Ἔργον
Μέγας Βασίλειος – Ἐπιστολαί
Θεολογική Πραγματεία περί Ουσίας και Υποστάσεως
Επιστολή προς τον άγιο Γρηγόριο Νύσσης με εκτενή δογματική ανάλυση της διαφοράς μεταξύ της κοινής ουσίας και των υποστάσεων στην Αγία Τριάδα.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Θεολογική Πραγματεία περί Ουσίας και Υποστάσεως
Επιστολή προς τον άγιο Γρηγόριο Νύσσης με εκτενή δογματική ανάλυση της διαφοράς μεταξύ της κοινής ουσίας και των υποστάσεων στην Αγία Τριάδα.
ΓΡΗΓΟΡΙῼ ΑΔΕΛΦῼ ΠΕΡΙ ΔΙΑΦΟΡΑΣ ΟΥΣΙΑΣ ΚΑΙ ΥΠΟΣΤΑΣΕΩΣ Ἐπειδὴ πολλοὶ τὸ κοινὸν τῆς οὐσίας ἐπὶ τῶν μυστικῶν δογμάτων μὴ διακρίνοντες ἀπὸ τοῦ τῶν ὑποστάσεων λόγου ταῖς αὐταῖς συνεμπίπτουσιν ὑπονοίαις, καὶ οἴονται διαφέρειν μηδὲν οὐσίαν ἢ ὑπόστασιν λέγειν (ὅθεν καὶ ἤρεσέ τισι τῶν ἀνεξετάστως τὰ τοιαῦτα προσδεχομένων, ὥσπερ μίαν οὐσίαν, οὕτω καὶ μίαν ὑπόστασιν λέγειν, καὶ τὸ ἔμπαλιν οἱ τὰς τρεῖς ὑποστάσεις παραδεχόμενοι καὶ τὴν τῶν οὐσιῶν διαίρεσιν κατὰ τὸν ἴσον ἀριθμὸν ἐκ τῆς ὁμολογίας ταύτης δογματίζειν οἴονται δεῖν), διὰ τοῦτο, ὡς ἂν μὴ καὶ σὺ τὰ ὅμοια πάθοις, ὑπόμνημά σοι διὰ βραχέων τὸν περὶ τούτου λόγον ἐποιησάμην. Ἔστι τοίνυν, ὡς ἐν ὀλίγῳ παραστῆσαι, τοιαύτη τῶν λεγομένων ἡ ἔννοια.
Πάντων τῶν ὀνομάτων τὰ μὲν ἐπὶ πλειόνων καὶ τῷ ἀριθμῷ διαφερόντων λεγόμενα πραγμάτων καθολικωτέραν τινὰ τὴν σημασίαν ἔχει, οἷον ἄνθρωπος. Ὁ γὰρ τοῦτο εἰπών, τὴν κοινὴν φύσιν διὰ τοῦ ὀνόματος δείξας, οὐ περιέγραψε τῇ φωνῇ τὸν τινὰ ἄνθρωπον, τὸν ἰδίως ὑπὸ τοῦ ὀνόματος γνωριζόμενον. Οὐ γὰρ μᾶλλον Πέτρος ἄνθρωπός ἐστιν ἢ καὶ Ἀνδρέας καὶ Ἰωάννης καὶ Ἰάκωβος.
Ἡ οὖν κοινότης τοῦ σημαινομένου, ὁμοίως ἐπὶ πάντας τοὺς ὑπὸ τὸ αὐτὸ ὄνομα τεταγμένους χωροῦσα, χρείαν ἔχει τῆς ὑποδιαστολῆς δι᾽ ἧς οὐ τὸν καθόλου ἄνθρωπον, ἀλλὰ τὸν Πέτρον ἢ τὸν Ἰωάννην ἐπιγνωσόμεθα. Τὰ δὲ τῶν ὀνομάτων ἰδικωτέραν ἔχει τὴν ἔνδειξιν δι᾽ ἧς οὐχ ἡ κοινότης τῆς φύσεως ἐνθεωρεῖται τῷ σημαινομένῳ, ἀλλὰ πράγματός τινος περιγραφὴ μηδεμίαν ἔχουσα πρὸς τὸ ὁμογενές, κατὰ τὸ ἰδιάζον, τὴν κοινωνίαν, οἷον ὁ Παῦλος ἢ ὁ Τιμόθεος. Οὐκέτι γὰρ ἡ τοιαύτη φωνὴ ἐπὶ τὸ κοινὸν τῆς φύσεως φέρεται, ἀλλὰ χωρίσασα τῆς περιληπτικῆς σημασίας περιγεγραμμένων τινῶν πραγμάτων ἔμφασιν διὰ τῶν ὀνομάτων παρίστησιν. Ὅταν οὖν δύο ἢ καὶ πλειόνων κατὰ τὸ αὐτὸ ὄντων, οἷον Παύλου καὶ Σιλουανοῦ καὶ Τιμοθέου, περὶ τῆς οὐσίας τῶν ἀνθρώπων ζητεῖται λόγος, οὐκ ἄλλον τις ἀποδώσει τῆς οὐσίας ἐπὶ τοῦ Παύλου λόγον, ἕτερον δὲ ἐπὶ τοῦ Σιλουανοῦ καὶ ἄλλον ἐπὶ τοῦ Τιμοθέου, ἀλλὰ δι᾽ ὧν ἂν λόγων ἡ οὐσία τοῦ Παύλου δειχθῇ οὗτοι καὶ τοῖς ἄλλοις ἐφαρμόσουσι, καί εἰσιν ἀλλήλοις ὁμοούσιοι οἱ τῷ αὐτῷ λόγῳ τῆς οὐσίας ὑπογραφόμενοι. Ἐπειδὰν δέ τις τὸ κοινὸν μαθὼν ἐπὶ τὰ ἰδιάζοντα τρέψῃ τὴν θεωρίαν δι᾽ ὧν χωρίζεται τοῦ ἑτέρου τὸ ἕτερον, οὐκέτι ὁ ἑκάστου γνωριστικὸς λόγος τῷ περὶ τοῦ ἄλλου διὰ πάντων συνενεχθήσεται, κἂν ἔν τισιν εὑρεθῇ τὸ κοινὸν ἔχων.
