Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Βαρσανούφιος ὁ Μέγας – Ἐρωταποκρίσεις πρὸς λαϊκοὺς καὶ ἐπισκόπους

Βαρσανούφιος ὁ Μέγας

Υπεράσπιση της Εκκλησίας και των αδυνάτων έναντι των κοσμικών εξουσιών

Συμβουλές προς τους επισκόπους να προστατεύουν με παρρησία τους καταπιεζόμενους αγρότες και να αρνούνται την ανάμειξη της Εκκλησίας στην είσπραξη κοσμικών φόρων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Βαρσανούφιος ὁ Μέγας

—

Κεφάλαιο 15 από 16

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν μέγαν Γέροντα· Πολλήν, Πάτερ, εὑρίσκω δυσχέρειαν ἐκ τῶν ἀνθρώπων τῶν τρεχόντων εἰς τὴν ἀδικίαν. Καὶ ἀντιλέγων αὐτοῖς, γίνομαι ἐχθρὸς καὶ οὐχ εὑρίσκω βοήθειαν παρά τινος. Καὶ θλίβομαι, καὶ θέλω ἀναχωρῆσαι ἐκ τῆς ἐκκλησίας.

Ἀπόκρισις Βαρσανουφίου· Εἰπέ μοι, ἁμαρτία ἐστὶ τὸ παραβῆναι τὴν ἐντολὴν τοῦ Ἀποστόλου ἢ οὔ; Φανερόν ἐστι πάντως ὅτι ἁμαρτία ἐστίν. Εἰ τοίνυν ἁμαρτία ἐστί, ὁ Ἀπόστολος λέγει· «Δέδεσαι γυναικί; Μὴ ζήτει λύσιν.» Καὶ σὺ οὖν γυναῖκα ἔλαβες τὴν ἐκκλησίαν, μὴ ζητήσῃς αὐτῆς ἀποστῆναι, ἐπεὶ πάνυ ἔχεις πειρασθῆναι καὶ μετανοῆσαι περὶ τοῦ πράγματος.

Πάντα οὖν τὰ ἐπερχόμενά σοι γενναίως ὑπένεγκε, καὶ ὕστερον εὑρήσεις τὸ ἔλεος τοῦ Θεοῦ. Φησὶ γάρ· «Ὁ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται.» Ἀντίστα οὖν τῇ πονηρίᾳ καὶ ὁ Κύριος φέρει τοὺς ἐχθρούς σου εἰς τοὺς πόδας σου, καὶ τὸ ἐναντίον φίλοι σου γίνονται. Ἕως θανάτου συναγώνισαι ὑπὲρ τῆς ἀληθείας, καὶ ὁ Θεὸς πολεμεῖ ὑπὲρ σοῦ. Μὴ οὖν ζητήσῃς βοήθειαν ἀνθρώπων, ὁ γὰρ ἔχων εἰς ἄνθρωπον ἐλπίδα, ταχέως πίπτει.

Περισσοτέρα γάρ ἐστιν ἡ βοήθεια τοῦ Θεοῦ ὑπὲρ βοήθειαν μυριάδων ἀνθρώπων, λέγει γάρ· «Κύριος ἐμοὶ βοηθὸς καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος.» Στήριξον οὖν τὴν καρδίαν σου ἐν Κυρίῳ, καὶ ἀνδρίζου καὶ ἴσχυε, καὶ ὁ Κύριος ἔσται μετὰ σοῦ.

Αἴτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν μέγαν Γέροντα· Εἴ τί μοι κελεύεις, Δέσποτα, οὐκ ἐναντιοῦμαι, ἀλλ’ εὖξαι ὑπὲρ ἐμοῦ, ἵνα τύχω τῆς παρὰ τοῦ Θεοῦ βοηθείας καὶ σκεπασθῶ ἀπὸ τῶν ἐπανισταμένων μοι πειρασμῶν.

