Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὸ ῥητόν: Καθελῶ μου τὰς ἀποθήκας

Μέγας Βασίλειος

Ο άφρων πλούσιος της παραβολής και η αληθινή αποθήκευση των αγαθών

Ο έλεγχος της σαρκικής φιληδονίας, ο κίνδυνος του αιφνίδιου θανάτου και η υπόδειξη της προσφοράς προς τους φτωχούς ως της μόνης ασφαλούς αποθήκης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 4 από 5

Πανταχοῦ σοι τὸ ὑπόδειγμα τοῦ κατηγορουμένου πλουσίου προσαπαντάτω· ὃς, τὰ μὲν ἤδη παρόντα φυλάσσων, περὶ δὲ τῶν ἐλπιζομένων ἀγωνιῶν, καὶ ἄδηλον ἔχων εἰ βιώσεται τὴν αὔριον, τὸ αὔριον σήμερον προημάρτανεν.

Οὔπω ἦλθεν ὁ ἱκέτης, καὶ προλαβὼν ἐδείκνυε τὴν ἀγριότητα· οὐ συνήγαγε τοὺς καρποὺς, καὶ τῆς πλεονεξίας εἶχεν ἤδη τὸ κρῖμα. Ἡ μὲν γῆ ἐδεξιοῦτο τοῖς ἐκφορίοις αὐτῆς· βαθὺ μὲν ἐν ταῖς ἀρούραις προδεικνῦσα τὸ λήϊον· πολὺν δὲ τὸν βότρυν ὑπὲρ κλημάτων φαίνουσα· βρύουσαν δὲ τῷ καρπῷ τὴν ἐλαίαν παρεχομένη, καὶ πᾶσαν ἐπαγγελλομένη τὴν ἐξ ἀκροδρύων τρυφήν· ὁ δὲ ἀδέξιος ἦν καὶ ἄκαρπος, οὔπω ἔχων, καὶ ἤδη βασκαίνων τοῖς δεομένοις.

Καίτοι πόσοι κίνδυνοι πρὸ τῆς συγκομιδῆς τῶν καρπῶν! Καὶ γὰρ καὶ χάλαζα κατέκλασε, καὶ καύσων ἐκ μέσων ἥρπασεν τῶν χειρῶν, καὶ ὕδωρ, παρὰ καιρὸν ἐκ νεφῶν ἐπιῤῥυὲν, ἠχρείωσε τοὺς καρπούς. Οὐ προσεύχῃ οὖν τῷ Κυρίῳ τελειωθῆναι τὴν χάριν; Ἀλλὰ προλαμβάνων, σεαυτὸν ἀνάξιον ποιεῖς τῆς ὑποδοχῆς τῶν δειχθέντων. —Καὶ σὺ μὲν ἐν τῷ κρυπτῷ λαλεῖς σεαυτῷ, τὰ δὲ ῥήματά σου ἐν οὐρανῷ δοκιμάζεται. Διὰ τοῦτό σοι ἐκεῖθεν αἱ ἀποκρίσεις ἔρχονται. Τίνα δέ ἐστι καὶ ἃ λέγεις; ψυχὴ, ἔχεις πολλὰ ἀγαθὰ ἀποκείμενα· φάγε, πίε, εὐφραίνου καθ᾽ ἡμέραν· Ὢ τῆς ἀλογίας! Εἰ δὲ χοιρείαν εἶχες ψυχὴν, τί ἂν ἄλλο ἢ τοῦτο αὐτῇ εὐηγγελίσω; Οὕτω κτηνώδης εἶ, οὕτως ἀσύνετος τῶν τῆς ψυχῆς ἀγαθῶν, τοῖς τῆς σαρκὸς αὐτὴν βρώμασιν δεξιούμενος· καὶ ὅσα ὁ ἀφεδρὼν ὑποδέχεται, ταῦτα τῇ ψυχῇ παραπέμπεις; Εἰ μὲν ἀρετὴν ἔχει, εἰ πλήρης ἐστὶν ἀγαθῶν ἔργων, εἰ Θεῷ προσῳκείωται, ἔχει πολλὰ ἀγαθὰ, καὶ εὐφραινέσθω τὴν καλὴν τῆς ψυχῆς εὐφροσύνην. Ἐπεὶ δὲ τὰ ἐπίγεια φρονεῖς, καὶ θεὸν ἔχεις τὴν κοιλίαν, καὶ ὅλος σάρκινος εἶ, δεδουλωμένος τοῖς πάθεσιν, ἄκουε τῆς σοὶ πρεπούσης προσηγορίας, ἣν οὐδεὶς ἀνθρώπων ἔθετό σοι, ἀλλ᾽ αὐτὸς ὁ Κύριος· Ἄφρον, ταύτῃ τῇ νυκτὶ τὴν ψυχήν σου ἀπαιτοῦσιν ἀπὸ σοῦ· ἃ δὲ ἡτοίμασας, τίνι ἔσται; Μείζων τῆς αἰωνίου κολάσεως ὁ γέλως τῆς ἀβουλίας. Ὁ γὰρ μετ᾽ ὀλίγον μέλλων ἀνάρπαστος ἄγεσθαι, οἷα βουλεύεται;