Τοῦτο τοίνυν φαμέν· τὸ ἰδίως λεγόμενον τῷ τῆς ὑποστάσεως δηλοῦσθαι ῥήματι. Ὁ γὰρ ἄνθρωπον εἰπὼν ἐσκεδασμένην τινὰ διάνοιαν τῷ ἀορίστῳ τῆς σημασίας τῇ ἀκοῇ ἐνεποίησεν, ὥστε τὴν μὲν φύσιν ἐκ τοῦ ὀνόματος δηλωθῆναι, τὸ δὲ ὑφεστὸς καὶ δηλούμενον ἰδίως ὑπὸ τοῦ ὀνόματος πρᾶγμα μὴ σημανθῆναι. Ὁ δὲ Παῦλον εἰπὼν ἔδειξεν ἐν τῷ δηλουμένῳ ὑπὸ τοῦ ὀνόματος πράγματι ὑφεστῶσαν τὴν φύσιν. Τοῦτο οὖν ἐστιν ἡ ὑπόστασις, οὐχ ἡ ἀόριστος τῆς οὐσίας ἔννοια μηδεμίαν ἐκ τῆς κοινότητος τοῦ σημαινομένου στάσιν εὑρίσκουσα, ἀλλ᾽ ἡ τὸ κοινόν τε καὶ ἀπερίγραπτον ἐν τῷ τινὶ πράγματι διὰ τῶν ἐπιφαινομένων ἰδιωμάτων παριστῶσα καὶ περιγράφουσα, ὡς καὶ τῇ Γραφῇ σύνηθες τὸ τοιοῦτο ποιεῖν ἐν ἄλλοις τε πολλοῖς καὶ ἐν τῇ κατὰ τὸν Ἰὼβ ἱστορίᾳ. Ἐπειδὴ γὰρ ἔμελλε τὰ περὶ αὐτοῦ διηγεῖσθαι, πρότερον τοῦ κοινοῦ μνημονεύσασα καὶ εἰποῦσα ἄνθρωπος εὐθὺς ἀποτέμνει τῷ ἰδιάζοντι ἐν τῇ προσθήκῃ τοῦ τίς.
Ἀλλὰ τῆς μὲν οὐσίας τὴν ὑπογραφὴν ὡς οὐδὲν φέρουσαν κέρδος πρὸς τὸν προκείμενον τοῦ λόγου σκοπὸν ἐσιώπησε, τὸν δὲ τινὰ διὰ τῶν οἰκείων γνωρισμάτων χαρακτηρίζει καὶ τόπον λέγουσα καὶ τὰ τοῦ ἤθους γνωρίσματα καὶ ὅσα τῶν ἔξωθεν συμπαραληφθέντα χωρίζειν αὐτὸν καὶ ἀφιστᾶν ἤμελλε τῆς κοινῆς σημασίας, ὥστε διὰ πάντων ἐναργῆ τοῦ ἱστορουμένου γενέσθαι τὴν ὑπογραφὴν ἐκ τοῦ ὀνόματος, ἐκ τοῦ τόπου, ἐκ τῶν τῆς ψυχῆς ἰδιωμάτων, ἐκ τῶν ἔξωθεν περὶ αὐτὸν θεωρουμένων.
Εἰ δὲ τὸν τῆς οὐσίας ἐδίδου λόγον, οὐδεμία ἂν ἐγένετο τῶν εἰρημένων ἐν τῇ τῆς φύσεως ἑρμηνείᾳ μνήμη. Ὁ γὰρ αὐτὸς ἂν ἦν λόγος ὃς καὶ ἐπὶ τοῦ Βαλδὰδ τοῦ Σαυχίτου καὶ Σοφὰρ τοῦ Μιναίου καὶ ἐφ᾽ ἑκάστου τῶν ἐκεῖ μνημονευθέντων ἀνθρώπων. Ὃν τοίνυν ἐν τοῖς καθ᾽ ἡμᾶς ἔγνως διαφορᾶς λόγον ἐπί τε τῆς οὐσίας καὶ τῆς ὑποστάσεως τοῦτον μετατιθεὶς καὶ ἐπὶ τῶν θείων δογμάτων οὐχ ἁμαρτήσει. Πῶς τὸ εἶναι τοῦ Πατρός, ὅ τι ποτὲ ὑποτίθεταί σου ἡ ἔννοια (πρὸς οὐδὲν γὰρ ἔστιν ἀποτεταγμένον νόημα τὴν ψυχὴν ἐπερείδειν, διὰ τὸ πεπεῖσθαι αὐτὸ ὑπὲρ πᾶν εἶναι νόημα) τοῦτο καὶ ἐπὶ τοῦ Υἱοῦ νοήσεις, τοῦτο ὡσαύτως καὶ ἐπὶ τοῦ Πνεύματος τοῦ Ἁγίου. Ὁ γὰρ τοῦ ἀκτίστου καὶ τοῦ ἀκαταλήπτου λόγος εἷς καὶ ὁ αὐτὸς ἐπί τε τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ Ἁγίου Πνεύματός ἐστιν. Οὐ γὰρ τὸ μὲν μᾶλλον ἀκατάληπτόν τε καὶ ἄκτιστον, τὸ δὲ ἧττον. Ἐπεὶ δὲ χρὴ διὰ τῶν ἰδιαζόντων σημείων ἀσύγχυτον ἐπὶ τῆς Τριάδος τὴν διάκρισιν ἔχειν, τὸ μὲν κοινῶς ἐπιθεωρούμενον, οἷον τὸ ἄκτιστον λέγω, ἢ τὸ ὑπὲρ πᾶσαν κατάληψιν ἢ εἴ τι τοιοῦτο οὐ συμπαραληψόμεθα εἰς τὴν τοῦ ἰδιάζοντος κρίσιν, ἐπιζητήσομεν δὲ μόνον δι᾽ ὧν ἡ περὶ ἑκάστου ἔννοια τηλαυγῶς καὶ ἀμίκτως τῆς συνθεωρουμένης ἀφορισθήσεται.