Ἀπόκρισις· Οἶδα ὅτι οὐδέν εἰμι καὶ εὐχὴν ὡς θέλει ὁ Θεὸς οὐχ ἔχω, ἀλλ’ ὅμως ὁ αἰτῶν τινα εὔχεσθαι ὑπὲρ αὐτοῦ, ὀφείλει καὶ αὐτὸς μικρὸν κόπον συνεισενεγκεῖν τῇ προσευχῇ τοῦ εὐχομένου. Γέγραπται γάρ· «Πολὺ ἰσχύει δέησις δικαίου», ἀλλ’ εἶπεν «ἐνεργουμένη», ἤγουν βοηθουμένη ὑπὸ τοῦ τὴν εὐχὴν ἐξαιτησαμένου. Γνῶναι οὖν ὀφείλει ὁ ἄγγελος ὑμῶν ὅτι οὐ μικρῶς ἐσκέπασέ σε ὁ Θεὸς καὶ σκεπάζει διὰ τῶν εὐχῶν τῶν ἁγίων. Ἀλλὰ πρόσεχε πῶς εὔχεται περὶ σοῦ ὁ διάκονος, λέγων τὸν λόγον τοῦ Ἀποστόλου· «Ὀρθοτομοῦντα τὸν λόγον τῆς ἀληθείας.» Καὶ ὀρθοτόμησον καὶ σύ, καὶ μὴ αἰσχυνθῇς ἄνθρωπον μηδὲ ἀνθρωπαρεσκήσῃς τινί, καὶ εὑρίσκεις χάριν ἐνώπιον Θεοῦ καὶ ἀνθρώπων. Καὶ μηδὲν φρονήσῃς κατὰ ἄνθρωπον, πᾶν γὰρ πρᾶγμα ἀνθρώπινον, βδελυκτόν ἐστιν ἐνώπιον τοῦ Θεοῦ. Καὶ μὴ ἀδικήσῃ ἡ Ἐκκλησία τινά, ἀλλὰ τύπος γενέσθω πᾶσι τῇ ὀρθότητι. Καὶ γίνεται ὁ Θεὸς ἐν σοὶ καὶ σὺ ἐν τῷ Θεῷ, καὶ φυλάττει σε ἀπὸ παντὸς κακοῦ καὶ ἀπὸ πασῶν τῶν παγίδων τοῦ ἐχθροῦ. Ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς μετὰ τοῦ πνεύματός σου καὶ μετ’ ἐμοῦ.

Ἀμήν. Ὁ αὐτὸς παριδών τινα δίκαια τῆς Ἐκκλησίας πρὸς ἀνθρωπαρέσκειάν τινων, καὶ διὰ τοῦτο κατὰ συγχώρησιν Θεοῦ πειρασμῷ παραδοθεὶς καὶ θλιβόμενος, ἔπεμψεν ἐρωτῶν τὸν αὐτὸν μέγαν Γέροντα περὶ τούτου. Ὁ δὲ ἀπεκρίνατο αὐτῷ·

Ἁπλῶς ἐκτὸς τοῦ Θεοῦ οὐκ ἐγένετο αὕτη ἡ παράδοσις. Ἐρευνήσωμεν οὖν τὰς καρδίας ἡμῶν ποίαν ἐντολὴν παρέβημεν τοῦ Θεοῦ, καὶ μανθάνωμεν ὅτι δι’ αὐτὴν παρεδόθημεν. Αἴτησις τοῦ αὐτοῦ· Πάτερ ἅγιε, οἶδα ὅτι ἔβλαψα καὶ τὴν ἐμὴν ψυχὴν καὶ τὴν ἁγίαν τοῦ Θεοῦ Ἐκκλησίαν, καὶ ἐγένετο κατ’ αὐτῆς σκληρὰ τὰ πράγματα. Πολλοὶ γάρ εἰσι καὶ δυνατοὶ οἱ πολεμοῦντες αὐτήν, κἂν θελήσω ἀντιστῆναι, ζημία παρακολουθεῖ. Καὶ ὅσον κατὰ ἄνθρωπον, οὐκ ἔχει διόρθωσιν, ἀλλὰ «τῷ Θεῷ πάντα δυνατά.» Προσπίπτω οὖν σοι, δέσποτα, αἴτησόν μοι συγχώρησιν, καὶ βοήθησον κἀμοὶ καὶ αὐτῇ καὶ ἀνακάλεσαι τὴν θλῖψιν, ὡς θέλεις, δύνασαι γάρ.