Καθελῶ μου τὰς ἀποθήκας, καὶ μείζονας οἰκοδομήσω· Καλῶς σὺ ποιῶν, φαίην ἂν ἔγωγε πρὸς αὐτόν. Ἄξια γὰρ καθαιρέσεως τὰ ταμιεῖα τῆς ἀδικίας. Κατάσκαπτε ταῖς ἑαυτοῦ χερσὶν, ἃ κακῶς ᾠκοδόμησας. Λύε τὰ σιτοδοχεῖα, ὅθεν οὐδεὶς ἀπῆλθέ ποτε παραμυθίας τυχών. Ἀφάνισον πάντα οἶκον πλεονεξίας φύλακα, ἀποσκεύασον ὀρόφους, περίελε τοίχους, δεῖξον ἡλίῳ τὸν εὐρωτιῶντα σῖτον, ἐξάγαγε ἐκ φυλακῆς τὸν δέσμιον πλοῦτον, θριάμβευσον τὰ σκοτεινὰ τοῦ μαμωνᾶ καταγώγια· Καθελῶ μου τὰς ἀποθήκας, καὶ μείζονας οἰκοδομήσω· Ἐὰν δὲ καὶ ταύτας ἐμπλήσῃς, τί ποτε ἆρα διανοηθήσῃ; Ἦ που πάλιν καθαιρήσεις, καὶ πάλιν οἰκοδομήσεις; Καὶ τί τούτων ἀνοητότερον, ἀπέραντα μοχθεῖν, οἰκοδομεῖν μετὰ σπουδῆς, καὶ μετὰ σπουδῆς καθαιρεῖν; Ἔχεις ἀποθήκας, ἐὰν θέλῃς, τὰς κοιλίας τῶν πενήτων. Θησαύρισον σεαυτῷ θησαυρὸν ἐν οὐρανῷ. Τὰ ἐκεῖ ἀποτιθέμενα οὐ σῆτες καταβόσκονται, οὐ σηπεδὼν ἐπινέμεται, οὐ λῃσταὶ διακλέπτουσιν. Ἀλλὰ τότε μεταδώσω τοῖς δεομένοις ὅταν τὰς δευτέρας ἀποθήκας ἐμπλήσω. Μακροὺς σεαυτῷ τοὺς χρόνους τῆς ζωῆς ἔπηξας. Σκόπει μή σε προλάβῃ ὁ κατὰ προθεσμίαν ἐπείγων. Καὶ γὰρ ἡ ἐπαγγελία οὐ χρηστότητος ἐστιν, ἀλλὰ πονηρίας ἀπόδειξις. Ἐπαγγέλλῃ γὰρ, οὐχ ἵνα δῷς μετὰ ταῦτα, ἀλλ᾽ ἵνα τὸ παρὸν διακρούσῃ. Ἐπεὶ νῦν τί τὸ κωλύον πρὸς τὴν μετάδοσιν; Οὐ πάρεστιν ὁ ἐνδεής; οὐχὶ πλήρεις αἱ ἀποθῆκαι; οὐχ ὁ μισθὸς ἕτοιμος;

οὐχ ἡ ἐντολὴ τηλαυγής; Ὁ πεινῶν τήκεται· ὁ γυμνητεύων πήγνυται· ὁ ἀπαιτούμενος ἄγχεται· καὶ σὺ τὴν ἐλεημοσύνην εἰς τὴν αὔριον ἀναβάλλῃ; Ἄκουε Σολομῶντος· Μὴ εἴπῃς· Ἐπανελθὼν ἐπάνηκε, καὶ αὔριον δώσω· οὐ γὰρ οἶδας τί τέξεται ἡ ἐπιοῦσα· Οἵων παραγγελμάτων ὑπερορᾷς, τῇ φιλαργυρίᾳ τὰ ὦτα προαποβύσας!