Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τὸν ἅγιον Μάμαντα μάρτυρα

Μέγας Βασίλειος

Δογματική διδασκαλία περί της θεότητος του Λόγου

Θεολογική ανάλυση της άχρονης γέννησης και του ομοουσίου του Υιού με τον Θεό Πατέρα, με παράλληλη προειδοποίηση για την αποφυγή της αιρετικής περιέργειας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 4 από 5

Εἰπόντος γὰρ ταῦτα τοῦ Κυρίου, σχίσμα ἐν αὐτοῖς ἐγένετο. Οἱ μὲν ἔλεγον, Δαιμόνιον ἔχει· ἄλλοι, Δαίμων ὀφθαλμοὺς τυφλοὺς βλέπειν ποιεῖν οὐ δύναται. Ὁρᾷς πῶς παλαιὸν τὸ πάθος τοῦ σχίσματος; Εὐθὺς γὰρ τὸ πτύον διακρίνει μὲν τὸ ἄχυρον ἀπὸ τοῦ σίτου· καὶ τὸ μὲν κοῦφον καὶ ἄστατον ἀποσχίζεται τοῦ τροφίμου, τὸ δὲ πρὸς τροφὴν πνευματικὴν ἐπιτήδειον παραμένει τῶν γεωργούντων. Διὰ τοῦτο σχίσμα ἐγένετο, καὶ οἱ μὲν οὕτω διεφέροντο, οἱ δὲ οὕτως. Ἰουδαίοις πρέπει τὸ σχίζεσθαι· ἡ δὲ τοῦ Θεοῦ Ἐκκλησία, τὸν χιτῶνα τὸν ἄῤῥαφον, τὸν ἐκ τῶν ἄνωθεν ὑφαντὸν, δεξαμένη, τὸν ἄσχιστον ὑπὸ στρατιωτῶν διαφυλαχθέντα, ἡ Χριστὸν ἐνδυσαμένη, μὴ σχιζέτω τὸ ἱμάτιον. Καὶ γινώσκω τὰ ἐμὰ, καὶ γινώσκουσί με τὰ ἐμά. Ἥρπασεν ὁ αἱρετικὸς πρὸς τὴν ἰδίαν κατασκευὴν τῆς βλασφημίας. Ἰδοὺ, φησὶν, εἴρηται, ὅτι Γινώσκουσί με τὰ ἐμὰ, καὶ γινώσκω τὰ ἐμά. Γινώσκειν ἄρα τί λέγει; τὴν οὐσίαν νοεῖν; τὸ μέγεθος ἐκμετρεῖν; Ἐκεῖνα κατανοεῖσθαι τῆς θεότητος, ἃ σὺ τῇ σεαυτοῦ θρασυστομίᾳ κατεπαγγέλλῃ;

Ἢ ἐκ τῶν κατόπιν οὐ νοεῖς τὸ μέτρον τῆς γνώσεως; Τί γινώσκομεν Θεοῦ; Τὰ ἐμὰ πρόβατα τῆς φωνῆς μου ἀκούει. Ἴδε πῶς νοεῖται Θεός· ἐκ τοῦ ἀκούειν ἡμᾶς τῶν ἐντολῶν αὐτοῦ· ἐκ τοῦ ἀκούοντας ποιεῖν. Τοῦτο γνῶσις Θεοῦ, τήρησις ἐντολῶν Θεοῦ.

