Ἐπεὶ δὲ ὁ τότε τύραννος τὸ πικρὸν καὶ ἀνήμερον τῆς ψυχῆς μέχρι τοῦ πολέμου τῆς Ἐκκλησίας ἐξέτεινε, καὶ ἦρε χεῖρα θεομάχον κατὰ τῆς εὐσεβείας, κηρύγματα δὲ ἦν πανταχοῦ, καὶ διαγράμματα ἥπλωτο κατὰ πᾶσαν ἀγορὰν καὶ πάντα τόπον ἐπίσημον, μὴ προσκυνεῖσθαι Χριστὸν, ἢ θάνατον εἶναι τὴν ζημίαν τοῖς προσκυνοῦσι· καὶ πρόσταγμα ἦν ὑποκύπτειν εἰδώλοις ἅπαντας, καὶ λίθους καὶ ξύλα χαράγματι τέχνης μεμορφωμένα θεοὺς ἡγεῖσθαι, ἢ τοὺς μὴ πειθομένους πάσχειν ἀνήκεστα· σύγχυσις δὲ ἦν καὶ ταραχὴ διὰ πάσης τῆς πόλεως, καὶ λεηλασίαι κατὰ τῶν εὐσεβούντων· χρήματα διηρπάζετο, πληγαῖς τὰ τῶν φιλοχρίστων σώματα κατεξαίνετο, γυναῖκες εἵλκοντο διὰ μέσης τῆς πόλεως· οὐ νεότης ἐλεεινὴ, οὐ γῆρας αἰδέσιμον ἦν· ἀλλ᾽ οἱ μηδὲν ἀδικοῦντες τὰ τῶν κακούργων ὑπέμενον, ἐστενοχωρεῖτο τὰ δεσμωτήρια, ἔρημοι ἦσαν οἱ εὐθηνούμενοι τῶν οἴκων, αἱ δὲ ἐρημίαι πλήρεις τῶν φυγαδευομένων· ἔγκλημα δὲ ἦν τοῖς ταῦτα πάσχουσιν ἡ εὐσέβεια, καὶ πατὴρ παρεδίδου παῖδα, καὶ πατέρα υἱὸς κατεμήνυεν, ἀδελφοὶ κατ᾽ ἀλλήλων ἐμαίνοντο, καὶ δοῦλοι δεσπόταις ἑαυτῶν ἐπανίσταντο· δεινὴ δέ τις νὺξ κατειλήφει τὸν βίον, πάντων ἀγνοησάντων ἀλλήλους ἐκ τῆς τοῦ διαβόλου φρενοβλαβείας· κατεβάλλοντο μὲν οἶκοι προσευχῆς ὑπὸ χειρῶν ἀνοσίων, ἀνετρέπετο δὲ θυσιαστήρια, καὶ οὐκ ἦν προσφορὰ οὐδὲ θυμίαμα, οὐ τόπος τοῦ καρπῶσαι, ἀλλὰ κατήφεια δεινὴ, ὥσπερ τις νεφέλη, τὰ πάντα κατεῖχεν· ἀπελήλαντο μὲν οἱ τοῦ θείου θεραπευταὶ, διεπτόητο δὲ πᾶς τῆς εὐσεβείας θίασος, δαίμονες δὲ κατεχόρευον, κνίσσαις καὶ αἵμασι τὰ πάντα καταμιαίνοντες· τότε ὁ γενναῖος οὗτος προλαβὼν τὴν ἐκ τῶν δικαστηρίων ἀνάγκην, ῥίψας τὴν ζώνην, ὑπερόριος ἦν, ὑπεριδὼν δυναστείας, ὑπεριδὼν δόξης, πλούτου παντοδαποῦ, συγγενείας, φίλων, οἰκετῶν, ἀπολαύσεως βίου, πάντων ὅσα ἀνθρώποις ἐστὶ περισπούδαστα, πρὸς τὰς βαθυτάτας καὶ ἀνθρώποις ἀβάτους ἐρημίας ἀπέδραμε, τὸν μετὰ τῶν θηρίων βίον τῆς πρὸς τοὺς εἰδωλολατροῦντας κοινωνίας ἡμερώτερον ἡγησάμενος, κατὰ τὸν ζηλωτὴν Ἠλίαν· ὃς, ὅτε εἶδεν ἐπικρατοῦσαν τὴν εἱδωλολατρείαν τῆς Σιδωνίας, ἐπὶ τὸ ὄρος ἀνέδραμε τὸ Χωρὴβ, καὶ ἐν τῷ σπηλαίῳ διῆγεν, ἐκζητῶν τὸν Θεὸν, ἕως εἶδε τὸν περιπόθητον, ὡς ἰδεῖν ἀνθρώπῳ Θεὸν δυνατόν.