Καλῶς οὖν ἔχειν μοι δοκεῖ οὕτως ἀνιχνεῦσαι τὸν λόγον. Πᾶν ὅπερ ἂν εἰς ἡμᾶς ἐκ θείας δυνάμεως ἀγαθὸν φθάσῃ τῆς πάντα ἐν πᾶσιν ἐνεργούσης χάριτος ἐνέργειαν εἶναί φαμεν, καθώς φησιν ὁ Ἀπόστολος ὅτι· «Ταῦτα δὲ πάντα ἐνεργεῖ τὸ ἓν καὶ τὸ αὐτὸ Πνεῦμα διαιροῦν ἰδίᾳ ἑκάστῳ καθὼς βούλεται». Ζητοῦντες δὲ εἰ ἐκ μόνου τοῦ Ἁγίου Πνεύματος ἡ τῶν ἀγαθῶν χορηγία τὴν ἀρχὴν λαβοῦσα οὕτω παραγίνεται τοῖς ἀξίοις, πάλιν ὑπὸ τῆς Γραφῆς ὁδηγούμεθα εἰς τὸ τῆς χορηγίας τῶν ἀγαθῶν τῶν διὰ τοῦ Πνεύματος ἡμῖν ἐνεργουμένων ἀρχηγὸν καὶ αἴτιον τὸν Μονογενῆ Θεὸν εἶναι πιστεύειν. Πάντα γὰρ δι᾽ αὐτοῦ γεγενῆσθαι καὶ ἐν αὐτῷ συνεστάναι παρὰ τῆς ἁγίας Γραφῆς ἐδιδάχθημεν. Ὅταν τοίνυν καὶ πρὸς ἐκείνην ὑψωθῶμεν τὴν ἔννοιαν, πάλιν ὑπὸ τῆς θεοπνεύστου χειραγωγίας ἀναγόμενοι διδασκόμεθα ὅτι δι᾽ ἐκείνης μὲν πάντα τῆς δυνάμεως ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παράγεται, οὐ μὴν οὐδὲ ἐξ ἐκείνης ἀνάρχως, ἀλλά τίς ἐστι δύναμις ἀγεννήτως καὶ ἀνάρχως ὑφεστῶσα ἥτις ἐστὶν αἰτία τῆς ἁπάντων τῶν ὄντων αἰτίας. Ἐκ γὰρ τοῦ Πατρὸς ὁ Υἱὸς δι᾽ οὗ τὰ πάντα, ᾧ πάντοτε τὸ Πνεῦμα τὸ Ἅγιον ἀχωρίστως συνεπινοεῖται. Οὐ γάρ ἐστιν ἐν περινοίᾳ τοῦ Υἱοῦ γενέσθαι μὴ προκαταυγασθέντα τῷ Πνεύματι.
Ἐπειδὴ τοίνυν τὸ Ἅγιον Πνεῦμα, ἀφ᾽ οὗ πᾶσα ἐπὶ τὴν κτίσιν ἡ τῶν ἀγαθῶν χορηγία πηγάζει, τοῦ Υἱοῦ μὲν ἤρτηται ᾧ ἀδιαστάτως συγκαταλαμβάνεται, τῆς δὲ τοῦ Πατρὸς αἰτίας ἐξημμένον ἔχει τὸ εἶναι, ὅθεν καὶ ἐκπορεύεται, τοῦτο γνωριστικὸν τῆς κατὰ τὴν ὑπόστασιν ἰδιότητος σημεῖον ἔχει, τὸ μετὰ τὸν Υἱὸν καὶ σὺν αὐτῷ γνωρίζεσθαι καὶ τὸ ἐκ τοῦ Πατρὸς ὑφεστάναι. Ὁ δὲ Υἱὸς ὁ τὸ ἐκ τοῦ Πατρὸς ἐκπορευόμενον Πνεῦμα δι᾽ ἑαυτοῦ καὶ μεθ᾽ ἑαυτοῦ γνωρίζων, μόνος μονογενῶς ἐκ τοῦ ἀγεννήτου φωτὸς ἐκλάμψας, οὐδεμίαν κατὰ τὸ ἰδιάζον τῶν γνωρισμάτων τὴν κοινωνίαν ἔχει πρὸς τὸν Πατέρα ἢ πρὸς τὸ Πνεῦμα τὸ Ἅγιον, ἀλλὰ τοῖς εἰρημένοις σημείοις μόνος γνωρίζεται. Ὁ δὲ ἐπὶ πάντων Θεὸς ἐξαίρετόν τι γνώρισμα τῆς ἑαυτοῦ ὑποστάσεως τὸ Πατὴρ εἶναι καὶ ἐκ μηδεμιᾶς αἰτίας ὑποστῆναι μόνος ἔχει, καὶ διὰ τούτου πάλιν τοῦ σημείου καὶ αὐτὸς ἰδιαζόντως ἐπιγινώσκεται.
