Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Βασίλειος – Ἐπιστολαί

Μέγας Βασίλειος

Το Σχίσμα της Αντιοχείας και Εκκλήσεις προς τη Δύση

Προσπάθειες για τη διευθέτηση του Αντιοχειανού σχίσματος και αλληλογραφία με τον Μέγα Αθανάσιο για την κινητοποίηση των δυτικών επισκόπων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Βασίλειος

—

Κεφάλαιο 12 από 40

ΠΕΡΓΑΜΙῼ Εἰμὶ μὲν φύσει εὔκολος πρὸς τὴν λήθην, ἐπεγένετο δέ μοι καὶ τὸ τῶν ἀσχολιῶν πλῆθος ἐπιτεῖνον τὴν ἐκ φύσεως ἀρρωστίαν. Ὥστε, καὶ εἰ μὴ μέμνημαι δεξάμενος γράμματα τῆς εὐγενείας σου, πείθομαι ἐπεσταλκέναι σε ἡμῖν· οὐ γὰρ ἂν πάντως ψεῦδος εἰπεῖν σε. Τοῦ δὲ μὴ ἀντιφθέγξασθαι οὐκ ἐγὼ αἴτιος, ἀλλ᾽ ὁ μὴ ἀπαιτήσας τὰς ἀποκρίσεις. Νυνὶ δὲ ἥκει σοι τὰ γράμματα ταῦτα, ὑπέρ τε τῶν φθασάντων ἀπολογίαν πληροῦντα καὶ ἀρχὴν διδόντα προσηγορίας δευτέρας. Ὥστε, ἐπειδὰν ἐπιστέλλῃς ἡμῖν, μὴ ὡς ἄρξας δευτέρας περιόδου γραμμάτων διανοοῦ, ἀλλ᾽ ὡς ἀποπληρώσας ἐπὶ τοῖς παροῦσι τὰ ὀφειλόμενα. Καὶ γάρ, καὶ εἰ ἀντίδοσις προαγόντων ἐστὶ τὰ ἡμέτερα, ἀλλὰ τῷ πλέον ἢ διπλάσιον ὑπερβάλλειν κατὰ τὸ μέτρον ἑκατέρων τὴν τάξιν ἀποπληρώσει. Ὁρᾷς ὁποῖα σοφίζεσθαι ἡμᾶς ἡ ἀργία καταναγκάζει; Σὺ δὲ παῦσαι, ὦ ἄριστε, ἐν μικροῖς ῥήμασι μεγάλας αἰτίας, οὐ μὲν οὖν ἐχούσας ὑπερβολὴν εἰς κακίαν, παρεχόμενος· λήθη γὰρ φίλων καὶ ὑπεροψία ἐκ δυναστείας ἐγγινομένη πάντα ἔχει ὁμοῦ τὰ δεινά.

Εἴτε γὰρ οὐκ ἀγαπῶμεν κατὰ τὴν ἐντολὴν τοῦ Κυρίου, οὐδὲ τὸν χαρακτῆρα ἐπικείμενον ἡμῖν ἔχομεν· εἴτε φρονήματος κενοῦ καὶ ἀλαζονείας ὑπεπλήσθημεν τυφωθέντες, ἐμπίπτομεν εἰς τὸ ἄφυκτον κρίμα τοῦ διαβόλου. Ὥστε, εἰ μὲν οὕτως ἔχων διανοίας περὶ ἡμῶν τούτοις ἐχρήσω τοῖς ῥήμασιν, εὖξαι φυγεῖν ἡμᾶς τὴν πονηρίαν ἣν ἐξεῦρες ἡμῶν ἐν τῷ τρόπῳ· εἰ δὲ συνηθείᾳ τινὶ ἀνεξετάστῳ ἐπὶ τῶν ῥημάτων ἦλθεν ἡ γλῶττα, ἑαυτοὺς παραμυθησόμεθα καὶ τὴν σὴν χρηστότητα τὰς ἐκ τῶν πραγμάτων μαρτυρίας προσθεῖναι παρακαλοῦμεν. Ἐκεῖνο γὰρ εὖ ἴσθι, ὅτι ἡ παροῦσα φροντὶς ταπεινώσεως ἡμῖν γέγονεν ἀφορμή.

Ὥστε σοῦ τότε ἐπιλησόμεθα, ὅταν καὶ ἑαυτοὺς ἀγνοήσωμεν. Μὴ τοίνυν ποτὲ τὰς ἀσχολίας σημεῖον τρόπου καὶ κακοηθείας ποιήσῃ.

ΜΕΛΕΤΙῼ ΕΠΙΣΚΟΠῼ Εἴ πως ἐγένετο φανερὸν τῇ θεοσεβείᾳ σου τῆς εὐφροσύνης τὸ μέγεθος ἣν ἐμποιεῖς ἡμῖν ὁσάκις ἂν ἐπιστέλλῃς, οἶδα ὅτι οὐκ ἄν ποτε παραπεσοῦσαν γραμμάτων πρόφασιν ὑπερέβης, ἀλλὰ καὶ ἐπενόησας ἂν πολλὰς ἡμῖν ποιεῖν ἑκάστοτε τὰς ἐπιστολάς, γνωρίζων τὸν ἐπὶ τῇ ἀναπαύσει τῶν θλίψεων παρὰ τοῦ φιλανθρώπου Δεσπότου μισθὸν ἀποκείμενον. Πάντα γὰρ ὀδύνης τὰ τῇδε πεπλήρωται, καὶ μόνη ἡμῖν ἐστιν ἀποστροφὴ τῶν δεινῶν ἡ τῆς σῆς ὁσιότητος ἔννοια· ἣν ἐναργεστέραν ἡμῖν ἐμποιεῖ ἡ διὰ τῶν πάσης σοφίας καὶ χάριτος πεπληρωμένων γραμμάτων σου ὁμιλία. Ὥστε, ὅταν λάβωμεν εἰς χεῖρας τὴν ἐπιστολήν σου, πρῶτον μὲν τὸ μέτρον αὐτῆς ἐπισκοποῦμεν καὶ τοσοῦτον αὐτὴν ἀγαπῶμεν ὅσῳπερ ἂν περισσεύῃ τῷ πλήθει.

Ἔπειτα διεξιόντες, τῷ μὲν ἀεὶ προστυγχάνοντι τοῦ λόγου χαίρομεν, τῷ τέλει δὲ τῆς ἐπιστολῆς προσεγγίζοντες δυσχεραίνομεν. Οὕτω πᾶν ὅτιπερ ἂν εἴπῃς τοῖς γράμμασιν ἔνεστιν ἀγαθόν. Ἀπὸ γὰρ ἀγαθῆς καρδίας ἀγαθόν ἐστι τὸ περισσεῦον. Εἰ δὲ καταξιωθείημεν ταῖς σαῖς προσευχαῖς, ἕως ἐσμὲν ἐπὶ γῆς, καὶ τῆς κατ᾽ ὀφθαλμοὺς συντυχίας καὶ παρ᾽ αὐτῆς τῆς ζώσης φωνῆς λαβεῖν ὠφέλιμα διδάγματα, ἢ ἐφόδια πρός τε τὸν ἐνεστῶτα αἰῶνα καὶ τὸν μέλλοντα, τοῦτο ἂν μέγιστον τῶν ἀγαθῶν ἐκρίναμεν καὶ προοίμιον τῆς παρὰ Θεοῦ εὐμενείας ἑαυτοῖς ἐτιθέμεθα.

Καὶ ἤδη γε τῆς ὁρμῆς εἰχόμεθα ταύτης, εἰ μὴ γνησιώτατοι καὶ τὰ πάντα φιλάδελφοι ἐπέσχον ἡμᾶς, ὧν ἵνα μὴ γράμματι δημοσιεύσω τὴν προαίρεσιν, διηγησάμην τῷ ἀδελφῷ Θεοφράστῳ τὰ καθ᾽ ἕκαστον ἀπαγγεῖλαι τῇ σῇ τελειότητι.

