Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὸ ῥητόν: Καθελῶ μου τὰς ἀποθήκας

Μέγας Βασίλειος

Η μάταιη μέριμνα του θησαυρισμού και η υποχρέωση της ελεημοσύνης

Η παράλογη αγωνία της αποθήκευσης του πλούτου, η απουσία φιλανθρωπίας και η προτροπή για έμπρακτη αγαθοεργία εν όψει του θανάτου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 2 από 5

Δείλαιος τῆς εὐφορίας, ἐλεεινὸς τῶν παρόντων ἀγαθῶν, ἐλεεινότερος τῶν προσδοκωμένων. Μὴ γὰρ προσόδους αὐτῷ φέρει ἡ γῆ, στεναγμοὺς αὐτῷ φύει· μὴ γὰρ καρπῶν εὐφορίαν συνάγει, φροντίδας καὶ λύπας καὶ ἀμηχανίαν δεινήν. Ὅμοια τοῖς πενομένοις ὀδύρεται. Ἢ οὐχὶ ταύτην ἀφίησι τὴν φωνὴν καὶ ὁ διὰ πτωχείαν στενοχωρούμενος; Τί ποιήσω; πόθεν τροφαί; πόθεν ἐνδύματα; Ταῦτα καὶ ὁ πλούσιος φθέγγεται. Ὀδυνᾶται τὴν καρδίαν ὑπὸ τῆς μερίμνης διεσθιόμενος. Ὃ γὰρ τοὺς ἄλλους εὐφραίνει, τοῦτο τήκει τὸν πλεονέκτην. Οὐ γὰρ χαίρει πάντων αὐτῷ πεπληρωμένων τῶν ἔνδον, ἀλλὰ νύσσει τὴν ψυχὴν αὐτοῦ περιῤῥέων ὁ πλοῦτος, καὶ τῶν ταμιείων ὑπερχεόμενος, μή που, καὶ πρὸς τοὺς ἔξωθεν παρακύψας, ἀγαθοῦ τινος ἀφορμὴ τοῖς ἐνδεέσι γένηται. —Καί μοι δοκεῖ τὸ πάθος αὐτοῦ τῆς ψυχῆς τῷ τῶν γαστριμάργων προσεοικέναι· οἳ διαῤῥαγῆναι μᾶλλον ὑπὸ λαιμαργίας αἱροῦνται, ἢ τῶν λειψάνων μεταδοῦναι τοῖς ἐνδεέσι. Σύνες, ἄνθρωπε, τοῦ δεδωκότος. Μνήσθητι σεαυτοῦ, τίς εἶ, τί οἰκονομεῖς, παρὰ τίνος ἔλαβες, διὰ τί τῶν πολλῶν προεκρίθης. Ἀγαθοῦ Θεοῦ γέγονας ὑπηρέτης, οἰκονόμος τῶν ὁμοδούλων· μὴ πάντα οἴου τῇ γαστρὶ τῇ σῇ παρεσκευάσθαι. Ὡς περὶ ἀλλοτρίων βουλεύου τῶν ἐν χερσίν· μικρὸν εὐφραίνει σε χρόνον, εἶτα διαῤῥυέντα οἰχήσεται, τὸν δὲ ἐπ᾽ αὐτοῖς λόγον ἀπαιτηθήσῃ μετὰ ἀκριβείας.

Σὺ δὲ πάντα ὁμοῦ θύραις καὶ μοχλοῖς ἐναποκλείσας ἔχεις· καὶ καταδήσας σφραγῖσιν, ἐπαγρυπνεῖς ταῖς μερίμναις, καὶ βουλεύῃ κατὰ σαυτὸν, ἄφρονι συμβούλῳ σεαυτῷ κεχρημένος. Τί ποιήσω; Ἕτοιμον ἦν εἰπεῖν ὅτι Ἐμπλήσω τὰς ψυχὰς τῶν πεινώντων, ἀνοίξω τὰς ἀποθήκας, καὶ πάντας καλέσω τοὺς ἐνδεεῖς. Μιμήσομαι τὸν Ἰωσὴφ τῷ τῆς φιλανθρωπίας κηρύγματι, φθέγξομαι φωνὴν μεγαλόψυχον· Ὅσοι ὑστερεῖσθε ἄρτων, ἔλθετε πρὸς μέ· τῆς παρὰ Θεοῦ δεδομένης χάριτος τὸ ἀρκοῦν ἕκαστος, οἷον ἐκ κοινῶν πηγῶν, συμμεθέξοντες. Ἀλλ᾽ οὐ τοιοῦτος σύ· πόθεν; Ὅς γε βασκαίνεις μὲν τοῖς ἀνθρώποις τῆς ἀπολαύσεως, πονηρὸν δὲ βουλευτήριον ἐν τῇ ψυχῇ συγκροτήσας, φροντίζεις, οὐχ ὅπως διαδῷς ἑκάστῳ τὰ πρὸς τὴν χρείαν, ἀλλ᾽ ὅπως, πάντα ὑποδεξάμενος, πάντας τῆς ἀπ᾽ αὐτῶν ὠφελείας ἀποστερήσῃς.