Τούτου ἕνεκεν ἐν τῇ τῆς οὐσίας κοινότητι ἀσύμβατά φαμεν εἶναι καὶ ἀκοινώνητα τὰ ἐπιθεωρούμενα τῇ Τριάδι γνωρίσματα δι᾽ ὧν ἡ ἰδιότης παρίσταται τῶν ἐν τῇ πίστει παραδεδομένων προσώπων, ἑκάστου τοῖς ἰδίοις γνωρίσμασι διακεκριμένως καταλαμβανομένου, ὥστε διὰ τῶν εἰρημένων σημείων τὸ κεχωρισμένον τῶν ὑποστάσεων ἐξευρεθῆναι· κατὰ δὲ τὸ ἄπειρον καὶ ἀκατάληπτον καὶ τὸ ἀκτίστως εἶναι καὶ μηδενὶ τόπῳ περιειλῆφθαι καὶ πᾶσι τοῖς τοιούτοις μηδεμίαν εἶναι παραλλαγὴν ἐν τῇ ζωοποιῷ φύσει (ἐπὶ Πατρὸς λέγω καὶ Υἱοῦ καὶ Πνεύματος Ἁγίου), ἀλλά τινα συνεχῆ καὶ ἀδιάσπαστον κοινωνίαν ἐν αὐτοῖς θεωρεῖσθαι.
Καὶ δι᾽ ὧν ἄν τις νοημάτων τὸ μεγαλεῖον ἑνός τινος τῶν ἐν τῇ ἁγίᾳ Τριάδι πιστευομένων κατανοήσειε, διὰ τῶν αὐτῶν προσελεύσεται ἀπαραλλάκτως ἐπὶ Πατρὸς καὶ Υἱοῦ καὶ Πνεύματος Ἁγίου τὴν δόξαν βλέπων, ἐν οὐδενὶ διαλείμματι μεταξὺ Πατρὸς καὶ Υἱοῦ καὶ Ἁγίου Πνεύματος τῆς διανοίας κενεμβατούσης. Διότι οὐδέν ἐστι τὸ διὰ μέσου τούτων παρενειρόμενον οὔτε πρᾶγμα ὑφεστὼς ἄλλο τι παρὰ τὴν θείαν φύσιν, ὡς καταμερίζειν αὐτὴν πρὸς ἑαυτὴν διὰ τῆς τοῦ ἀλλοτρίου παρεμπτώσεως δύνασθαι, οὔτε διαστήματός τινος ἀνυποστάτου κενότης ἥτις κεχηνέναι ποιεῖ τῆς θείας οὐσίας τὴν πρὸς ἑαυτὴν ἁρμονίαν, τῇ παρενθήκῃ τοῦ κενοῦ τὸ συνεχὲς διαστέλλουσα.
Ἀλλ᾽ ὁ τὸν Πατέρα νοήσας αὐτόν τε ἐφ᾽ ἑαυτοῦ ἐνόησε καὶ τὸν Υἱὸν τῇ διανοίᾳ συμπαρεδέξατο. Ὁ δὲ τοῦτον λαβὼν τοῦ Υἱοῦ τὸ Πνεῦμα οὐκ ἀπεμέρισεν, ἀλλ᾽ ἀκολούθως μὲν κατὰ τὴν τάξιν, συνημμένως δὲ κατὰ τὴν φύσιν, τῶν τριῶν κατὰ ταὐτὸν συγκεκραμένην ἐν ἑαυτῷ τὴν πίστιν ἀνετυπώσατο. Καὶ ὁ τὸ Πνεῦμα μόνον εἰπὼν συμπεριέλαβε τῇ ὁμολογίᾳ ταύτῃ καὶ τὸν οὗ ἐστι τὸ Πνεῦμα. Καὶ ἐπειδὴ τοῦ Χριστοῦ ἐστι τὸ Πνεῦμα, καὶ ἐκ τοῦ Θεοῦ, καθώς φησιν ὁ Παῦλος· ὥσπερ ἐξ ἁλύσεως ὁ τοῦ ἑνὸς ἄκρου ἁψάμενος καὶ τὸ ἕτερον ἄκρον συνεπεσπάσατο, οὕτως ὁ τὸ Πνεῦμα ἑλκύσας, καθώς φησιν ὁ προφήτης, δι᾽ αὐτοῦ καὶ τὸν Υἱὸν καὶ τὸν Πατέρα συνεφειλκύσατο, Καὶ εἰ τὸν Υἱὸν ἀληθινῶς τις λάβοι, ἕξει αὐτὸν ἑκατέρωθεν, πῆ μὲν τὸν ἑαυτοῦ Πατέρα, πῆ δὲ τὸ ἴδιον Πνεῦμα συνεπαγόμενον. Οὔτε γὰρ τοῦ Πατρὸς ὁ ἀεὶ ἐν τῷ Πατρὶ ὢν ἀποτμηθῆναι δυνήσεται, οὔτε τοῦ Πνεύματός ποτε διαζευχθήσεται τοῦ ἰδίου ὁ πάντα ἐν αὐτῷ ἐνεργῶν. Ὡσαύτως δὲ καὶ ὁ τὸν Πατέρα δεξάμενος καὶ τὸν Υἱὸν καὶ τὸ Πνεῦμα συμπαρεδέξατο τῇ δυνάμει.