ΓΡΗΓΟΡΙῼ ΑΔΕΛΦῼ Πῶς ἄν σοι διὰ γραμμάτων μαχεσθείην; Πῶς δ᾽ ἂν ἀξίως σου καθαψαίμην τῆς περὶ πάντα χρηστότητος; Τρίτον τίς, εἰπέ μοι, τοῖς αὐτοῖς περιπίπτει δικτύοις; Τρίτον τίς τῇ αὐτῇ περιπίπτει πάγῃ; Οὐδ᾽ ἂν τῶν ἀλόγων τι τοῦτο ῥᾳδίως πάθοι. Μίαν μοι συμπλέξας ἐπιστολὴν ἐκόμισας, ὡς παρὰ τοῦ αἰδεσιμωτάτου ἐπισκόπου καὶ κοινοῦ θείου ἡμῶν, ἀπατῶν με, οὐκ οἶδα ἀνθ᾽ ὅτου. Ἐδεξάμην ὡς παρὰ ἐπισκόπου διὰ σοῦ κομισθεῖσαν. Τί γὰρ οὐκ ἔμελλον;

Ἐπέδειξα πολλοῖς τῶν φίλων ὑπὸ περιχαρείας, ηὐχαρίστησα τῷ Θεῷ. Ἠλέγχθη τὸ πλάσμα, αὐτοῦ τοῦ ἐπισκόπου διὰ τῆς ἰδίας φωνῆς ἀρνησαμένου. Κατῃσχύνθημεν ἐπ᾽ ἐκείνῃ· ηὐξάμεθα ἡμῖν διαστῆναι τὴν γῆν, ῥᾳδιουργίας καὶ ψεύδους καὶ ἀπάτης ὀνείδει περιβληθέντες. Δευτέραν πάλιν ἀπέδωκάν μοι, ὡς διὰ τοῦ οἰκέτου σου Ἀστερίου παρ᾽ αὐτοῦ τοῦ ἐπισκόπου μοι ἀποσταλεῖσαν. Οὐδὲ ἐκείνη ἀληθής· αὐτὸς ὁ ἐπίσκοπος διεμαρτύρατο ἐπὶ τοῦ αἰδεσιμωτάτου ἀδελφοῦ Ἀνθίμου, ὡς αὐτὸς ἡμῖν ἀπήγγειλε.

Τρίτην πάλιν Ἀδαμάντιος ἧκε πρὸς ἡμᾶς κομίζων. Πῶς ἔδει δέξασθαι τὰ διὰ σοῦ καὶ τῶν σῶν πεμπόμενα; Ηὐξάμην ἂν λίθου καρδίαν ἔχειν, ὥστε μήτε τῶν παρελθόντων μεμνῆσθαι, μήτε τῶν παρόντων αἰσθάνεσθαι, ὑπὲρ τοῦ πᾶσαν πληγὴν εἰς γῆν κεκυφὼς φέρειν ὡς τὰ βοσκήματα.

Ἀλλὰ τί πάθω πρὸς τὸν ἐμαυτοῦ λογισμόν, μετὰ μίαν καὶ δευτέραν πεῖραν οὐδὲν δυνάμενον ἀνεξετάστως προσίεσθαι; Ταῦτα τῆς σῆς ἁπλότητος καθαπτόμενος ἔγραψα, ἣν ἄλλως πρέπουσαν χριστιανοῖς, τῷ παρόντι καιρῷ ὁρῶ μὴ ἁρμόζουσαν, ἵνα πρὸς γοῦν τὸ ἐφεξῆς ἑαυτόν τε φυλάττοις κἀμοῦ φείδῃ, ἐπειδή, δεῖ γάρ με πρὸς σὲ μετὰ παρρησίας εἰπεῖν, ἀναξιόπιστος εἶ τῶν τοιούτων διάκονος.

Πλὴν οἵτινες ἂν ὦσιν οἱ ἐπεσταλκότες, ἀπεκρινάμεθα αὐτοῖς τὰ εἰκότα. Εἴτε οὖν αὖ πεῖράν μοι καθιείς, εἴτε τῷ ὄντι παρὰ τῶν ἐπισκόπων λαβὼν τὴν ἐπιστολὴν ἔπεμψας, ἔχεις τὰς ἀποκρίσεις. Σὲ δὲ ἄλλα εἰκὸς ἦν ἐν τῷ παρόντι φροντίζειν, ἀδελφόν τε ὄντα καὶ μήπω τῆς φύσεως ἐπιλελησμένον, μηδὲ ἐν ἐχθροῦ μοίρᾳ ἡμᾶς ὁρῶντα· ἐπειδὴ εἰς βίον παρήλθομεν συντρίβοντα μὲν ἡμῶν τὸ σῶμα, κακοῦντα δὲ καὶ τὴν ψυχὴν τῷ ὑπερβαίνειν τὴν ἡμετέραν δύναμιν.

Ἀλλ᾽ ὅμως, ἐπειδὴ οὕτως ἐκπεπολέμωσαι, τούτου ἕνεκεν παρεῖναι ἔδει νῦν καὶ κοινωνεῖν τῶν πραγμάτων. Ἀδελφοὶ γάρ, φησίν, ἐν ἀνάγκαις χρήσιμοι ἔστωσαν. Εἰ δὲ τῷ ὄντι συντυχίαν ἡμετέραν καταδέχονται οἱ αἰδεσιμώτατοι ἐπίσκοποι, καὶ τόπον ἡμῖν ὡρισμένον καὶ καιρὸν γνωρισάτωσαν καὶ δι᾽ ἰδίων ἡμᾶς ἀνθρώπων μεταστειλάσθωσαν.

Ὥσπερ γὰρ πρὸς τὸ ἀπαντῆσαι αὐτὸς πρὸς τὸν ἐμαυτοῦ θεῖον οὐκ ἀπαξιῶ, οὕτως, ἐὰν μὴ μετὰ τοῦ πρέποντος σχήματος ἡ κλῆσις γένηται, οὐκ ἀνέξομαι.

ΓΡΗΓΟΡΙῼ ΘΕΙῼ Ἐσιώπησα. Μὴ καὶ ἀεὶ σιωπήσομαι, καὶ ἀνέξομαι ἐπὶ πλεῖον τὴν δυσφορωτάτην ζημίαν τῆς σιωπῆς κυρῶσαι κατ᾽ ἐμαυτοῦ, μήτε αὐτὸς ἐπιστέλλων μήτ᾽ ἀκούων προσφθεγγομένου; Ἐγὼ μὲν γὰρ μέχρι τοῦ παρόντος ἐγκαρτερήσας τῷ σκυθρωπῷ τούτῳ δόγματι, ἡγοῦμαι πρέπειν κἀμοὶ τὰ τοῦ προφήτου λέγειν, ὅτι «Ἐκαρτέρησα ὡς ἡ τίκτουσα», ἀεὶ μὲν ἐπιθυμῶν ἢ συντυχίαν ἢ λόγου, ἀεὶ δὲ ἀποτυγχάνων διὰ τὰς ἁμαρτίας τὰς ἐμαυτοῦ. Οὐ γὰρ δὴ ἄλλην τινὰ αἰτίαν ἔχω τοῖς γινομένοις ἐπινοεῖν, πλήν γε δὴ τοῦ πεπεῖσθαι παλαιῶν ἁμαρτημάτων ἐκτίνειν δίκας ἐν τῷ χωρισμῷ τῆς ἀγάπης σου, εἰ δὴ καὶ ὀνομάζειν χωρισμὸν ὅσιον ἐπὶ σοῦ καὶ οὑτινοσοῦν τῶν τυχόντων, μὴ ὅτι γε ἡμῶν, οἷς ἐξ ἀρχῆς ἐν πατρὸς γέγονας χώρᾳ. Ἀλλ᾽ ἡ ἁμαρτία μου νῦν, οἷα νεφέλη βαθεῖά τις ἐπισχοῦσα, πάντων ἐκείνων ἄγνοιαν ἐνεποίησεν. Ὅταν γὰρ ἀπίδω πλὴν τοῦ ἐμοὶ λύπην τὸ γινόμενον φέρειν μηδὲν ἕτερον ἐξ αὐτοῦ κατορθούμενον, πῶς οὐχὶ εἰκότως ταῖς ἐμαυτοῦ κακίαις ἀνατίθημι τὰ παρόντα; Ἀλλ᾽ εἴτε ἁμαρτίαι τῶν συμβάντων αἰτίαι, τοῦτό μοι πέρας ἔστω τῶν δυσχερῶν· εἴτε τι τὸ οἰκονομούμενον ἦν, ἐξεπληρώθη πάντως τὸ σπουδαζόμενον.

