γυμνῶσαι τελείως τὸν λογισμὸν τῷ ἐρωτωμένῳ, καὶ μὴ κρύψαι τι ἐξ αὐτοῦ, μήτε μὴν σχηματίσασθαί τι ἐντροπῆς ἕνεκα, μήτε ἐκ προσώπου ἄλλου εἰπεῖν αὐτόν, ἀλλ’ ἐξ ἰδίου προσώπου, καθὼς καὶ ἔστι. Βλάπτει γὰρ μᾶλλον τὸ σχηματίσασθαι.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν Γέροντα· Εἰπέ μοι δέσποτα, ποταπή ἐστιν ἡ ἐν τοῖς πράγμασιν ἐλευθερία, καὶ πῶς δεῖ αὐτῇ κεχρῆσθαι. Ἀπόκρισις Ἰωάννου· Ἐλευθερία ἐστὶν ἡ φανερῶς λεγομένη ἀλήθεια. Τυχὸν γὰρ χρῄζει τις τροφῆς ἢ ἐνδύματος ἢ καθόλου οἱουδήποτε πράγματος, καὶ ὀφείλει λέγειν τῷ δυναμένῳ παρασχεῖν.

Δεῖ δὲ ταύτην τὴν ἐλευθερίαν γίνεσθαι πρὸς πρόσωπον μὴ σκανδαλιζόμενον εἰς αὐτήν, οὐ γὰρ πάντες οἰκοδομοῦνται ἐν αὐτῇ. Ὁ γὰρ ἔχων διάκρισιν οἰκοδομεῖται καὶ χαίρει, ὁ δὲ μὴ ὢν τοιοῦτος, σκανδαλίζεται. Ὀφείλει δὲ ὁ κεχρημένος αὐτῇ μὴ ἐμπαθῶς κεχρῆσθαι, πρὸς τὸ θεραπεῦσαι τὸ διενοχλοῦν αὐτῷ πάθος, ἀλλὰ πρὸς τὴν τῆς χρείας συμπλήρωσιν. Ἐὰν δὲ οὔτε πρόσωπον σκανδαλίζηται, οὔτε πάθος ὑπόκειται, καλὴ ἡ ἐλευθερία.

Προσέχειν δὲ δεῖ μὴ ἐπί τινος ἑτέρου εὐχερῶς ἐν αὐτῇ σκανδαλιζομένου, κέχρηταί τις αὐτῇ. Δυνατὸν γὰρ ἰδίᾳ μᾶλλον ῥηθῆναι περὶ τοῦ ζητουμένου τῷ δυναμένῳ παρασχεῖν καὶ φυλάξαι τὸν λογισμὸν τοῦ ἀδελφοῦ ἀβλαβῆ. Πότε γὰρ τυχὸν ὢν ἀπὸ κόπου, χρῄζεις τοῦ ταχύτερον γεύσασθαι;