Οὐ γὰρ ἔστιν ἐπινοῆσαι τομὴν ἢ διαίρεσιν κατ᾽ οὐδένα τρόπον, ὡς ἢ Υἱὸν χωρὶς Πατρὸς νοηθῆναι ἢ τὸ Πνεῦμα τοῦ Υἱοῦ διαζευχθῆναι, ἀλλά τις ἄρρητος καὶ ἀκατανόητος ἐν τούτοις καταλαμβάνεται καὶ ἡ κοινωνία καὶ ἡ διάκρισις, οὔτε τῆς τῶν ὑποστάσεων διαφορᾶς τὸ τῆς φύσεως συνεχὲς διασπώσης οὔτε τῆς κατὰ τὴν οὐσίαν κοινότητος τὸ ἰδιάζον τῶν γνωρισμάτων ἀναχεούσης. Μὴ θαυμάσῃς δὲ εἰ τὸ αὐτὸ καὶ συνημμένον καὶ διακεκριμένον εἶναί φαμεν καί τινα ἐπινοοῦμεν, ὥσπερ ἐν αἰνίγματι, καινὴν καὶ παράδοξον διάκρισίν τε συνημμένην καὶ διακεκριμένην συνάφειαν. Εἰ γὰρ μή τις ἐριστικῶς καὶ πρὸς ἐπήρειαν ἀκούοι τοῦ λόγου, καὶ ἐν τοῖς αἰσθητοῖς δυνατόν ἐστι τὸ τοιοῦτον εὑρεῖν.
Καί μου δέξασθε τὸν λόγον ὡς ὑπόδειγμα καὶ σκιὰν ἀληθείας, οὐχ ὡς αὐτὴν τὴν τῶν πραγμάτων ἀλήθειαν. Οὐ γὰρ δυνατόν ἐστι διὰ πάντων ἐφαρμοσθῆναι τὸ ἐν τοῖς ὑποδείγμασι θεωρούμενον τοῖς πρὸς ἃ ἡ τῶν ὑποδειγμάτων χρεία παραλαμβάνεται. Πόθεν οὖν φαμεν τὸ διακεκριμένον ἅμα καὶ συμφυὲς ἐκ τῶν κατὰ τὴν αἴσθησιν ἡμῖν προφαινομένων ἀναλογίζεσθαι; Ἤδη ποτὲ τοῦ ἐν τῇ νεφέλῃ τόξου τὴν λαμπηδόνα κατὰ τὸ ἔαρ τεθέασαι, ἐκεῖνο λέγω τὸ τόξον ὅπερ ὁ κοινὸς λόγος ἴριν εἴωθεν ἐπονομάζειν, ὅ φασιν οἱ περὶ ταῦτα δεινοὶ τότε συνίστασθαι ὅταν ἀνακεκραμένη τις ᾖ πρὸς τὸν ἀέρα νοτίς, τῆς τῶν πνευμάτων βίας τὸ ἐν τοῖς ἀτμοῖς ὑγρὸν καὶ παχὺ νεφῶδες ἤδη γενόμενον εἰς ὑετὸν ἀποθλιβούσης. Συνίστασθαι δὲ λέγουσιν οὕτως. Ἐπειδὰν ἡ τοῦ ἡλίου ἀκτὶς κατὰ τὸ πλάγιον ὑποδραμοῦσα τὸ πυκνόν τε καὶ συνηρεφὲς τῆς νεφώσεως, εἶτα κατὰ τὸ εὐθὺ νέφει τινὶ τὸν ἴδιον κύκλον ἐναπερείσηται, οἷόν τις καμπὴ καὶ ἐπάνοδος τοῦ φωτὸς πρὸς ἑαυτὸ γίνεται, τῆς αὐγῆς πρὸς τὸ ἔμπαλιν ἀπὸ τοῦ ὑγροῦ τε καὶ στίλβοντος ἀναλυούσης. Ἐπειδὴ γὰρ φύσις ἐστὶ ταῖς φλογώδεσι μαρμαρυγαῖς, εἴ τινι λείῳ προσπέσοιεν, πρὸς ἑαυτὰς πάλιν ἐπανακλᾶσθαι, κυκλοτερὲς δὲ τοῦτο τὸ σχῆμα διὰ τῆς ἀκτῖνος ἐν τῷ ὑγρῷ τε καὶ λείῳ τοῦ ἀέρος γινόμενον, ἐξ ἀνάγκης κατὰ τὸ σχῆμα τοῦ ἡλιακοῦ κύκλου καὶ ὁ παρακείμενος τῷ νέφει ἀὴρ διὰ τῆς ἀποστιλβούσης αὐγῆς περιγράφεται.