Οὐ γὰρ ὀλίγος ὁ τῆς ζημίας χρόνος. Διὸ μηκέτι στέγων πρῶτος ἔρρηξα φωνήν, παρακαλῶν ἡμῶν τε αὐτῶν ἀναμνησθῆναι καὶ σεαυτοῦ, ὃς πλέον ἢ κατὰ τὸ τῆς συγγενείας εἰκὸς παρὰ πάντα τὸν βίον τὴν κηδεμονίαν ἡμῶν ἐπεδείξω, καὶ τὴν πόλιν νῦν ἡμῶν ἕνεκεν ἀγαπᾶν, ἀλλὰ μὴ δι᾽ ἡμᾶς ἀλλοτριοῦν σαυτὸν τῆς πόλεως.

Εἴ τις οὖν παράκλησις ἐν Χριστῷ, εἴ τις κοινωνία Πνεύματος, εἴ τι σπλάγχνα καὶ οἰκτιρμοί, πλήρωσον ἡμῶν τὴν εὐχήν· ἐνταῦθα στῆσον τὰ κατηφῆ, ἀρχήν τινα δὸς τοῖς φαιδροτέροις πρὸς τὸ ἑξῆς, αὐτὸς τοῖς ἄλλοις καθηγούμενος ἐπὶ τὰ βέλτιστα, ἀλλ᾽ οὐχὶ ἀκολουθῶν ἑτέρῳ ἐφ᾽ ἃ μὴ δεῖ. Καὶ γὰρ οὐδὲ σώματος χαρακτὴρ ἴδιος οὕτω τινὸς ἐνομίσθη ὡς τῆς σῆς ψυχῆς τὸ εἰρηνικόν τε καὶ ἥμερον.

Πρέποι δ᾽ ἂν οὖν τῷ τοιούτῳ τοὺς ἄλλους ἕλκειν πρὸς ἑαυτὸν καὶ παρέχειν πᾶσι τοῖς ἐγγίζουσί σοι, ὥσπερ μύρου τινὸς εὐωδίας, τῆς τοῦ σοῦ τρόπου χρηστότητος ἀναπίμπλασθαι. Καὶ γὰρ εἴ τι καὶ ἀντιτεῖνόν ἐστι νῦν, ἀλλὰ μικρὸν ὕστερον καὶ αὐτὸ τὸ τῆς εἰρήνης ἀγαθὸν ἐπιγνώσεται.

Ἕως δ᾽ ἂν ἐκ τῆς διαστάσεως αἱ διαβολαὶ χώραν ἔχωσιν, ἀνάγκη ἀεὶ τὰς ὑποψίας ἐπὶ τὸ χεῖρον συναύξεσθαι. Ἔστι μὲν οὖν οὐδ᾽ ἐκείνοις πρέπον ἀμελεῖν ἡμῶν, πάντων δὲ πλέον τῇ τιμιότητί σου. Καὶ γὰρ εἰ μὲν ἁμαρτάνομέν τι, βελτίους ἐσόμεθα νουθετούμενοι. Τοῦτο δὲ ἄνευ συντυχίας ἀμήχανον. Εἰ δὲ οὐδὲν ἀδικοῦμεν, ἀντὶ τίνος μισούμεθα; Ταῦτα μὲν οὖν τὰ τῆς ἰδίας ἐμαυτοῦ δικαιολογίας προΐσχομαι.

Ἃ δ᾽ ἂν ὑπὲρ ἑαυτῶν αἱ Ἐκκλησίαι εἴποιεν, οὐκ εἰς καλὸν τῆς διαστάσεως ἡμῶν ἀπολαύουσαι, βέλτιον μὲν σιωπᾶν. Οὐ γὰρ ἵνα λυπήσω τοῖς λόγοις κέχρημαι, ἀλλ᾽ ἵνα παύσω τὰ λυπηρά. Τὴν δὲ σὴν σύνεσιν πάντως οὐδὲν διαπέφευγεν, ἀλλὰ πολλῷ μείζω καὶ τελειότερα ὧν ἡμεῖς νοοῦμεν αὐτὸς ἂν ἐξεύροις τῇ διανοίᾳ καὶ ἄλλοις εἴποις, ὅς γε καὶ εἶδες πρὸ ἡμῶν τὰς βλάβας τῶν Ἐκκλησιῶν καὶ λυπῇ μᾶλλον ἡμῶν, πάλαι δεδιδαγμένος παρὰ τοῦ Κυρίου μηδενὸς τῶν ἐλαχίστων καταφρονεῖν. Νυνὶ δὲ ἡ βλάβη οὐκ εἰς ἕνα ἢ δεύτερον περιορίζεται, ἀλλὰ πόλεις ὅλαι καὶ δῆμοι τῶν ἡμετέρων παραπολαύουσι συμφορῶν. Τὴν γὰρ ἐπὶ τῆς ὑπερορίας φήμην τί χρὴ καὶ λέγειν ὁποία τις ἔσται περὶ ἡμῶν; Πρέποι οὖν ἂν τῇ σῇ μεγαλοψυχίᾳ τὸ μὲν φιλόνεικον ἑτέροις παραχωρεῖν, μᾶλλον δὲ κἀκείνων ἐξελεῖν τῆς ψυχῆς, εἴπερ οἷόν τε, αὐτὸν δὲ δι᾽ ἀνεξικακίας νικῆσαι τὰ λυπηρά. Τὸ μὲν γὰρ ἀμύνεσθαι παντός ἐστι τοῦ ὀργιζομένου. Τὸ δὲ καὶ αὐτῆς τῆς ὀργῆς ὑψηλότερον εἶναι, τοῦτο δὲ μόνου σοῦ καὶ εἴ τίς σοι τὴν ἀρετὴν παραπλήσιος.

Ἐκεῖνο δὲ οὐκ ἐρῶ, ὅτι ὁ ἡμῖν χαλεπαίνων εἰς τοὺς μηδὲν ἀδικήσαντας τὴν ὀργὴν ἐπαφίησιν. Εἴτε οὖν παρουσίᾳ, εἴτε γράμματι, εἴτε κλήσει τῇ πρὸς ἑαυτόν, εἴτε ᾧπερ ἂν ἐθέλοις τρόπῳ, παραμύθησαι ἡμῶν τὴν ψυχήν. Ἡμῖν μὲν γὰρ εὐχὴ ἐπὶ τῆς Ἐκκλησίας φανῆναι τὴν θεοσέβειάν σου, καὶ ἡμᾶς τε ὁμοῦ καὶ τὸν λαὸν θεραπεῦσαι αὐτῇ τε τῇ ὄψει καὶ τοῖς λόγοις τῆς χάριτός σου.

Ἐὰν μὲν οὖν τοῦτο ᾖ δυνατόν, τοῦτο κράτιστον· ἐὰν δέ τι ἕτερον δόξῃ, κἀκεῖνο δεξόμεθα. Μόνον γνωρίσαι ἡμῖν τὸ παριστάμενον τῇ φρονήσει σου παρακλήθητι.