Πῶς οὐ πολυπραγμοσύνη περὶ οὐσίας Θεοῦ; οὐ ζήτησις τῶν ὑπερκοσμίων; οὐκ ἐπίνοια τῶν ἀοράτων; Γινώσκει με τὰ ἐμὰ, καὶ γινώσκω τὰ ἐμά. Ἀρκεῖ σοι εἰδέναι, ὅτι ποιμὴν καλός· ὅτι ἔθηκε τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τῶν προβάτων. Οὗτος ὅρος τῆς τοῦ Θεοῦ ἐπιγνώσεως. Πόσος δὲ Θεὸς, καὶ τί τὸ μέτρον αὐτοῦ, καὶ ποταπὸς τὴν οὐσίαν, τὰ τοιαῦτα ἐπικίνδυνα μὲν τῷ ἐρωτῶντι, ἄπορα δὲ τῷ ἐρωτωμένῳ· σιωπὴ δὲ, θεραπεία τῶν τοιούτων ἐστί. Τὰ ἐμὰ πρόβατα τῆς ἐμῆς φωνῆς ἀκούει, εἶπεν, οὐ συζητεῖ. Τουτέστιν οὐ παρακούει, οὐ φιλονεικεῖ. Ἤκουσας Υἱὸν, μή μοι τρόπους γεννήσεως μήτε αὐτὸς τεχνολόγει, μήτε ὑπὸ αἰτίαν ἀνάγαγε τὰ μὴ αἰτιολογήματα, μὴ διὰ σχίσματος διόριζε τὸ συνημμένον. Διὰ τοῦτο προλαβὼν ἠσφαλίσατό σε ὁ εὐαγγελιστής.

Ἤκουσας πρώην, καὶ δὴ ἀκούεις· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, ἵνα μὴ τὸν Υἱὸν γέννημα ἀνθρώπινον νομίσῃς ἐκ τοῦ μὴ ὄντος παρεληλυθέναι. Λόγον σοι εἶπε διὰ τὸ ἀπαθές. Ἦν σοι εἶπε διὰ τὸ ἄχρονον. Ἀρχήν σοι εἶπεν, ἵνα συνάψῃ τὸν γεννηθέντα τῷ Πατρί.

Εἶδες πρόβατον εὐπειθὲς πῶς ἀκούει φωνὴν Δεσπότου. Ἐν ἀρχῇ, καὶ ἦν, καὶ Λόγος. Μηδὲ λέγε τὸ, Πῶς ἦν; καὶ, Εἰ ἦν, οὐκ ἐγεννήθη, καὶ Εἰ ἐγεννήθη, οὐκ ἦν. Οὐκ ἔστι πρόβατον τὸ τὰ τοιαῦτα λέγον. Προβάτου δέρμα· ἔσωθεν δὲ λύκος ἐστὶν ὁ φθεγγόμενος. Ἐπίβουλος γνωριζέσθω. Τὰ ἐμὰ πρόβατα τῆς ἐμῆς φωνῆς ἀκούει. Ἤκουσας Υἱόν;

Νόησον τὴν πρὸς Πατέρα ὁμοιότητα. Ὁμοιότητα λέγω δι᾽ ἀσθένειαν τῶν δυνατωτέρων σωμάτων. Ἐπεὶ τό γε ἀληθὲς (οὐ φοβοῦμαι γὰρ προσβαίνειν τὴν ἀλήθειαν), οὐκ εἰμὶ ἕτοιμος συκοφάντης. Ταυτότητα λέγω, φυλάσσων Υἱοῦ καὶ Πατρὸς ἰδιότητα.

Ἐν ὑποστάσει Υἱοῦ, μορφὴν νόησον πατρικὴν, ἵνα μοι τὸν ἀκριβῆ τῆς εἰκόνος διασώσῃς λόγον, ἵνα μοι νοήσῃς θεοσεβῶς· Ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί· οὐκ οὐσιῶν σύγχυσιν, ἀλλὰ χαρακτήρων ταυτότητα. Ἀλλὰ γὰρ ἔοικεν ἐναντιώτατον εἶναι τῶν πραγμάτων, ἀγαπητοὶ, ὅπου γε καὶ τὴν ἡμετέραν ἀσθένειαν ἐξεβιάσατο τὸ εὐπειθὲς τῆς ὑμετέρας ἀκοῆς εἰπεῖν τι ἐν μέσοις καὶ φθέγξασθαι, ἵνα ἡ δύναμις τοῦ Θεοῦ ἐν τῇ τοῦ ὀργάνου ἀσθενείᾳ μάλιστα διαφανῇ.