Αὕτη τοίνυν ἡ αὐγὴ καὶ συνεχής ἐστι πρὸς ἑαυτὴν καὶ διῄρηται. Πολύχρωμος γάρ τις οὖσα καὶ πολυειδής, ἀφανῶς τοῖς ποικίλοις ἄνθεσι τῆς βαφῆς πρὸς ἑαυτὴν κατακιρνᾶται, τῶν ἑτεροχροούντων τὴν πρὸς ἄλληλα συμβολὴν ἐκ τῶν ὄψεων ἡμῶν κατὰ τὸ λεληθὸς ὑποκλέπτουσα, ὡς μὴ ἂν ἐπιγνωσθῆναι τοῦ γλαυκοῦ πρὸς τὸ πυραυγὲς τὸν διὰ μέσου τόπον τὸν μιγνύοντα δι᾽ ἑαυτοῦ καὶ χωρίζοντα τὴν τῶν χροῶν ἑτερότητα, ἢ τοῦ πυραυγοῦς πρὸς τὸ πορφύρεον ἢ ἐκείνου πρὸς τὸ ἠλέκτρινον. Πάντων γὰρ αἱ αὐγαὶ κατὰ ταὐτὸν ὁρώμεναι καὶ τηλαυγεῖς εἰσι καὶ τῆς πρὸς ἀλλήλας συναφείας τὰ σημεῖα κλέπτουσαι τοὺς ἐλέγχους ἐκφεύγουσιν, ὡς ἀμήχανον ἐξευρεῖν μέχρι τίνος ἕστηκε τὸ πυρῶδες ἢ τὸ σμαραγδίζον τῆς αἴγλης καὶ ἀπὸ τίνος ἄρχεται μηκέτι τοιοῦτον εἶναι οἷον ἐν τῷ τηλαυγεῖ καθορᾶται. Ὥσπερ τοίνυν ἐν τῷ ὑποδείγματι καὶ τὰς τῶν χρωμάτων διαφορὰς φανερῶς διαγινώσκομεν καὶ διάστασιν ἑτέρου πρὸς τὸ ἕτερον οὐκ ἔστι τῇ αἰσθήσει καταλαβεῖν, οὕτω μοι λόγισαι δυνατὸν εἶναι καὶ περὶ τῶν θείων δογμάτων ἀναλογίσασθαι· τὰς μὲν τῶν ὑποστάσεων ἰδιότητας, ὥσπερ τι ἄνθος τῶν κατὰ τὴν ἴριν φαινομένων, ἐπαστράπτειν ἑκάστῳ τῶν ἐν τῇ Ἁγίᾳ Τριάδι πιστευομένων, τῆς δὲ κατὰ τὴν φύσιν ἰδιότητος μηδεμίαν ἑτέρου πρὸς τὸ ἕτερον ἐπινοεῖσθαι διοφοράν, ἀλλ᾽ ἐν τῇ κοινότητι τῆς οὐσίας τὰς γνωριστικὰς ἰδιότητας ἐπιλάμπειν ἑκάστῳ.
Καὶ γὰρ κἀκεῖ ἐν τῷ ὑποδείγματι ἡ ἀπαυγάζουσα τὴν πολύχρωμον ἐκείνην αὐγὴν μία οὐσία ἦν, ἡ διὰ τῆς ἡλιακῆς ἀκτῖνος ἀνακλωμένη, τὸ δὲ ἄνθος τοῦ φαινομένου πολυειδές, παιδεύοντος ἡμᾶς τοῦ λόγου καὶ διὰ τῆς κτίσεως μὴ κενοπαθεῖν τοῖς περὶ τοῦ δόγματος λόγοις, ὅταν εἰς τὸ δυσθεώρητον ἐμπεσόντες πρὸς τὴν τῶν λεγομένων συγκατάθεσιν ἰλιγγιάσωμεν.
Ὥσπερ γὰρ ἐπὶ τῶν τοῖς ὀφθαλμοῖς φαινομένων κρείττων ἐφάνη τοῦ λόγου τῆς αἰτίας ἡ πεῖρα, οὕτω καὶ τῶν ὑπεραναβεβηκότων δογμάτων κρείττων ἐστὶ τῆς διὰ λογισμῶν καταλήψεως ἡ πίστις, καὶ τὸ κεχωρισμένον ἐν ὑποστάσει καὶ τὸ συνημμένον ἐν τῇ οὐσίᾳ διδάσκουσα. Ἐπεὶ οὖν τὸ μέν τι κοινὸν ἐν τῇ Ἁγίᾳ Τριάδι, τὸ δὲ ἰδιάζον ὁ λόγος ἐνεθεώρησεν, ὁ μὲν τῆς κοινότητος λόγος εἰς τὴν οὐσίαν ἀνάγεται, ἡ δὲ ὑπόστασις τὸ ἰδιάζον ἑκάστου σημεῖόν ἐστιν.
Ἀλλ᾽ ἴσως οἴεταί τις μὴ συμβαίνειν τὸν ἀποδοθέντα περὶ τῆς ὑποστάσεως λόγον τῇ διανοίᾳ τῆς τοῦ Ἀποστόλου γραφῆς ἐν οἷς φησι περὶ τοῦ Κυρίου ὅτι· «Ἀπαύγασμα τῆς δόξης αὐτοῦ καὶ χαρακτὴρ τῆς ὑποστάσεως». Εἰ γὰρ ὑπόστασιν ἀποδεδώκαμεν εἶναι τὴν συνδρομὴν τῶν περὶ ἕκαστον ἰδιωμάτων, ὁμολογεῖται δὲ ὥσπερ ἐπὶ τοῦ Πατρὸς εἶναί τι τὸ ἰδιαζόντως ἐπιθεωρούμενον δι᾽ οὗ μόνος ἐπιγινώσκεται, κατὰ τὸν αὐτὸν δὲ τρόπον καὶ περὶ τοῦ Μονογενοῦς τὸ ἴσον πιστεύεται, πῶς ἐνταῦθα τὸ τῆς ὑποστάσεως ὄνομα τῷ Πατρὶ μόνῳ προσμαρτυρεῖ ἡ Γραφή, τὸν δὲ Υἱὸν μορφὴν λέγει τῆς ὑποστάσεως, οὐκ ἐν ἰδίοις, ἀλλ᾽ ἐν τοῖς τοῦ Πατρὸς γνωρίσμασι χαρακτηριζόμενον; Εἰ γὰρ ἡ ὑπόστασις τὸ ἰδιάζον τῆς ἑκάστου ὑπάρξεως σημεῖόν ἐστι, τοῦ δὲ Πατρὸς ἴδιον τὸ ἀγεννήτως εἶναι ὁμολογεῖται, μεμόρφωται δὲ ὁ Υἱὸς τοῖς τοῦ Πατρὸς ἰδιώμασιν, ἄρα οὐκέτι διαμένει τῷ Πατρὶ κατ᾽ ἐξαίρετον ἐπ᾽ αὐτοῦ μόνου τὸ ἀγέννητον λέγεσθαι, εἴπερ τῷ ἰδιάζοντι τοῦ Πατρὸς καὶ ἡ τοῦ Μονογενοῦς χαρακτηρίζεται ὕπαρξις.