ΓΡΗΓΟΡΙῼ ΘΕΙῼ Καὶ πρότερον ἡδέως εἶδον τὸν ἀδελφόν μου (τί γὰρ οὐκ ἔμελλον, ἀδελφόν τε ὄντα ἐμαυτοῦ καὶ τοιοῦτον;), καὶ νῦν δὲ τῇ αὐτῇ διαθέσει προσεδεξάμην ἐπιδημήσαντα, μηδέν τι τῆς ἐμαυτοῦ στοργῆς παρατρέψας. Μηδὲ γὰρ γένοιτό τι τοιοῦτο μηδὲν ὅ με τῆς φύσεως ἐπιλαθέσθαι καὶ ἐκπολεμωθῆναι πρὸς τοὺς οἰκείους ποιήσει. Ἀλλὰ καὶ τῶν τοῦ σώματος ἀρρωστημάτων καὶ τῶν ἄλλων ἀλγεινῶν τῆς ψυχῆς παραμυθίαν ἡγησάμην εἶναι τὴν τοῦ ἀνδρὸς παρουσίαν, τοῖς τε παρὰ τῆς τιμιότητός σου δι᾽ αὐτοῦ κομισθεῖσι γράμμασιν ὑπερήσθην· διὸ καὶ ἐκ πολλοῦ ἐπεθύμουν ἐλθεῖν, οὐκ ἄλλου τινὸς ἕνεκεν ἢ τοῦ μὴ καὶ ἡμᾶς τι σκυθρωπὸν διήγημα τῷ βίῳ προσθεῖναι, ὡς ἄρα τις εἴη τοῖς οἰκειοτάτοις πρὸς ἀλλήλους διάστασις, ἡδονὴν μὲν ἐχθροῖς παρασκευάζουσα, φίλοις δὲ συμφοράν. ἀπαρέσκουσα δὲ Θεῷ, τῷ ἐν τῇ τελείᾳ ἀγάπῃ τὸν χαρακτῆρα τῶν ἑαυτοῦ μαθητῶν θεμένῳ. Διὸ καὶ ἀντιφθέγγομαι ἀναγκαίως εὔχεσθαι ὑπὲρ ἡμῶν παρακαλῶν καὶ τὰ ἄλλα κήδεσθαι ὡς οἰκείων. Τὸν δὲ νοῦν τῶν γινομένων ἐπειδὴ αὐτοὶ ὑπὸ ἀμαθίας συνεῖναι οὐκ ἔχομεν, ἐκεῖνον ἐκρίναμεν ἀληθῆ εἶναι νομίζειν ὃν ἂν αὐτὸς ἡμῖν ἐξηγήσασθαι καταξιώσῃς.

Ἀνάγκη δὲ καὶ τὰ λειπόμενα παρὰ τῆς σῆς μεγαλονοίας ὁρισθῆναι, τὴν συντυχίαν ἡμῶν τὴν πρὸς ἀλλήλους καὶ καιρὸν τὸν πρέποντα καὶ τόπον ἐπιτήδειον. Εἴπερ οὖν ὅλως ἀνέχεται καταβῆναι πρὸς τὴν ταπείνωσιν ἡμῶν ἡ σεμνότης σου καὶ λόγου τινὸς μεταδοῦναι ἡμῖν, εἴτε μετ᾽ ἄλλων, εἴτε κατὰ σεαυτὸν βούλει γενέσθαι τὴν συντυχίαν, ὑπακουσόμεθα, τοῦτο ἅπαξ ἑαυτοῖς συμβουλεύσαντες, δουλεύειν σοι ἐν ἀγάπῃ καὶ ποιεῖν ἐκ παντὸς τρόπου τὰ εἰς δόξαν Θεοῦ παρὰ τῆς εὐλαβείας σου ἡμῖν γραφόμενα. Τὸν δὲ αἰδεσιμώτατον ἀδελφὸν οὐδὲν ἠναγκάσαμεν ἀπὸ γλώττης εἰπεῖν ἡμῖν, διότι οὔτε πρότερον μεμαρτυρημένον εἶχε τὸν λόγον ὑπὸ τῶν ἔργων.

ΑΘΑΝΑΣΙῼ ΕΠΙΣΚΟΠῼ ΑΛΕΞΑΝΔΡΕΙΑΣ Ἐνέτυχον τοῖς γράμμασι τῆς ὁσιότητός σου, δι᾽ ὧν τοῦ ἡγεμόνος τῆς Λιβύης, τοῦ δυσωνύμου ἀνδρός, κατεστέναξας. Καὶ ὠδυράμεθα μὲν τὴν ἑαυτῶν πατρίδα, ὅτι τοιούτων κακῶν μήτηρ ἐστὶ καὶ τροφός. Ὠδυράμεθα δὲ καὶ τὴν γείτονα τῆς ὑμετέρας Λιβύην, τῶν ἡμετέρων κακῶν ἀπολαύουσαν καὶ θηριώδει ἤθει παραδοθεῖσαν ἀνδρὸς ὠμότητί τε ὁμοῦ καὶ ἀκολασίᾳ συζῶντος. Τοῦτο ἦν ἄρα τοῦ Ἐκκλησιαστοῦ τὸ σοφόν· «Οὐαί σοι πόλις ἧς ὁ βασιλεύς σου νεώτερος (ἐνταῦθα δέ ἐστί τι καὶ χαλεπώτερον) καὶ οἱ ἄρχοντές σου οὐκ ἀπὸ νυκτὸς ἐσθίουσιν», ἀλλὰ μεσούσης τῆς ἡμέρας ἀκολασταίνουσι, βοσκημάτων ἀλογώτερον ἀλλοτρίοις γάμοις ἐπιμαινόμενοι. Ἐκεῖνον μὲν οὖν αἱ μάστιγες μένουσι παρὰ τοῦ δικαίου Κριτοῦ, τῷ ἴσῳ μέτρῳ ἀντιμετρηθησόμεναι ἃς αὐτὸς προλαβὼν ἐπέθηκε τοῖς ἁγίοις αὐτοῦ. Ἐγνωρίσθη δὲ καὶ τῇ Ἐκκλησίᾳ ἡμῶν ἐκ τῶν γραμμάτων τῆς σῆς θεοσεβείας, καὶ ἀποτρόπαιον αὐτὸν πάντες ἡγήσονται, μὴ πυρός, μὴ ὕδατος, μὴ σκέπης αὐτῷ κοινωνοῦντες, εἴπερ τι ὄφελος τοῖς οὕτω κεκρατημένοις κοινῆς καὶ ὁμοψήφου καταγνώσεως. Ἀρκοῦσα δὲ αὐτῷ στήλη καὶ αὐτὰ τὰ γράμματα ἀναγινωσκόμενα πανταχοῦ.

Οὐ γὰρ διαλείψομεν πᾶσιν αὐτοῦ καὶ οἰκείοις καὶ φίλοις καὶ ξένοις ἐπιδεικνύντες. Πάντως δέ, κἂν μὴ ἅψωνται αὐτοῦ παραχρῆμα τὰ ἐπιτίμια, ὥσπερ τοῦ Φαραώ, ἀλλ᾽ εἰς ὕστερόν ποτε βαρεῖαν αὐτῷ καὶ ἀλγεινὴν τὴν ἀνάδοσιν οἴσει.

Τῌ ΕΚΚΛΗΣΙᾼ ΠΑΡΝΑΣΣΟΥ ΠΑΡΑΜΥΘΗΤΙΚΗ Καὶ ἔθει ἑπόμενοι παλαιῷ ἐκ μακρᾶς τῆς ἀκολουθίας κεκρατηκότι καὶ τὸν καρπὸν τοῦ Πνεύματος, τὴν κατὰ Θεὸν ἀγάπην, ὑμῖν ἐπιδεικνύμενοι, διὰ τοῦ γράμματος τὴν εὐλάβειαν ὑμῶν ἐπισκεπτόμεθα, κοινωνοῦντες ὑμῖν τῆς τε ἐπὶ τῷ συμβάντι λύπης καὶ τῆς φροντίδος τῶν ἐν χερσίν.

