Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Εἰς τοὺς τεσσαράκοντα μάρτυρας

Μέγας Βασίλειος

Η καταδίκη και η εκούσια προσφορά στο μαρτύριο του ψύχους

Η επιβολή της θανατικής ποινής μέσω της έκθεσης στο δριμύ χειμερινό ψύχος μιας παγωμένης λίμνης. Οι άγιοι αποβάλλουν πρόθυμα τα ενδύματά τους, αλληλοενθαρρύνονται και προσεύχονται για την αδιάσπαστη ενότητά τους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 3 από 5

Ἐπεὶ δὲ τούτων ἤκουσεν ὁ ἀλαζὼν ἐκεῖνος καὶ βάρβαρος, οὐκ ἐνεγκὼν τῶν ἀνδρῶν τὴν παῤῥησίαν, ὑπερζέσας τῷ θυμῷ, ἐσκόπει τίνα ἂν ἐξεύροι μηχανὴν, ὥστε μακρόν τε αὐτοῖς καὶ πικρὸν ὁμοῦ κατασκευάσαι τὸν θάνατον. Εὗρε δὴ οὖν ἐπίνοιαν, καὶ σκοπεῖτε ὡς χαλεπήν. Περισκεψάμενος γὰρ τὴν φύσιν τῆς χώρας, ὅτι κρυμώδης, καὶ τὴν ὥραν τοῦ ἔτους, ὅτι χειμέριος, νύκτα ἐπιτηρήσας ἐν ᾗ μάλιστα τὸ δεινὸν ἐπιτείνεται, ἄλλως δὲ καὶ τότε βορέου αὐτὴν ἐπιπνέοντος, ἐκέλευσε πάντας γυμνωθέντας ὑπὸ τὸ αἴθριον ἐν μέσῃ τῇ πόλει πηγνυμένους ἀποθανεῖν.

Πάντως δὲ ἴστε, οἱ πεπειραμένοι χειμῶνος, ὡς ἀφόρητόν ἐστι τῆς βασάνου τὸ εἶδος. Οὐδὲ γὰρ δυνατὸν ἄλλοις ἐνδείξασθαι ἢ τοῖς προαποκείμενα ἔχουσιν ἐκ τῆς πείρας αὐτῆς τῶν λεγομένων τὰ ὑποδείγματα. Σῶμα γὰρ κρύει παραπεσὸν πρῶτον μὲν ὅλον ἐστὶ πελιδνὸν, πηγνυμένου τοῦ αἵματος· ἔπειτα κλονεῖται καὶ ἀναβράσσεται, ὀδόντων ἀρασσομένων, σπωμένων δὲ τῶν ἰνῶν, καὶ παντὸς τοῦ ὄγκου ἀπροαιρέτως συνελκομένου. Ὀδύνη δέ τις δριμεῖα, καὶ πόνος ἄῤῥητος αὐτῶν καθικνούμενος τῶν μυελῶν, δυσφορωτάτην ποιεῖται τοῖς πηγνυμένοις τὴν αἴσθησιν. Ἔπειτα ἀκρωτηριάζεται, ὥσπερ ἀπὸ πυρὸς, καιομένων τῶν ἄκρων. Ἀποδιωκόμενον γὰρ τὸ θερμὸν ἀπὸ τῶν περάτων τοῦ σώματος, καὶ συμφεῦγον ἐπὶ τὸ βάθος, τὰ μὲν, ὅθεν ἀπέστη, νεκρὰ καταλείπει, τὰ δὲ, ἐφ᾽ ἃ συνωθεῖται, ὀδύναις δίδωσι, κατὰ μικρὸν τοῦ θανάτου διὰ τῆς πήξεως προσιόντος. Τότε τοίνυν αἴθριοι διανυκτερεύειν κατεδικάσθησαν, ὅτε λίμνη μὲν, περὶ ἣν ἡ πόλις κατῴκισται, ἐν ᾗ ταῦτα διήθλουν οἱ ἅγιοι, οἷόν τι πεδίον ἱππήλατον ἦν, μεταποιήσαντος αὐτὴν τοῦ κρυστάλλου· καὶ ἠπειρωθεῖσα τῷ κρύει, ἀσφαλῶς ὑπὲρ νῶτον πεζεύειν παρείχετο τοῖς περιοίκοις· ποταμοὶ δὲ ἀένναα ῥέοντες, τῷ κρυστάλλῳ δεθέντες, τῶν ῥείθρων ἔστησαν· ἥ τε ἁπαλὴ τοῦ ὕδατος φύσις πρὸς τὴν τῶν λίθων ἀντιτυπίαν μετεποιήθη· βορέου δὲ δριμεῖαι πνοαὶ τὸ ἔμψυχον ἅπαν ἐπὶ τὸν θάνατον ἤπειγον.

Τότε τοίνυν ἀκούσαντες τοῦ προστάγματος (καὶ σκόπει μοι ἐνταῦθα τῶν ἀνδρῶν τὸ ἀήττητον), μετὰ χαρᾶς ἀποῤῥίψαντες ἕκαστος καὶ τὸν τελευταῖον χιτῶνα, πρὸς τὸν διὰ τοῦ κρύους ἐχώρουν θάνατον, ὥσπερ ἐν σκύλων διαρπαγῇ ἀλλήλοις ἐγκελευόμενοι.