Ἀλλ᾽ ἡμεῖς τοῦτό φαμεν ὅτι ἕτερον πληροῖ σκοπὸν ἐνταῦθα τῷ Ἀποστόλῳ ὁ λόγος, πρὸς ὃν βλέπων ταύταις ἐχρήσατο ταῖς φωναῖς, δόξης ἀπαύγασμα λέγων καὶ χαρακτῆρα τῆς ὑποστάσεως, ὅνπερ ὁ ἀκριβῶς νοήσας οὐδὲν εὑρήσει τοῖς παρ᾽ ἡμῶν εἰρημένοις μαχόμενον, ἀλλ᾽ ἐπί τινος ἰδιαζούσης ἐννοίας τὸν λόγον διεξαγόμενον. Οὐ γὰρ ὅπως διακριθεῖεν ἀπ᾽ ἀλλήλων αἱ ὑποστάσεις διὰ τῶν ἐπιφαινομένων σημείων ὁ ἀποστολικὸς πραγματεύεται λόγος, ἀλλ᾽ ὅπως τὸ γνήσιόν τε καὶ ἀδιάστατον καὶ συνημμένον τῆς τοῦ Υἱοῦ πρὸς τὸν Πατέρα σχέσεως νοηθείη.
Ὡς γὰρ οὐκ εἶπεν· «ὃς ὢν δόξα τοῦ Πατρός», καίτοιγε τὸ ἀληθὲς οὕτως ἔχει, ἀλλὰ τοῦτο παραλιπὼν ὡς ὁμολογούμενον, τὸ μὴ ἄλλο τι δόξης εἶδος ἐπὶ τοῦ Πατρὸς καὶ ἕτερον ἐπὶ τοῦ Υἱοῦ νοεῖν διδάσκων, αὐτῆς τῆς τοῦ Πατρὸς δόξης ἀπαύγασμα τὴν τοῦ Μονογενοῦς διορίζεται δόξαν, τὸ ἀδιαστάτως συνεπινοεῖσθαι τῷ Πατρὶ τὸν Υἱὸν κατασκευάζων ἐκ τοῦ κατὰ τὸ φῶς ὑποδείγματος. Ὡς γὰρ ἐκ τῆς φλογὸς μὲν ἡ αὐγή, οὐ μὴν ὑστέρα μετὰ τὴν φλόγα ἐστὶν ἡ αὐγή, ἀλλ᾽ ὁμοῦ τε ἡ φλὸξ ἀνέλαμψε καὶ συναπηυγάσθη τὸ φῶς, οὕτω βούλεται καὶ ἐκ τοῦ Πατρὸς μὲν τὸν Υἱὸν νοεῖσθαι, οὐ μὴν παρατάσει τινὶ διαστηματικῇ τῆς τοῦ Πατρὸς ὑπάρξεως τὸν Μονογενῆ διορίζεσθαι, ἀλλ᾽ ἀεὶ τῷ αἰτίῳ τὸ ἐξ αὐτοῦ συνυπολαμβάνειν. Κατὰ τὸν αὐτὸν οὖν τρόπον, ὥσπερ ἐφερμηνεύων τὸν προαποδοθέντα νοῦν, καὶ ὑποστάσεως χαρακτῆρά φησι τοῖς σωματικοῖς ἡμᾶς ὑποδείγμασι πρὸς τὴν τῶν ἀοράτων χειραγωγῶν κατανόησιν.