Ὑπὲρ μὲν οὖν τῶν λυπηρῶν τοσοῦτον λέγομεν ὅτι καιρὸς ἡμῖν ἀποβλέψαι πρὸς τὰ τοῦ Ἀποστόλου παραγγέλματα καὶ μὴ λυπεῖσθαι «Ὡς καὶ οἱ λοιποί, οἱ μὴ ἔχοντες ἐλπίδα», οὐ μὴν οὐδ᾽ ἀπαθῶς ἔχειν πρὸς τὸ συμβάν, ἀλλὰ τῆς μὲν ζημίας αἰσθάνεσθαι, ὑπὸ δὲ τῆς λύπης μὴ καταπίπτειν, τὸν μὲν ποιμένα τοῦ τέλους μακαρίζοντας, ὡς ἐν γήρει πίονι τὴν ζωὴν καταλύσαντα καὶ ταῖς μεγίσταις παρὰ τοῦ Κυρίου τιμαῖς ἐναναπαυσάμενον. Περὶ δὲ τῶν λοιπῶν ἐκεῖνα παραινεῖν ἔχομεν, ὅτι προσήκει, πᾶσαν ἀποθεμένους κατήφειαν, ἑαυτῶν γενέσθαι καὶ πρὸς τὴν ἀναγκαίαν πρόνοιαν τῆς Ἐκκλησίας διαναστῆναι, ὅπως ἂν ὁ ἅγιος Θεὸς ἐπιμεληθῇ τοῦ ἰδίου ποιμνίου, καὶ παράσχοιτο ὑμῖν ποιμένα κατὰ τὸ αὐτοῦ θέλημα, ποιμαίνοντα ὑμᾶς μετ᾽ ἐπιστήμης.

ΗΓΕΜΟΝΙ ΝΕΟΚΑΙΣΑΡΕΙΑΣ Τὸν σοφὸν ἄνδρα, κἂν ἑκὰς ναίῃ χθονός, κἂν μήποτ᾽ αὐτὸν ὄσσοις προσίδω, κρίνω φίλον«, Εὐριπίδου ἐστὶ τοῦ τραγικοῦ λόγος. Ὥστε, εἰ, μήπω τῆς κατ᾽ ὀφθαλμοὺς ἡμῖν συντυχίας τὴν γνῶσίν σου τῆς μεγαλοφυΐας χαρισαμένης, φαμὲν εἶναι φίλοι σου καὶ συνήθεις. μὴ κολακείαν εἶναι τὸν λόγον κρίνῃς. Εἴχομεν γὰρ φήμην πρόξενον τῆς φιλίας μεγαλοφώνως τὰ σὰ πᾶσιν ἀνθρώποις συμβοῶσαν· ἀφ᾽ οὗ μέντοι καὶ τῷ αἰδεσιμωτάτῳ Ἐλπιδίῳ συνετύχομεν, τοσοῦτόν σε ἐγνωρίσαμεν καὶ οὕτω κατ᾽ ἄκρας ἑαλώκαμέν σου, ὡσανεὶ πολὺν χρόνον συγγεγονότες καὶ διὰ μακρᾶς τῆς πείρας τῶν ἐν σοὶ καλῶν τὴν γνῶσιν ἔχοντες. Οὐ γὰρ ἐπαύσατο ὁ ἀνὴρ ἕκαστα ἡμῖν τῶν περὶ σὲ διηγούμενος· τὸ μεγαλοπρεπὲς τῆς ψυχῆς, τοῦ φρονήματος τὸ ἀνάστημα, τῶν τρόπων τὴν ἡμερότητα, ἐμπειρίαν πραγμάτων, σύνεσιν γνώμης, σεμνότητα βίου, φαιδρότητα κεκραμένην, λόγου δύναμιν, τὰ ἄλλα ὅσα αὐτὸς μὲν διὰ πολλῆς τῆς πρὸς ἡμᾶς ὁμιλίας ἀπηριθμήσατο, ἡμῖν δὲ γράφειν οὐκ ἦν δυνατόν, ἵνα μὴ ἔξω τοῦ μέτρου τὴν ἐπιστολὴν προαγάγωμεν. Πῶς οὖν οὐκ ἔμελλον ἀγαπᾶν τὸν τοιοῦτον; Πῶς γοῦν ἠδυνάμην ἐμαυτοῦ κρατῆσαι πρὸς τὸ μὴ οὐχὶ καὶ ἐκβοῶν τὸ τῆς ψυχῆς ἐμαυτοῦ πάθος διασημαίνειν;

Δέχου τοίνυν τὴν προσηγορίαν, ὦ θαυμάσιε, ἐκ φιλίας ἀληθινῆς καὶ ἀδόλου σοι προσαγομένην· πόρρω γὰρ θωπείας δουλοπρεποῦς τὰ ἡμέτερα· καὶ ἔχε ἡμᾶς τῷ καταλόγῳ τῶν σεαυτοῦ φίλων ἐναριθμίους, γράμμασι συνεχέσι σαυτόν τε δεικνὺς καὶ παραμυθούμενος τὴν ἀπόλειψιν.

ΗΣΥΧΙῼ Ἐμὲ πολλὰ μὲν ἦν καὶ ἐξ ἀρχῆς τὰ συνάπτοντά σου τῇ τιμιότητι· ὅ τε περὶ Λόγους κοινὸς ἔρως, πολλαχοῦ παρὰ τῶν πεπειραμένων περιφερόμενος, ἥ τε πρὸς τὸν θαυμάσιον ἄνδρα Τερεντῖνον ἡμῖν ἐκ παλαιοῦ φιλία. Ἐπεὶ δὲ καὶ ὁ πάντα ἄριστος καὶ πάσης ἡμῖν οἰκειότητος ὄνομα ἐκπληρῶν, ὁ αἰδεσιμώτατος ἀδελφὸς Ἐλπίδιος, εἰς λόγους ἀφίκετο καὶ ἕκαστα τῶν ἐν σοὶ καλῶν διηγήσατο, δυνατώτατος δέ, εἴπερ τις ἄλλος, καὶ ἀρετὴν ἀνθρώπου καταμαθεῖν καὶ παραστῆσαι ταύτην τῷ λόγῳ, τοσοῦτον ἡμῖν τὸν ἐπὶ σοὶ πόθον ἐξέκαυσεν ὥστε εὔχεσθαι ἡμᾶς ἐπιστῆναί σέ ποτε τῇ παλαιᾷ ἑστίᾳ ἡμῶν, ἵνα μὴ ἀκοῇ μόνον, ἀλλὰ καὶ πείρᾳ τῶν ἐν σοὶ καλῶν ἀπολαύσωμεν.

ΑΤΑΡΒΙῼ Καὶ τί πέρας ἔσται τῆς σιωπῆς, εἰ ἐγὼ μὲν τὰ ἐκ τῆς ἡλικίας πρεσβεῖα ἀπαιτῶν ἀναμένοιμι παρὰ σοῦ γενέσθαι τὴν ἀρχήν μοι τῆς προσφωνήσεως, ἡ δὲ σὴ ἀγάπη ἐπὶ πλεῖον βούλοιτο τῇ βλαβερᾷ κρίσει τῆς συκοφαντίας ἐγκαρτερεῖν;