Μὴ γὰρ ἱμάτιον, φησὶν, ἀποδυόμεθα, ἀλλὰ τὸν παλαιὸν ἄνθρωπον ἀποτιθέμεθα, τὸν φθειρόμενον κατὰ τὰς ἐπιθυμίας τῆς ἀπάτης. Εὐχαριστοῦμέν σοι, Κύριε, τῷ ἱματίῳ τούτῳ τὴν ἁμαρτίαν συναποβάλλοντες. Ἐπειδὴ διὰ τὸν ὄφιν ἐνεδυσάμεθα, διὰ τὸν Χριστὸν ἐκδυσώμεθα. Μὴ ἀντισχώμεθα ἱματίων διὰ τὸν παράδεισον ὃν ἀπωλέσαμεν. Τί ἀνταποδῶμεν τῷ Κυρίῳ; Ἐξεδύθη ἡμῶν καὶ ὁ Κύριος. Τί μέγα δούλῳ τὰ τοῦ Δεσπότου παθεῖν; Μᾶλλον δὲ καὶ αὐτὸν τὸν Κύριον ἡμεῖς ἐσμεν οἱ ἐκδύσαντες. Στρατιωτῶν γὰρ ἐκεῖνο τὸ τόλμημα, ἐκεῖνοι ἐξέδυσαν καὶ διεμερίσαντο τὰ ἱμάτια. Ἀνάγραπτον οὖν ἡμῶν κατηγορίαν δι᾽ ἑαυτῶν ἀπαλείψωμεν. Δριμὺς ὁ χειμὼν, ἀλλὰ γλυκὺς ὁ παράδεισος· ἀλγεινὴ ἡ πῆξις, ἀλλ᾽ ἡδεῖα ἡ ἀνάπαυσις.

Μικρὸν ἀναμείνωμεν, καὶ ὁ κόλπος ἡμᾶς θάλψει τοῦ πατριάρχου. Μιᾶς νυκτὸς ὅλον αἰῶνα ἀνταλλαξώμεθα. Καυθήτω ὁ ποῦς, ἵνα διηνεκῶς μετ᾽ ἀγγέλων χορεύῃ· ἀποῤῥυήτω ἡ χεὶρ, ἵνα ἔχῃ παῤῥησίαν πρὸς τὸν Δεσπότην ἐπαίρεσθαι. Πόσοι τῶν στρατιωτῶν τῶν ἡμετέρων ἐπὶ παρατάξεως ἔπεσον, βασιλεῖ φθαρτῷ τὴν πίστιν φυλάττοντες; ἡμεῖς δὲ ὑπὲρ τῆς εἰς τὸν ἀληθινὸν βασιλέα πίστεως τὴν ζωὴν ταύτην οὐ προησόμεθα; Πόσοι τὸν τῶν κακούργων ὑπέστησαν θάνατον, ἁλόντες ἐπ᾽ ἀδικήμασιν; ἡμεῖς δὲ ὑπὲρ δικαιοσύνης τὸν θάνατον οὐχ ὑποίσομεν; Μὴ ἐκκλίνωμεν, ὦ συστρατιῶται, μὴ δῶμεν νῶτα τῷ διαβόλῳ. Σάρκες εἰσὶ, μὴ φεισώμεθα· ἐπειδὴ δεῖ πάντως ἀποθανεῖν, ἀποθάνωμεν ἵνα ζήσωμεν. Γενέσθω ἡ θυσία ἡμῶν ἐνώπιόν σου, Κύριε· καὶ προσδεχθείημεν, ὡς θυσία ζῶσα, εὐάρεστός σοι, τῷ κρύει τούτῳ ὁλοκαυτούμενοι, καλὴ ἡ προσφορὰ, καινὸν τὸ ὁλοκαύτωμα, οὐ διὰ πυρὸς, ἀλλὰ διὰ κρύους ὁλοκαρπούμενον. Τούτους τοὺς παρακλητικοὺς ἐνδιδόντες ἀλλήλοις, καὶ ἄλλος ἄλλῳ ἐγκελευόμενοι, ὥσπερ τινὰ προφυλακὴν ἐν πολέμῳ πληροῦντες, τὴν νύκτα παρέπεμπον, φέροντες τὰ παρόντα γενναίως, χαίροντες τοῖς ἐλπιζομένοις, καταγελῶντες τοῦ ἀντιπάλου. Μία δὲ ἦν πάντων εὐχή. Τεσσαράκοντα εἰσήλθομεν εἰς τὸ στάδιον, οἱ τεσσαράκοντα στεφανωθείημεν, Δέσποτα. Μὴ λείψῃ τῷ ἀριθμῷ μηδὲ εἷς.

Τίμιός ἐστιν, ὃν ἐτίμησας τῇ νηστείᾳ τῶν τεσσαράκοντα ἡμερῶν, δι᾽ οὗ νομοθεσία εἰσῆλθεν εἰς τὸν κόσμον. Τεσσαράκοντα ἡμέραις ἐν νηστείᾳ Ἠλίας ἐκζητήσας τὸν Κύριον, τῆς θέας ἔτυχεν. Καὶ ἡ μὲν ἐκείνων εὐχὴ τοιαύτη· εἷς δὲ τοῦ ἀριθμοῦ, ὀκλάσας πρὸς τὰ δεινὰ, λειποτακτήσας ᾤχετο, πένθος ἀμύθητον τοῖς ἁγίοις καταλιπών.