Ἀπόκρισις· Εἰ πάντα δυνατὰ τῷ Θεῷ, καὶ οὕτω πιστεύομεν, ποιήσωμεν αὐτῷ τὴν δύναμιν ἡμῶν, καὶ αὐτὸς ἐξολοθρεύσει τοὺς ἐπανισταμένους ἡμῖν. «Αὐτὸς γὰρ διασκεδάζει βουλὰς ἐθνῶν καὶ ἀθετεῖ βουλὰς ἀρχόντων. Ἡ δὲ βουλὴ τοῦ Θεοῦ μένει εἰς τὸν αἰῶνα.» Στῆσον τὴν ἀλήθειαν καὶ ἀγώνισαι ὑπὲρ αὐτῆς, καὶ ὁ Θεὸς πολεμεῖ ὑπὲρ σοῦ τοὺς ἀντιδίκους αὐτῆς. Αὐτοὶ ἀνθίστανται σαρκικῶς, στῆθι σὺ πνευματικῶς, τοῦτ’ ἔστιν ἐν εὐχαῖς καὶ ἱκεσίαις περὶ οἱουδήποτε πράγματος, αἰτῶν παρὰ τοῦ Θεοῦ τὴν αὐτοῦ βοήθειαν. Καὶ ἔλεγχε μετὰ παρρησίαν καὶ ἐπιτίμησον καὶ παρακάλεσον, ὡς πρέπει τῷ πνευματικῷ διδασκάλῳ, καὶ μὴ φοβηθῇς αὐτούς, «πλείονες γάρ εἰσιν οἱ μεθ’ ἡμῶν τῶν μετ’ αὐτῶν.» Ἐκεῖνοι μετὰ τοῦ διαβόλου καὶ τῶν ὁμοιοπαθῶν αὐτῶν ἀνθρώπων, ἡμεῖς δὲ μετὰ τοῦ Θεοῦ καὶ τῶν ἁγίων αὐτοῦ. Ἡμεῖς εἰς τὸν Θεὸν ἔχομεν τὴν ἐλπίδα τὸν λέγοντα· «Οὐ μή σε ἀνῶ οὐδ’ οὐ μή σε ἐγκαταλίπω.» Καὶ ποιεῖ «ἐκ περισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν», καὶ πληροῦται εἰς ἡμᾶς τὸ «Μακάριος οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ.» Αὐτοὶ δὲ εἰς τοὺς ἀνθρώπους ἔχουσι τὴν ἐλπίδα, οἷς οὐκ ἔστι σωτηρία. Ἐὰν οὖν μικρὰ ζημία παρακολουθήσῃ, καταφρονήσωμεν καὶ μὴ δώσωμεν καὶ μὴ αἰσχυνθῶμεν πρόσωπον ἀνθρώπου, ἐπὶ τὸν Θεὸν παροργίζομεν.

Ἀλλὰ στῶμεν ἐν τῇ ἀληθείᾳ καὶ οὐ βραδύνουσιν οἱ ὑπεναντίοι ἐλθεῖν εἰς τοὺς πόδας σου, καὶ δοξάζεται ὁ πάντοτε δοξαζόμενος Θεὸς διὰ τῶν δούλων αὐτοῦ. Ἔχε οὖν τοὺς ἁγίους συμμάχους διὰ τῶν πρὸς Θεὸν ὑπὲρ ὑμῶν εὐχῶν. Ὀρθοτόμησον ὡς ἤκουσας τὸν λόγον τῆς ἀληθείας ὡς ἐπίσκοπος Θεοῦ, καὶ προσπίπτουσί σοι οἱ ἄνθρωποι ὡς δούλῳ Θεοῦ γνησίῳ, μετὰ φόβου καὶ τρόμου καὶ ἀγάπης. Φοβεροὶ γάρ εἰσι τοῖς ἀνθρώποις οἱ φοβούμενοι τὸν Θεὸν καθὼς καὶ οἱ ἄγγελοι αὐτοῦ τοῖς δαίμοσι. Μὴ οὖν φοβηθῇς, μετὰ σοῦ γὰρ ὁ Θεὸς καὶ ἡ χάρις αὐτοῦ. Λαβὲ «τὴν ἐξ ὕψους δύναμιν», ἣν ἔλαβον οἱ ἀπόστολοι, χάριτι Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Καὶ διαμείνῃ ἡ χάρις αὐτοῦ μετὰ σοῦ ἕως ὑστέρας ἀναπνοῆς. Ἀσπάζομαί σε ἐν Κυρίῳ, Πάτερ πνευματικέ, ἀσπάζομαί σε ἐν φιλήματι ἁγίῳ, ἀσπάζομαί σε ἐν ἁγίῳ Πνεύματι, παρακαλῶν εὔξασθαι ὑπὲρ ἐμοῦ διὰ τὴν ἀγάπην.