Ἀλλ᾽ ὅμως ἐγώ, τὴν ἐν τοῖς φιλικοῖς ἧτταν νίκης ἔχειν δύναμιν ἡγησάμενος, ὁμολογῶ σοι μὲν παραχωρεῖν τῆς ἐπὶ τῷ δοκεῖν περιγεγενῆσθαι τῆς οἰκείας κρίσεως φιλοτιμίας. Αὐτὸς δὲ πρῶτος ἐπὶ τὸ γράφειν ἦλθον εἰδὼς ὅτι ἡ ἀγάπη πάντα στέγει, πάντα ὑπομένει, οὐδαμοῦ ζητεῖ τὸ ἑαυτῆς· διὸ οὔτε ἐκπίπτει ποτέ. Ἀταπείνωτος γὰρ ὁ κατὰ ἀγάπην τῷ πλησίον ὑποτασσόμενος. Ὅπως οὖν καὶ αὐτός, πρὸς γοῦν τὸ ἑξῆς τὸν πρῶτον καὶ μέγιστον καρπὸν τοῦ Πνεύματος ἐπιδεικνύμενος τὴν ἀγάπην, ἀπορρίψῃς μὲν τὸ τῶν ὀργιζομένων σκυθρωπὸν ὅπερ ἡμῖν διὰ τῆς σιωπῆς ὑποφαίνεις, ἀναλάβῃς δὲ χαρὰν ἐν τῇ καρδίᾳ, εἰρήνην πρὸς τοὺς ὁμοψύχους τῶν ἀδελφῶν, σπουδὴν καὶ μέριμναν ὑπὲρ τῆς τῶν Ἐκκλησιῶν τοῦ Κυρίου διαμονῆς. Γίνωσκε γὰρ ὅτι, εἰ μὴ τὸν ἴσον ἡμεῖς ἀγῶνα ὑπὲρ τῶν Ἐκκλησιῶν ἀναλάβοιμεν ὁπόσον ἔχουσιν οἱ ἀντικείμενοι τῇ ὑγιαινούσῃ διδασκαλίᾳ εἰς καθαίρεσιν αὐτῶν καὶ παντελῆ ἀφανισμόν, οὐδὲν τὸ κωλύον οἴχεσθαι μὲν παρασυρεῖσαν ὑπὸ τῶν ἐχθρῶν τὴν ἀλήθειαν, παραπολαῦσαι δέ τι καὶ ἡμᾶς τοῦ κρίματος, μὴ πάσῃ σπουδῇ καὶ προθυμίᾳ ἐν ὁμονοίᾳ τῇ πρὸς ἀλλήλους καὶ συμπνοίᾳ τῇ κατὰ Θεόν, τὴν ἐνδεχομένην μέριμναν ὑπὲρ τῆς ἑνώσεως τῶν Ἐκκλησιῶν ἐπιδειξαμένους.

Παρακαλῶ οὖν, ἔκβαλε τῆς σεαυτοῦ ψυχῆς τὸ οἴεσθαι μηδενὸς ἑτέρου εἰς κοινωνίαν προσδεῖσθαι. Οὐ γὰρ κατὰ ἀγάπην περιπατοῦντος οὐδὲ πληροῦντός ἐστι τὸν νόμον τοῦ Χριστοῦ τῆς πρὸς τοὺς ἀδελφοὺς συναφείας ἑαυτὸν ἀποτέμνειν. Ἅμα γὰρ κἀκεῖνο λογίζεσθαι τὴν ἀγαθήν σου προαίρεσιν βούλομαι, ὅτι τὸ τοῦ πολέμου κακόν, κύκλῳ περιιόν, καὶ πρὸς ἡμᾶς ἔλθοι ποτέ, κἂν μετ᾽ ἄλλων καὶ ἡμεῖς τῆς ἐπηρείας παραπολαύσωμεν, οὐδὲ τοὺς συναλγοῦντας εὑρήσομεν, διὰ τὸ ἐν καιρῷ τῆς εὐθηνίας ἡμῶν μὴ προκαταβαλέσθαι τοῖς ἠδικημένοις τὸν τῆς συμπαθείας ἔρανον.

ΑΘΑΝΑΣΙῼ ΕΠΙΣΚΟΠῼ ΑΛΕΞΑΝΔΡΕΙΑΣ Οὐδένα τοσοῦτον ἡγοῦμαι λυπεῖν τὴν παροῦσαν τῶν Ἐκκλησιῶν κατάστασιν, μᾶλλον δὲ σύγχυσιν, εἰπεῖν ἀληθέστερον, ὅσον τὴν σὴν τιμιότητα συγκρίνοντα μὲν τοῖς ἀρχαίοις τανῦν καὶ παρὰ πόσον ταῦτα ἐκείνων ἐξήλλακται λογιζόμενον καὶ ὅτι, εἰ κατὰ τὴν αὐτὴν ὁρμὴν ἐπὶ τὸ χεῖρον ὑπορρέοι τὰ πράγματα, οὐδὲν ἔσται τὸ κωλύον εἴσω ὀλίγου χρόνου πρὸς ἄλλο τι σχῆμα παντελῶς μεθαρμοσθῆναι τὰς Ἐκκλησίας. Ταῦτα πολλάκις ἐπ᾽ ἐμαυτοῦ γενόμενος διενοήθην, ὅτι, εἰ ἡμῖν οὕτως ἐλεεινὴ τῶν Ἐκκλησιῶν ἡ παρατροπὴ καταφαίνεται, ποίαν τινὰ εἰκὸς ἔχειν ἐπὶ τούτοις ψυχὴν τὸν τῆς ἀρχαίας εὐσταθείας καὶ ὁμονοίας περὶ τὴν πίστιν τῶν Ἐκκλησιῶν τοῦ Θεοῦ πεπειραμένον; Ἀλλ᾽ ὥσπερ τὸ πολὺ τῆς λύπης τὴν σὴν τελειότητα περιίσταται, οὕτως ἡγούμεθα προσήκειν καὶ τῆς ὑπὲρ τῶν Ἐκκλησιῶν μερίμνης τὸ πλέον τῇ σῇ διαφέρειν φρονήσει. Πάλαι οἶδα καὶ αὐτός, κατὰ τὴν ἐνυπάρχουσάν μοι μετρίως τῶν πραγμάτων κατάληψιν, μίαν ἐπιγνοὺς ὁδὸν βοηθείας ταῖς καθ᾽ ἡμᾶς Ἐκκλησίαις, τὴν παρὰ τῶν δυτικῶν ἐπισκόπων σύμπνοιαν.

Εἰ γὰρ βουληθεῖεν ὃν ἀνέλαβον ὑπὲρ ἑνὸς ἢ δύο τῶν κατὰ τὴν Δύσιν ἐπὶ κακοδοξίᾳ φωραθέντων ζῆλον, τοῦτον καὶ ὑπὲρ τῆς παροικίας τῶν καθ᾽ ἡμᾶς μερῶν ἐπιδείξασθαι, τάχα ἄν τι γένοιτο τοῖς κοινοῖς ὄφελος, τῶν τε κρατούντων τὸ ἀξιόπιστον τοῦ πλήθους δυσωπουμένων καὶ τῶν ἑκασταχοῦ λαῶν ἀκολουθούντων αὐτοῖς ἀναντιρρήτως.

Τίς οὖν ταῦτα διαπράξασθαι τῆς σῆς συνέσεως δυνατώτερος; Τίς συνιδεῖν τὸ δέον ὀξύτερος; Τίς ἐνεργῆσαι τὰ χρήσιμα πρακτικώτερος; Τίς πρὸς τὴν καταπόνησιν τῶν ἀδελφῶν συμπαθέστερος; Τίς τῆς σεμνοτάτης σου πολιᾶς πάσῃ τῇ Δύσει αἰδεσιμώτερος; Κατάλιπέ τι μνημόσυνον τῷ βίῳ τῆς σῆς ἐπάξιον πολιτείας, τιμιώτατε Πάτερ. Τοὺς μυρίους ἐκείνους ὑπὲρ τῆς εὐσεβείας ἄθλους ἑνὶ τούτῳ κατακόσμησον ἔργῳ. Ἔκπεμψόν τινας ἐκ τῆς ἁγίας ὑπὸ σὲ Ἐκκλησίας ἄνδρας δυνατοὺς ἐν τῇ ὑγιαινούσῃ διδασκαλίᾳ πρὸς τοὺς κατὰ τὴν Δύσιν ἐπισκόπους, διήγησαι αὐτοῖς τὰς κατασχούσας ἡμᾶς συμφοράς, ὑπόθου τρόπον ἀντιλήψεως, γενοῦ Σαμουὴλ ταῖς Ἐκκλησίαις, πολεμουμένοις τοῖς λαοῖς συγκακοπάθησον, ἀνένεγκε εἰρηνικὰς προσευχάς, αἴτησον χάριν παρὰ τοῦ Κυρίου εἰρήνης τι μνημόσυνον ἐναφεῖναι ταῖς Ἐκκλησίαις. Οἶδα ὅτι ἀσθενεῖς αἱ ἐπιστολαὶ πρὸς συμβουλὴν τοσούτου πράγματος. Ἀλλ᾽ οὔτε αὐτὸς τῆς παρ᾽ ἑτέρων παρακλήσεως χρῄζεις, οὐ μᾶλλόν γε ἢ τῶν ἀγωνιστῶν οἱ γενναιότατοι τῆς παρὰ τῶν παίδων ὑποφωνήσεως, οὔτε ἡμεῖς ἀγνοοῦντα διδάσκομεν, ἀλλ᾽ ἐσπουδακότι τὴν ὁρμὴν ἐπιτείνομεν.