Καὶ ἀκούων τις σκανδαλίζεται. Ἢ καὶ περὶ πράγματος αἰτεῖς, καὶ οὐκ οἰκοδομεῖται ὁ ἀδελφός. Καθὼς οὖν εἴρηται, καλή ἐστιν ἡ ἐλευθερία, ἐν φόβῳ Θεοῦ γινομένη. Ἐὰν γὰρ χρῄζων πράγματος μὴ εἴπῃς περιμένων ἐκεῖνον ἀφ’ ἑαυτοῦ ποιῆσαι, συμβαίνει ὅτι ἀγνοεῖ ὅτι χρῄζεις ἢ καὶ εἰδὼς ἐπελάθετο ἢ καὶ δοκιμάσαι σε θέλων, τοῦτο ποιεῖ, εἰ ἔχεις ὑπομονήν, καὶ εὑρίσκῃ κατ’ αὐτοῦ γογγύζων καὶ σκανδαλιζόμενος εἰς αὐτὸν καὶ ἁμαρτάνεις. Ἐὰν οὖν φανερῶς αὐτῷ εἴπῃς, οὐδὲν τούτων γίνεται. Προευτρέπισον δέ σου τὸν λογισμόν, ἵνα, ἐὰν αἰτήσας ὅπερ ζητεῖς, μὴ λάβῃς, μὴ θλίβῃς ἢ σκανδαλισθῇς ἢ γογγύσῃς, ἀλλ’ εἰπὲ τῷ λογισμῷ· Ἢ οὐ δύναταί μοι παρασχεῖν ἢ οὐκ εἰμὶ ἄξιος ἐγώ, καὶ διὰ τοῦτο ὁ Θεὸς οὐ συνεχώρησεν αὐτῷ δοῦναι. Καὶ βλέπε μὴ ἀποβλέπων εἰς τὴν γενομένην ἀποτυχίαν διὰ τοῦτο κόψῃς τὴν πρὸς αὐτὸν ἐλευθερίαν, τοῦ μή, ὅτε δήποτε ἡ χρεία σε ἀπαιτεῖ, πάλιν αἰτῆσαί τι παρ’ αὐτοῦ. Πανταχοῦ φυλάττων ἑαυτὸν ἐπὶ τῇ ἀποτυχίᾳ ἀτάραχον. Ἐὰν δὲ καὶ ἀφ’ ἑαυτοῦ τις ἐρωτήσῃ σε περὶ οὗ χρῄζεις πράγματος, καὶ οὕτως εἰπὲ τὴν ἀλήθειαν. Κἂν συναρπαγεὶς εἴπῃς ὅτι οὐ χρῄζω, ἀνάλαβε σεαυτὸν καὶ εἰπὲ ὅτι Συγχώρησόν μοι ὅτι ἠκοντίσθην, ἐπεὶ χρῄζω τοῦ λαβεῖν.

Ἐρώτησις τοῦ αὐτοῦ· Τί οὖν ὅτε ἀμφιβάλλω εἰ ἔστι πρόσωπον τῶν σκανδαλιζομένων ἐπὶ τῇ τοιαύτῃ ἐλευθερίᾳ, τότε τί ποιήσω; Ἀπόκρισις Ἰωάννου· Δύνασαι δοκιμάζειν αὐτὸν εἰ σκανδαλίζεται ἢ μή. Ἐὰν γὰρ τυχὸν χρῄζῃς φαγεῖν, μὴ εἴπῃς αὐτῷ· Δός μοι, ἀλλ’ εἰπὲ ὅτι Βλέπω ἐμαυτὸν πεινῶντα διὰ τήνδε τὴν αἰτίαν.

Καὶ ἀκούων ἐκεῖνος φανερὸς γίνεται, καὶ ἐκ τούτου μανθάνεις αὐτοῦ τὴν προαίρεσιν, εἰ σκανδαλίζεται ἢ μή. Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν Γέροντα· Καὶ πῶς ἐρωτηθεὶς ὁ μέγας Γέρων παρὰ τοῦ ἀδελφοῦ Ἰωάννου εἰ ὀφείλει κόψαι τὸ τρώγειν τὰς ὀπώρας, ἐπέτρεψεν αὐτῷ μεταλαμβάνειν τῶν παρεχομένων αὐτῷ, οὐ μέντοι αἰτεῖν ἵνα λάβῃ. Δοκεῖ οὖν ἐνταῦθα κωλύειν αὐτὸν τῆς ἐλευθερίας;

Ἀπόκρισις Ἰωάννου· Ὁ λογισμὸς ὑπετίθετο τῷ ἀδελφῷ Ἰωάννῃ παντελῶς μὴ φαγεῖν. Καὶ ἐρωτηθεὶς ὁ μέγας Γέρων εἶπεν ὅτι τοῦτο ἐκ τῶν δαιμόνων ὑπεβλήθη. Καὶ βουλόμενος διελέγξαι αὐτοὺς εἶπεν· Ἀφ’ ἑαυτοῦ μὴ ζητήσῃς, καὶ νοεῖς τὴν κακίαν τοῦ ἐχθροῦ. Ὁ γὰρ λέγων σοι· Μηδὲ ὅλως φάγῃς, αὐτὸς ἔχει σοι ὑποθέσθαι γογγύζειν, ἐὰν μικρόν τί σοι δοθῇ ἢ εἰ μηδὲ ὅλως δοθῇ. Τούτου οὖν χάριν οὕτως αὐτῷ ἀπεκρίνατο, ἄλλως τε δὲ ἐντολὴν ταύτην δέδωκεν. Ὅπου δὲ οὐκ ἔστιν ἐντολή, τότε συμφέρει ἡ ἐλευθερία.