Ἐρώτησις· Ἐπειδή, Πάτερ, κατὰ τοὺς ἁγίους ὑμῶν λόγους, πολλὴν εἶχε βοήθειαν ἡ Ἐκκλησία παρὰ τοῦ Θεοῦ, καί τινες τῶν ἀδικησάντων αὐτὴν καὶ ἐπελθόντων τοῖς ἀνθρώποις αὐτῆς συμπαρακαλοῦσι γενέσθαι εἰρήνην, καὶ ἐπαγγέλλονται ἡμᾶς θεραπεύειν καὶ διορθοῦσθαι τὰ καθ’ ἡμῶν ἀδικήματα καὶ σωφρονίζειν τοὺς καθ’ ἡμῶν ἀνθρώπους. Τί κελεύεις; Δέξωμαι αὐτοὺς ἢ οὔ;

Ἀπόκρισις· Ἐὰν παρακαλῶσι, δέξαι αὐτούς, διὰ τὸν εἰπόντα συγχωρεῖν ἀλλήλοις καὶ ἔασον σωφρονεῖν φειδομένως καὶ ἀφειδῶς καὶ ἀσυμπαθῶς, καὶ τύπον δοθῆναι, ὥστε ἑκάστῳ φυλαχθῆναι τὰ ἴδια δίκαια. Ἐρώτησις· Καλόν ἐστι τὸ ποιεῖν τὰ λογάρια τῆς Ἐκκλησίας;

Ἀπόκρισις Βαρσανουφίου· Ἐὰν ὡς Ἐκκλησίας λογάρια ποιῇς, τὰ τοῦ Θεοῦ λογάρια ποιεῖς, οἰκονόμος γὰρ εἶ αὐτοῦ, καὶ χρεωστεῖς ποιῆσαι τοὺς λόγους αὐτῶν, ἵνα ἐὰν περισσεύσῃ, τρέφῃς πτωχοὺς καὶ ὀρφανούς, ὧν Πατήρ ἐστι καὶ τροφεὺς ὁ Θεός, καὶ τοὺς οἴκους αὐτῶν οἰκονομῇς. Ἐὰν δὲ μὴ περισσεύσῃ, φροντίζῃς περισσεῦσαι. Εἰ δὲ οὐχ οὕτως, οὐ ποιεῖς λογάρια Ἐκκλησίας, ἀλλ’ ὡς θέλων σεαυτῷ περιποιῆσαι· Οὕτω δὲ ποιοῦντός σου, οὐκέτι τῷ Θεῷ, ἀλλὰ τῷ διαβόλῳ τὰ λογάρια γίνεται. Κατὰ Θεὸν οὖν πρᾶξον πάντα καὶ τὸν μισθὸν εὑρίσκεις παρ’ αὐτῷ.