Πρὸς μὲν οὖν τὰ λοιπὰ τῆς Ἀνατολῆς ἴσως σοι καὶ πλειόνων συνεργίας προσδεῖ καὶ ἀνάγκη ἀναμένειν τοὺς ἐκ τῆς Δύσεως. Ἡ μέντοι τῆς κατὰ τὴν Ἀντιόχειαν Ἐκκλησίας εὐταξία προδήλως τῆς σῆς ἤρτηται θεοσεβείας, ὥστε τοὺς μὲν οἰκονομῆσαι, τοὺς δὲ καθησυχάσαι, ἀποδοῦναι δὲ τὴν ἰσχὺν τῇ Ἐκκλησίᾳ διὰ τῆς συμφωνίας. Καὶ γὰρ ὅτι ὀφείλεις, κατὰ τοὺς σοφωτάτους τῶν ἰατρῶν, τῆς ἐπιμελείας ἐκ τῶν καιριωτάτων ἄρχεσθαι, παντὸς ἀκριβέστερον αὐτὸς ἐπίστασαι. Τί δ᾽ ἂν γένοιτο ταῖς κατὰ τὴν οἰκουμένην Ἐκκλησίαις τῆς Ἀντιοχείας ἐπικαιριώτερον;

Ἣν εἰ συνέβη πρὸς ὁμόνοιαν ἐπανελθεῖν, οὐδὲν ἐκώλυεν, ὥσπερ κεφαλὴν ἐρρωμένην, παντὶ τῷ σώματι ἐπιχορηγεῖν τὴν ὑγείαν. Τῷ ὄντι δὲ τῆς σῆς δεῖται σοφίας καὶ εὐαγγελικῆς συμπαθείας τὰ ἐκείνης τῆς πόλεως ἀρρωστήματα· ἥ γε οὐχ ὑπὸ τῶν αἱρετικῶν διατέτμηται μόνον, ἀλλὰ καὶ ὑπὸ τῶν τὰ αὐτὰ φρονεῖν ἀλλήλοις λεγόντων διασπᾶται. Ταῦτα δὲ ἑνῶσαι καὶ εἰς μίαν σώματος συναγαγεῖν ἁρμονίαν Ἐκείνου μόνου ἐστὶ τοῦ καὶ τοῖς ξηροῖς ὀστέοις τὴν εἰς νεῦρα καὶ σάρκα πάλιν ἐπάνοδον τῇ ἀφάτῳ αὐτοῦ δυνάμει χαριζομένου. Πάντως δὲ τὰ μεγάλα ὁ Κύριος διὰ τῶν ἀξίων ἑαυτοῦ ἐνεργεῖ.

Πάλιν οὖν καὶ ἐνταῦθα τῇ σῇ μεγαλοφυΐᾳ πρέπειν τὴν τῶν τηλικούτων διακονίαν ἐλπίζομεν, ὥστε καταστορέσαι μὲν τοῦ λαοῦ τὸν τάραχον, παῦσαι δὲ τὰς μερικὰς προστασίας, ὑποτάξαι δὲ πάντας ἀλλήλοις ἐν ἀγάπῃ καὶ τὴν ἀρχαίαν ἰσχὺν ἀποδοῦναι τῇ Ἐκκλησίᾳ.

ΑΘΑΝΑΣΙῼ ΕΠΙΣΚΟΠῼ ΑΛΕΞΑΝΔΡΕΙΑΣ Ἐμοὶ μὲν ἐξαρκοῦν ἐφάνη ἐν τοῖς προτέροις γράμμασι πρὸς τὴν σὴν τιμιότητα τοσοῦτον ἐνδείξασθαι ὅτι πᾶν τὸ κατὰ τὴν πίστιν ἐρρωμένον τοῦ κατὰ τὴν ἁγίαν Ἐκκλησίαν Ἀντιοχείας λαοῦ εἰς μίαν συμφωνίαν χρὴ καὶ ἕνωσιν ἐναχθῆναι, πρὸς τὸ δηλῶσαι ὅτι τῷ θεοφιλεστάτῳ ἐπισκόπῳ Μελετίῳ δέοι τὰ εἰς μέρη πλείονα νῦν διῃρημένα συνάψαι. Ἐπεὶ δὲ ὁ αὐτὸς οὗτος ὁ ἀγαπητὸς συνδιάκονος ἡμῶν Δωρόθεος ἐναργεστέραν τὴν περὶ τούτων ἐπεζήτησε μνήμην, ἀναγκαίως ἐπισημαινόμεθα ὅτι καὶ πάσῃ τῇ Ἀνατολῇ δι᾽ εὐχῆς καὶ ἡμῖν τοῖς παντοίως αὐτῷ συνημμένοις ἐπιθυμητὸν αὐτὸν ἰδεῖν τὴν Ἐκκλησίαν διέποντα τοῦ Κυρίου, τῇ τε πίστει ἀνεπίληπτον ὄντα καὶ τῷ βίῳ οὐδεμίαν πρὸς τοὺς ἄλλους ἐπιδεχόμενον σύγκρισιν καὶ τῷ τοῦ παντός, ὡς εἰπεῖν, σώματος τῆς Ἐκκλησίας αὐτὸν προεστάναι, τὰ δὲ λοιπὰ οἷον μερῶν ἀποτμήματα εἶναι. Ὥστε πανταχόθεν ἀναγκαῖόν τε ὁμοῦ καὶ συμφέρον τῷ ἀνδρὶ τούτῳ συναφθῆναι τοὺς ἄλλους, ὥσπερ τοῖς μεγάλοις τῶν ποταμῶν τοὺς ἐλάττους, περὶ δὲ τοὺς ἄλλους γενέσθαι τινὰ οἰκονομίαν τὴν κἀκείνοις πρέπουσαν καὶ τὸν λαὸν εἰρηνεύουσαν καὶ τῇ σῇ συνέσει καὶ περιβοήτῳ ἐντρεχείᾳ καὶ σπουδῇ ἐπιβάλλουσαν.

Πάντως δὲ οὐκ ἔλαθέ σου τὴν ἀνυπέρβλητον φρόνησιν ὅτι ἤδη καὶ τοῖς ὁμοψύχοις σου τοῖς κατὰ τὴν Δύσιν τὰ αὐτὰ ταῦτα συνήρεσεν, ὡς δηλοῖ τὰ γράμματα τὰ διὰ τοῦ μακαρίου Σιλουανοῦ κομισθέντα ἡμῖν.

ΜΕΛΕΤΙῼ ΕΠΙΣΚΟΠῼ ΑΝΤΙΟΧΕΙΑΣ Τέως μὲν ἠβουλήθημεν κατασχεῖν παρ᾽ ἑαυτοῖς τὸν εὐλαβέστατον ἀδελφὸν Δωρόθεον τὸν συνδιάκονον, ὥστε ἐπὶ τῷ τέλει τῶν πραγμάτων ἀποπεμψάμενοι γνωρίσαι δι᾽ αὐτοῦ ἕκαστα τῶν πεπραγμένων τῇ τιμιότητί σου. Ἐπειδὴ δὲ ἡμέραν ἐξ ἡμέρας ὑπερτιθέμενοι εἰς πολὺ τοῦ χρόνου παρετάθημεν, καὶ ἅμα, ὡς ἐν ἀπόροις, βουλή τις ἡμῖν ἐνέπεσε περὶ τῶν προκειμένων, ἀπεστείλαμεν τὸν προειρημένον ἄνδρα καταλαβεῖν ὑμῶν τὴν ὁσιότητα καὶ δι᾽ ἑαυτοῦ τε ἀνενεγκεῖν ἕκαστα καὶ τὸ ὑπομνηστικὸν ἡμῶν ἐπιδεῖξαι, ἵνα, εἰ φανείη χρησίμως ἔχειν τὰ παρ᾽ ἡμῶν ἐννοηθέντα, εἰς ἔργον ἐλθεῖν παρὰ τῆς ὑμετέρας τελειότητος σπουδασθείη.

