Ὥστε ἢ καταπεφρόνηκε, καὶ διὰ τοῦτο ἁμαρτάνει, ἢ αὐτὸ τὸ εἶναι τὸν Θεὸν ἀρνεῖται, καὶ διὰ τοῦτο ἐν τοῖς ἐπιτηδεύμασι διαφθείρεται, κἂν ὁμολογεῖν δοκῇ. Θεὸν γὰρ, φησὶν, ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται. Ὧν οὕτως ἐχόντων, καὶ τὸν τρόπον τῆς ἐπιτιμήσεως λογίζομαι εἶναι δεῖν ἐπὶ τῶν τοιούτων διάφορον. Ὁ μὲν γὰρ εὐλαβὴς οἱονεὶ τοπικοῦ τινος χρῄζει τοῦ βοηθήματος, καὶ περὶ αὐτὸ τὸ πρᾶγμα, εἰς ὃ ἐσφάλη, τὴν ἐπιτίμησιν ὑποστῆναι ὀφείλει· ὁ δὲ ἀδιάφορος, ὅλον ὁμοῦ τὸ ψυχῆς καλὸν διαφθείρας, καὶ αὐτὰ τὰ τῶν κακῶν καθολικώτερα νοσῶν, ἢ ὡς καταφρονητὴς, ὥσπερ εἶπον. ἢ ὡς ἄπιστος, καὶ πενθεῖσθαι, καὶ νουθετεῖσθαι, καὶ ἐπιτιμᾶσθαι ὀφείλει, μέχρις ἂν πληροφορηθῆναι δυνηθῇ, ἢ ὅτι ὁ Θεὸς κριτὴς δίκαιος, καὶ φοβηθῇ, ἢ ὅτι ὅλως ἔστι Θεὸς, καὶ καταπλαγῇ. Κἀκεῖνο δὲ εἰδέναι χρὴ, ὅτι τὰ ἐλαττώματα τῶν εὐλαβῶν γίνεται πολλάκις καὶ κατ᾽ οἰκονομίαν πρὸς τὸ συμφέρον· τοῦ Θεοῦ συγχωροῦντος ἐνίοτε ὀλισθῆσαι εἰς θεραπείαν ἐπάρσεως προλαβούσης, οἷόν ἐστι τὸ ὑπὸ τοῦ Πέτρου εἰρημένον, καὶ ἐπ᾽ αὐτοῦ γεγενημένον.