Ἐρώτησις· Ἐπειδὴ διαφόρως ἐπηνέχθη ἡ αὐτὴ ζημία καὶ θλίβομαι ὡς μὴ εὑρίσκων εἰς τὰς χεῖράς μου, τί ποιήσω; Ἀπόκρισις· Ἡ Γραφὴ λέγει ὅτι «Ὁ ἀδικῶν ὑμᾶς, οὐκ ἀδικεῖ ὑμᾶς, ἀλλὰ τὸ Πνεῦμα τὸ ἅγιον τὸ κατοικοῦν ἐν ὑμῖν.» Μὴ λυπηθῇς οὖν περὶ ζημίας ἀνθρωπίνης, οὐ γὰρ στερεῖ σε Κύριος ὧν οἶδεν ὅτι χρείαν ἔχεις. Αὐτὸς γὰρ εἶπεν ὅτι «Οἶδεν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ὧν χρείαν ἔχετε, πρὸ τοῦ ὑμᾶς αἰτῆσαι αὐτόν», ἀλλὰ ζήτησον πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ ποιῶν τὰ ἔργα αὐτῆς καὶ ταῦτα πάντα προστεθήσεταί σοι. Κἂν θλίβῃς μικρὸν διὰ τὴν ἀπορίαν τῶν πραγμάτων, ἀλλ’ ἔχεις εὑρεῖν κατὰ πλάτος ἔμπροσθέν σου τὰ ἀγαθὰ θελήματι Θεοῦ. Μνήσθητι ὅτι γέγραπται· «Οἱ θέλοντες κατὰ Θεὸν ζῆν, διωχθήσονται.» Καὶ πάλιν λέγει· «Χαίρετε ἐν Κυρίῳ πάντοτε ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις.» Οὗτός ἐστιν ὁ διωγμὸς καὶ οὗτοί εἰσιν οἱ πειρασμοί, ἀλλὰ γενναίως φέρε καὶ πιστῶς, καὶ ἔχει ὁ Θεὸς διὰ σοῦ δοξασθῆναι. Ἡ ὑπομονὴ γὰρ εἰς δοκιμὴν φέρει τὸν ἄνθρωπον, ἡ δὲ δοκιμὴ εἰς ἐλπίδα, ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. Εὔχου ὑπὲρ ἐμοῦ.

Ἐρώτησις· Ἐπειδὴ οἱ λεγόμενοι πράκτορες ἔρχονται πολλοὶ εἰς τὴν πόλιν ταύτην καὶ ἀεὶ προσδοκῶσι ξένια ἐκ τῆς Ἐκκλησίας. Ἀπορῶ τί ποιῆσαι· Πέμψαι; Ἐνίοτε προσκρούω τῷ Θεῷ ἀναλίσκων κακῶς τὰ τῶν πτωχῶν.

Μὴ πέμψαι; Λέγουσί με κακῶς παρὰ τοῖς ἄρχουσι, τί οὖν κελεύεις; Ἀπόκρισις· Οἱ πράκτορες ὑπηρέται εἰσὶν ἐξουσιῶν ἀνθρωπίνων, καὶ τὸ πέμψαι αὐτοῖς σημεῖόν ἐστιν ἀνθρωπίνου φόβου. Ἐὰν οὖν θέλομεν μὴ φοβεῖσθαι αὐτούς, στῶμεν ἐν τῇ ἀληθείᾳ, ἐν φόβῳ Θεοῦ καὶ ἀκούσωμεν τοῦ Ἀποστόλου λέγοντος· «Θέλεις μὴ φοβεῖσθαι τὴν ἐξουσίαν; Τὸ ἀγαθὸν ποίει καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς.» Καὶ μὴ φροντίσῃς καταλαλιᾶς, φησὶ γάρ· «Ἐν τῷ καταλαλεῖσθαι ὑμᾶς, αἰσχυνθήσονται οἱ ἐπηρεάζοντες ὑμῶν τὴν ἐν Χριστῷ ἀγαθὴν ἀναστροφήν», καὶ πάλιν· «Εἰ ἀνθρώποις ἤρεσκον, Χριστοῦ δοῦλος οὐκ ἂν ἤμην.» Ἐπηρεαζομένων ἀγροίκων τινῶν τῆς ἐνορίας ὑπὸ τῶν στρατιωτῶν τοῦ δουκὸς καὶ ἁρπαζομένων αὐτῶν ἐκ τῶν ὅρων τῶν ἁγίων ἐκκλησιῶν, ἐβουλεύσαντο οἱ πρῶτοι τῆς πόλεως μετὰ τοῦ ἐπισκόπου γνωρίσαι τῷ βασιλεῖ, καὶ ἐφοβοῦντο τὸν δοῦκα μὴ βλάψῃ αὐτούς. Καὶ ἔπεμψαν ἐρωτῶντες τὸν μέγαν Γέροντα περὶ τούτου.