Ὡς γὰρ τὸ σῶμα πάντως ἐστὶν ἐν σχήματι, ἀλλ᾽ ἕτερος μὲν ὁ τοῦ σχήματος, ἕτερος δὲ ὁ τοῦ σώματος λόγος, καὶ οὐκ ἄν τις ἀποδιδοὺς τὸν ἑκατέρου τούτων ὁρισμὸν συνενεχθείη τῷ περὶ τοῦ ἑτέρου, πλὴν ἀλλὰ κἂν λόγῳ διακρίνῃς τὸ σχῆμα τοῦ σώματος, ἡ φύσις οὐ παραδέχεται τὴν διάκρισιν, ἀλλὰ συνημμένως νοεῖται μετὰ τοῦ ἑτέρου τὸ ἕτερον, οὕτως οἴεται δεῖν ὁ Ἀπόστολος· κἂν ὁ τῆς πίστεως λόγος ἀσύγχυτον καὶ διῃρημένην τὴν τῶν ὑποστάσεων διδάσκῃ διαφοράν, ἀλλὰ καὶ τὸ προσεχὲς καὶ οἱονεὶ συμφυὲς τοῦ Μονογενοῦς πρὸς τὸν Πατέρα διὰ τῶν εἰρημένων παρίστησιν, οὐχ ὡς οὐκ ὄντος ἐν ὑποστάσει καὶ τοῦ Μονογενοῦς, ἀλλ᾽ ὡς οὐ παραδεχομένου μεσότητά τινα τῆς ἑαυτοῦ πρὸς τὸν Πατέρα ἑνώσεως· ὥστε τὸν τῷ χαρακτῆρι τοῦ Μονογενοῦς διὰ τῶν τῆς ψυχῆς ὀμμάτων ἐνατενίσαντα καὶ τῆς τοῦ Πατρὸς ὑποστάσεως ἐν περινοίᾳ γενέσθαι, οὐκ ἐπαλλασσομένης οὐδὲ συναναμιγνυμένης τῆς ἐπιθεωρουμένης αὐτοῖς ἰδιότητος, ὡς ἢ τῷ Πατρὶ τὴν γέννησιν ἢ τῷ Υἱῷ τὴν ἀγεννησίαν ἐπιμορφάζειν, ἀλλ᾽ ὡς οὐκ ἐνδεχόμενον τὸ ἕτερον τοῦ ἑτέρου διαζεύξαντας ἐφ᾽ ἑαυτοῦ μόνον καταλαβεῖν τὸ λειπόμενον.
Οὐδὲ γάρ ἐστι δυνατὸν Υἱὸν ὀνομάσαντα μὴ καὶ Πατρὸς ἐν περινοίᾳ γενέσθαι, σχετικῶς τῆς προσηγορίας ταύτης καὶ τὸν Πατέρα συνεμφαινούσης. Ἐπειδὴ τοίνυν ὁ ἑωρακὼς τὸν Υἱὸν ὁρᾷ τὸν Πατέρα, καθώς φησιν ἐν Εὐαγγελίοις ὁ Κύριος, διὰ τοῦτο χαρακτῆρά φησιν εἶναι τὸν Μονογενῆ τῆς τοῦ Πατρὸς ὑποστάσεως.
Καὶ ὡς ἂν μᾶλλον ἐπιγνωσθείη τὸ νόημα, καὶ ἄλλας συμπαραληψόμεθα τοῦ Ἀποστόλου φωνὰς ἐν αἷς εἰκόνα τοῦ Θεοῦ τοῦ ἀοράτου καὶ τῆς ἀγαθότητος αὐτοῦ πάλιν εἰκόνα φησίν, οὐχὶ τῷ διαφέρειν τοῦ ἀρχετύπου τὴν εἰκόνα κατὰ τὸν τῆς ἀορασίας καὶ τῆς ἀγαθότητος λόγον, ἀλλ᾽ ἵνα δειχθῇ ὅτι ταὐτὸν τῷ πρωτοτύπῳ ἐστί, κἂν ἕτερον ᾖ.
Οὐ γὰρ ἂν ὁ τῆς εἰκόνος διασωθείη λόγος, εἰ μὴ διὰ πάντων τὸ ἐναργὲς ἔχοι καὶ ἀπαράλλακτον. Οὐκοῦν ὁ τὸ τῆς εἰκόνος κατανοήσας κάλλος ἐν περινοίᾳ τοῦ ἀρχετύπου γίνεται. Καὶ ὁ τοῦ Υἱοῦ τὴν οἱονεὶ μορφὴν τῇ διανοίᾳ λαβὼν τῆς πατρικῆς ὑποστάσεως τὸν χαρακτῆρα ἀνετυπώσατο βλέπων διὰ τούτου ἐκεῖνον, οὐ τὴν ἀγεννησίαν τοῦ Πατρὸς ἐν τῷ ἀπεικονίσματι βλέπων (ἦ γὰρ ἂν δι᾽ ὅλου ταὐτὸν ἦν καὶ οὐχ ἕτερον), ἀλλὰ τὸ ἀγέννητον κάλλος ἐν τῷ γεννητῷ κατοπτεύσας. Ὥσπερ ὁ ἐν τῷ καθαρῷ κατόπτρῳ τὴν γενομένην τῆς μορφῆς ἔμφασιν κατονοήσας ἐναργῆ τοῦ ἀπεικονισθέντος προσώπου τὴν γνῶσιν ἔσχεν, οὕτως ὁ τὸν Υἱὸν ἐπιγνοὺς τὸν χαρακτῆρα τῆς πατρικῆς ὑποστάσεως διὰ τῆς τοῦ Υἱοῦ γνώσεως ἐν τῇ καρδίᾳ ἐδέξατο. Πάντα γὰρ τὰ τοῦ Πατρὸς ἐν τῷ Υἱῷ καθορᾶται καὶ πάντα τὰ τοῦ Υἱοῦ τοῦ Πατρός ἐστιν, ἐπειδὴ καὶ ὅλος ὁ Υἱὸς ἐν τῷ Πατρὶ μένει καὶ ὅλον ἔχει πάλιν ἐν ἑαυτῷ τὸν Πατέρα. Ὥστε ἡ τοῦ Υἱοῦ ὑπόστασις οἱονεὶ μορφὴ καὶ πρόσωπον γίνεται τῆς τοῦ Πατρὸς ἐπιγνώσεως, καὶ ἡ τοῦ Πατρὸς ὑπόστασις ἐν τῇ τοῦ Υἱοῦ μορφῇ ἐπιγινώσκεται, μενούσης αὐτοῖς τῆς ἐπιθεωρουμένης ἰδιότητος εἰς διάκρισιν ἐναργῆ τῶν ὑποστάσεων.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.