Παρέστησαν οἱ τὴν ψυχὴν ἀπαιτοῦντες, κἀκεῖνος περὶ βρωμάτων τῇ ψυχῇ διελέγετο. Ταύτῃ τῇ νυκτὶ παρελαμβάνετο, καὶ εἰς ἔτη πολλὰ τὴν ἀπόλαυσιν ἐφαντάζετο. Συνεχωρήθη πάντα βουλεύσασθαι, καὶ φανερὰν ἑαυτοῦ ποιῆσαι τὴν γνώμην, ἵνα ἀξίαν τῆς προαιρέσεως δέξηται τὴν ἀπόφασιν. —Ὃ μὴ πάθῃς σύ. Διὰ τοῦτο γὰρ γέγραπται, ἵνα φύγωμεν τὴν ὁμοίωσιν. Μίμησαι τὴν γῆν, ἄνθρωπε· καρποφόρησον ὡς ἐκείνη, μὴ χείρων φανῇς τῆς ἀψύχου. Ἐκείνη μὲν οὖν τοὺς καρποὺς οὐκ εἰς ἑαυτῆς ἀπόλαυσιν, ἀλλ᾽ εἰς τὴν σὴν ὑπηρεσίαν ἐξέθρεψε· σὺ δὲ ὃν ἂν ἐπιδείξῃ τῆς εὐποιΐας καρπὸν, σεαυτῷ τοῦτον συνάγεις, διότι τῶν ἀγαθῶν ἔργων αἱ χάριτες ἐπὶ τοὺς διδόντας ἐπαναστρέφουσιν. Ἔδωκας τῷ πεινῶντι, καὶ σὸν γίνεται τὸ δοθὲν μετὰ προσθήκης ἐπανελθόν. Ὣσπερ γὰρ ὁ σῖτος, εἰς τὴν γῆν πεσὼν, κέρδος τῷ προεμένῳ γίνεται· οὕτως ὁ ἄρτος, εἰς τὸν πεινῶντα καταβληθεὶς, πολύχουν τὴν ὠφέλειαν εἰς ὕστερον ἀναδίδωσιν. Ἔστω οὖν σοι τὸ πέρας τῆς γεωργίας ἀρχὴ τῆς ἐπουρανίου σπορᾶς· Σπείρατε γὰρ, φησὶν, ἑαυτοῖς εἰς δικαιοσύνην· Τί οὖν ἀδημονεῖς, τί κόπτεις σεαυτὸν, πηλῷ καὶ πλίνθοις τὸν πλοῦτον ἐναποκλεῖσαι φιλονεικῶν; Χρεῖσσον ὄνομα καλὸν ὑπὲρ πλοῦτον πολύν· Εἰ δὲ θαυμάζεις τὰ χρήματα διὰ τὴν ἀπ᾽ αὐτῶν τιμὴν, σκόπει πόσῳ πρὸς δόξαν λυσιτελέστερον, μυρίων παίδων πατέρα προσαγορεύεσθαι, ἢ μυρίους ἔχειν στατῆρας ἐν βαλλαντίῳ.

Τὰ μέν γε χρήματα καταλείψεις ἐνταῦθα, καὶ μὴ βουλόμενος· τὴν δὲ ἐπὶ τοῖς ἀγαθοῖς ἔργοις φιλοτιμίαν ἀποκομίσεις πρὸς τὸν Δεσπότην, ὅταν δῆμος ὅλος, ἐπὶ τοῦ κοινοῦ κριτοῦ περιστάντες σε, τροφέα καὶ εὐεργέτην καὶ πάντα τὰ τῆς φιλανθρωπίας ἀποκαλῶσιν ὀνόματα. Οὐχ ὁρᾷς τοὺς ἐν τοῖς θεάτροις, παγκρατιασταῖς, καὶ μίμοις, καὶ θηριομάχοις τισὶν ἀνθρώποις, οὓς κἂν βδελύξαιτό τις προσιδεῖν, ὑπὲρ τῆς ἐν ὀλίγῳ τιμῆς, καὶ τῶν παρὰ τοῦ δήμου θορύβων καὶ κρότων τὸν πλοῦτον προϊεμένους; Σὺ δὲ μικροπρεπὴς εἶ περὶ τὰς δαπάνας, τηλικαύτης μέλλων ἐπιβήσεσθαι δόξης; Θεὸς ἔσται ὁ ἀποδεχόμενος· ἄγγελοι εὐφημοῦντες· οἱ ἀπὸ κτίσεως ἄνθρωποι μακαρίζοντες· δόξα αἰώνιος, στέφανος δικαιοσύνης, βασιλεία τῶν οὐρανῶν, ἆθλά σοι ἔσται τῆς τῶν φθαρτῶν τούτων οἰκονομίας ὧν οὐδενὸς τούτων φροντίζεις, τῇ περὶ τὰ παρόντα σπουδῇ τῶν ἐλπιζομένων ὑπερορῶν. Δεῦρο δὴ οὖν ποικίλως διάθου τὸν πλοῦτον, φιλότιμος καὶ λαμπρὸς περὶ τὰς δαπάνας τῶν δεομένων γενόμενος. Λεγέσθω καὶ περὶ σοῦ· Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα· Μὴ βαρύτιμος ἔσο ταῖς χρείαις ἐπιτιθέμενος. Μὴ ἀνάμενε σιτοδείαν, ἵνα ἀνοίξῃς σιτοδοχεῖα· Ὁ γὰρ τιμιουλκῶν σῖτον δημοκατάρατος· Μὴ λιμὸν ἐκδέχου διὰ χρυσὸν, μὴ κοινὴν ἔνδειαν δι᾽ εὐπορίαν ἰδίαν.