Ὁ δέ φησιν· Εἰ ἔχετε τὸν Θεὸν φειδόμενον τῶν πτωχῶν, στῆτε γενναίως ἐν τῷ πράγματι, πάντως γὰρ ὁ φειδόμενος τῶν πτωχῶν προΐσταται τῶν ἀγωνιζομένων ὑπὲρ αὐτῶν. Καὶ τὴν ἀσφάλειαν αὐτοῦ ἔχομεν λέγοντος· «Ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε.» Ἀπόκρισις τοῦ μεγάλου Γέροντος πρὸς τοὺς ἀμελήσαντας τοῦ αὐτοῦ πράγματος·

Βλέπετε μὴ εἰς ὑμᾶς πληρωθῇ ὅτι «Ἀρξάμενοι πνεύματι, νῦν σαρκὶ ἐπιτελεῖσθε.» Οὐκ οἴδατε ὅτι ἔργον Θεοῦ ἐστι; Καὶ οὐχ ὑμεῖς μόνον ἀγωνίζεσθε ὑπὲρ τοῦ πράγματος, ἀλλὰ καὶ ἄλλοι πολλοὶ συναγωνίζονται ὑμῖν ταῖς προσευχαῖς.

Βλέπετε ὅτι ἐὰν προδώσητε τὸ ἔργον τοῦ Θεοῦ, προδοῦναι ὑμᾶς ἔχει ὁ Θεός. Περὶ δὲ τῶν ἐξουσιῶν, μηδεὶς ὑμᾶς φοβερίσῃ, ὅτι τῷ βουλήματι τοῦ Θεοῦ οὐδεὶς δύναται ἀντιστῆναι. Πάντοτε μνημονεύετε τὸ ἕως θανάτου ἀγωνίζεσθαι ὑπὲρ τῆς ἀληθείας, ὁ Κύριος ἀντιπολεμήσει ὑπὲρ ὑμῶν.

Ἀπόκρισις τοῦ ἄλλου Γέροντος πρὸς τὸν ἐπίσκοπον ἐρωτήσαντα περὶ τῆς αὐτῆς αἰτίας τοῦ δουκὸς καὶ σιωπήσαντα· Πρόσεχε σεαυτῷ. Οὔτε γὰρ δοὺξ οὔτε βασιλεὺς λυτροῦται ἐν ἡμέρᾳ κρίσεως. Μὴ οὖν χαυνώσῃς τὸ πρᾶγμα, ἵνα σχῇς παρρησίαν εὑρεῖν ἔλεος ἐνώπιον τοῦ Θεοῦ. Καὶ μὴ φοβηθῇς, οὐχ ὑμεῖς γὰρ βαστάζετε τὸ πρᾶγμα τοῦτο, ἀλλ’ ὁ Θεὸς καὶ ὁ Γέρων. Ἐὰν οὖν ποιήσητε τὴν δύναμιν ὑμῶν, κοινωνοί ἐστε τοῦ μισθοῦ. Ἐὰν δὲ μή, ὑμεῖς βαστάζετε τὸ κρῖμα. Εὖξαι ὑπὲρ ἐμοῦ.

Ἐρώτησις τοῦ αὐτοῦ πρὸς τὸν αὐτόν· Ἐπειδὴ ὁ δοὺξ νεωστὶ ἐχριστιάνισε σπουδῇ τοῦ φιλοχρίστου βασιλέως, κελεύεις γράφωμεν αὐτῷ φιλικὰ γράμματα; Ἔνι γὰρ ὅτε διορθοῦται τὴν καθ’ ἡμῶν ἀδικίαν. Καὶ ἐὰν δόξῃ ὑμῖν τοῦτο καλὸν εἶναι, ὑμεῖς ὑπαγορεύσατε τὰ γράμματα, ἄλλην γὰρ ἔχει δύναμιν τὰ ῥήματα τοῦ ἐνοικοῦντος ἐν ὑμῖν ἁγίου Πνεύματος;

Ἀπόκρισις Ἰωάννου· Γράψον αὐτῷ ταῦτα· Χαρὰ ἡμῖν οὐ μικρὰ καὶ πᾶσι τοῖς φοβουμένοις τὸν Θεὸν ἐγένετο, ἐπὶ τῇ εἰσόδῳ ὑμῶν ἐν τῇ τοῦ Χριστοῦ πίστει, μειζοτέρα δὲ ταύτης γίνεται, ὅταν βλέπωμεν τοὺς πνευματικοὺς καρποὺς ἐν ὑμῖν θάλλοντας. Καὶ γὰρ ἀληθῶς χαρὰ ἡμῖν ἐστιν, ἵνα εἰς ὑμᾶς πληρωθῇ ὁ εὐαγγελικὸς λόγος· «Οὕτω λαμψάτω τὸ φῶς ὑμῶν ἔμπροσθεν τῶν ἀνθρώπων, ὅπως ἴδωσι τὰ καλὰ ὑμῶν ἔργα καὶ δοξάσωσι τὸν Πατέρα ὑμῶν τὸν ἐν τοῖς οὐρανοῖς.» Ὡς ἐπιστάται ἡ μεγαλοπρέπεια ὑμῶν, τὰ νεόφυτα πολλοὺς καὶ ὡραίους καρποὺς φέρει. Ἐπειδὴ οὖν νεοφύτιστοί ἐστε, δείξατε πᾶσιν εἰς οἰκοδομήν, τοὺς πολλοὺς καὶ ὡραίους καὶ πνευματικοὺς καρποὺς ὑμῶν, εἰς δόξαν τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος, καὶ εἰς ἔπαινον ὑμέτερον παρὰ τοῖς φιλοχρίστοις βασιλεῦσι παρ’ ὧν ἠξιώθητε ταύτης τῆς μεγάλης τοῦ φωτίσματος δωρεᾶς.

Ποῖοι δέ εἰσιν οἱ πνευματικοὶ καρποί, ἢ τὸ ἀγωνίσασθαι περὶ τῆς πίστεως τοῦ Χριστοῦ καὶ στῆσαι τὸν χριστιανισμόν; Εἰ γὰρ καὶ τὰ μάλιστα διὰ τοῦ Θεοῦ στήκει, ἀλλὰ θέλει ὁ Θεὸς δοκιμάσαι τὰς προαιρέσεις τῶν ἀνθρώπων, εἰς ἐπίδειξιν πάντως ποῦ ῥέπουσι. Καὶ γὰρ λυθῆναι αὐτὴν οὐ δυνατόν, ἐπαγγελία γὰρ Θεοῦ ἐστιν· «Ἐν ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.» Ἔδει οὖν τὸ ἀγαθὸν ἐλθεῖν, μακάριος δὲ δι’ οὗ ἔρχεται! Ἁρπάζετε οὖν φιλόχριστοι τὸν τοιοῦτον μακαρισμόν. Τοῦτο δὲ γινώσκειν θέλω τὴν ὑμῶν ἐνδοξότητα ὅτι εἰ ἦν ἕλλην ὁ ἐγχειρισθεὶς τὴν ἀρχὴν καὶ ὑπεναντίος τῆς πίστεως καὶ ἔπραξε τίποτε, οὐδὲν ἄλλο εἴχομεν ποιῆσαι ἢ κλεῖσαι τὰς ἐκκλησίας, ἕως οὗ ἀνοιγῶσιν ὑπὸ τῶν φιλοχρίστων βασιλέων.

Ἐρώτησις· Λαμπρότατοι πολιτευόμενοι βούλονται καινοτομῆσαι τὴν Ἐκκλησίαν ἐπὶ ἐμοῦ καὶ ἀπαιτῆσαι τέλος τοῦ καταφερομένου πλοίου εἰς τοὺς αὐτῆς ὅρμους. Καὶ συμβουλεύουσί τινες ἡμῖν ἐκλαβεῖν ὅλον τὸ τέλος, διαβεβαιουμένοι κέρδος αὐτὸ ἔχειν πολύ. Κελεύεις οὖν ἐκλάβωμεν ἢ οὔ;

Ἀπόκρισις· Οὐ πρέπει τῇ Ἐκκλησίᾳ ἐκλαβεῖν τέλη, κοσμικῶν γάρ ἐστι τοῦτο τὸ πρᾶγμα. Εἰπὲ δὲ αὐτοῖς· Εἰ χριστιανοί ἐσμεν ἄνθρωποι, οὐ χρείαν ἔχομεν ἀκοῦσαι παρὰ ἀνθρώπων, ἀλλὰ αὐτῷ τῷ Σωτῆρι ἐξακολουθήσωμεν λέγοντι· «Καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, οὕτω καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς.» Βλέπετε ὅτι τὰ τῆς Ἐκκλησίας ἀφιερωμένα εἰσὶ τῷ Θεῷ καὶ οὐ συμφέρει ὑμῖν τι ἐξ αὐτῶν μειῶσαι. Οὐαὶ γὰρ τῷ βλάπτοντι αὐτὴν ἔν τινι.