Ὡς δὲ συντόμως εἰπεῖν, γνώμη ἐκράτησεν ἐπὶ τὴν Ῥώμην διαβῆναι τὸν αὐτὸν τοῦτον ἀδελφὸν ἡμῶν Δωρόθεον διαναστῆσαί τινας τῶν ἀπὸ τῆς Ἰταλίας πρὸς τὴν ἐπίσκεψιν ἡμῶν θαλάσσῃ χρησαμένους, ἵνα τοὺς ἐμποδίζοντας διαφύγωσι. Τοὺς γὰρ παραδυναστεύοντας τοῖς κρατοῦσιν εἶδον μηδὲν βουλομένους μήτε δυναμένους ὑπομιμνήσκειν αὐτὸν περὶ τῶν ἐκβεβλημένων, ἀλλὰ τὸ μή τι χεῖρον ἰδεῖν ἐν ταῖς Ἐκκλησίαις γιγνόμενον κέρδος τιθεμένους. Εἰ οὖν καὶ τῇ σῇ φρονήσει χρήσιμον εἶναι τὸ βούλευμα παρασταίη, καταξιώσεις καὶ ἐπιστολὰς τυπῶσαι καὶ ὑπομνηστικὰ ὑπαγορεῦσαι περὶ ὧν χρὴ διαλεχθῆναι αὐτὸν καὶ πρὸς τίνας. Ὥστε δὲ ἔχειν τινὰ ἀξιοπιστίαν τὰ γράμματα, συμπαραλήψει πάντως τοὺς ὁμογνώμονας, κἂν μὴ παρῶσι. Τὰ δ᾽ ἐνταῦθα ἔτι ἐστὶν ἐν ἀδήλῳ, τοῦ Εὐιππίου παραγενομένου μέν, μηδὲν δὲ τέως ἐκφήναντος. Ἀπειλοῦσι μέντοι καὶ συνδρομήν τινα ὁμογνωμόνων αὐτοῖς ἔκ τε τῆς Ἀρμενίας τῆς Τετραπόλεως καὶ ἐκ τῆς Κιλικίας.

ΑΘΑΝΑΣΙῼ ΕΠΙΣΚΟΠῼ ΑΛΕΞΑΝΔΡΕΙΑΣ Ἣν ἔκπαλαι περὶ τῆς σῆς τιμιότητος ὑπόληψιν ἔσχομεν, ταύτην ὁ χρόνος προϊὼν ἀεὶ βεβαιοῖ, μᾶλλον δὲ καὶ συναύξει ταῖς προσθήκαις τῶν κατὰ μέρος ἐπιγινομένων. Ὅτι τῶν μὲν ἄλλων τοῖς πλείστοις ἐξαρκεῖ τὸ καθ᾽ ἑαυτὸν ἕκαστον περισκοπεῖν, σοὶ δὲ οὐχ ἱκανὸν τοῦτο, ἀλλ᾽ ἡ μέριμνά σοι πασῶν τῶν Ἐκκλησιῶν τοσαύτη ὅση καὶ τῆς ἰδίως παρὰ τοῦ κοινοῦ Δεσπότου ἡμῶν ἐμπιστευθείσης ἐπίκειται, ὅς γε οὐδένα χρόνον διαλείπεις διαλεγόμενος, νουθετῶν, ἐπιστέλλων, ἐκπέμπων τινὰς ἑκάστοτε τοὺς ὑποτιθεμένους τὰ βέλτιστα. Καὶ νῦν δὲ ἀπὸ τοῦ ἱεροῦ πληρώματος τοῦ ὑπὸ σὲ κλήρου τὸν αἰδεσιμώτατον ἀδελφὸν Πέτρον ἐκπεμφθέντα μετὰ πολλῆς χαρᾶς ἐδεξάμεθα καὶ τὸν ἀγαθὸν αὐτοῦ τῆς ἀποδημίας σκοπὸν ἀπεδεξάμεθα, ὃν ἐπιδείκνυται, κατ᾽ ἐντολὰς τῆς σῆς τιμιότητος, τὰ ἀντιτείνοντα προσαγόμενος καὶ τὰ διεσπασμένα συνάπτων.

Ὅθεν τι καὶ ἡμεῖς συμβαλέσθαι τῇ περὶ τοῦτο σπουδῇ βουληθέντες, ἐνομίσαμεν ἐπιτηδειοτάτην ἀρχὴν τοῖς πράγμασι δώσειν, εἰ, ὥσπερ ἐπὶ κορυφὴν τῶν ὅλων τὴν σὴν ἀναδράμοιμεν τελειότητα καί σοι συμβούλῳ τε χρησαίμεθα καὶ ἡγεμόνι τῶν πράξεων. Ὅθεν καὶ τὸν ἀδελφὸν Θεόδωρον τὸν διάκονον τῆς ὑπὸ τὸν τιμιώτατον ἐπίσκοπον Μελέτιον Ἐκκλησίας, ἀγαθῷ κεχρημένον περὶ τὴν τῆς πίστεως ὀρθότητα ζήλῳ καὶ ἐπιθυμοῦντα καὶ αὐτὸν τὴν εἰρήνην τῶν Ἐκκλησιῶν ἐπιδεῖν, πρὸς τὴν σὴν θεοσέβειαν ἀναπέμψαι, ὥστε ταῖς σαῖς ὑποθήκαις ἀκολουθοῦντα (ἃς καὶ τῷ χρόνῳ καὶ τῇ τῶν πραγμάτων πείρᾳ καὶ τῷ ὑπὲρ τοὺς ἄλλους ἔχειν τὴν ἐκ τοῦ Πνεύματος συμβουλίαν ἀσφαλεστέρας ποιεῖσθαι δύνασαι), οὕτως ἐγχειρεῖν τοῖς σπουδαζομένοις. Ὃν καὶ ὑποδέξῃ δηλονότι καὶ προσβλέψεις εἰρηνικοῖς ὀφθαλμοῖς, στηρίξας τε αὐτὸν τῇ διὰ τῶν προσευχῶν βοηθείᾳ καὶ ἐφοδιάσας γράμμασι, μᾶλλον δὲ καὶ παραζεύξας τινὰς τῶν αὐτόθεν σπουδαίων ἐπὶ τὰ προκείμενα ὁδηγήσεις.

Ἐφάνη δὲ ἡμῖν ἀκόλουθον ἐπιστεῖλαι τῷ ἐπισκόπῳ Ῥώμης ἐπισκέψασθαι τὰ ἐνταῦθα καὶ δοῦναι γνώμην, ἵνα, ἐπειδὴ ἀπὸ κοινοῦ καὶ συνοδικοῦ δόγματος ἀποσταλῆναί τινας δύσκολον τῶν ἐκεῖθεν, αὐτὸν αὐθεντῆσαι περὶ τὸ πρᾶγμα, ἐκλεξάμενον ἄνδρας ἱκανοὺς μὲν ὁδοιπορίας πόνους διενεγκεῖν, ἱκανοὺς δὲ πραότητι καὶ εὐτονίᾳ ἤθους τοὺς ἐνδιαστρόφους τῶν παρ᾽ ἡμῖν νουθετῆσαι, ἐπιτηδείως δὲ καὶ οἰκονομικῶς κεχρημένους τῷ λόγῳ καὶ πάντα ἔχοντας μεθ᾽ ἑαυτῶν τὰ μετὰ Ἀριμῖνον πεπραγμένα, ἐπὶ λύσει τῶν κατ᾽ ἀνάγκην ἐκεῖ γενομένων, καί, τοῦτο μηδενὸς εἰδότος, ἀψοφητὶ διὰ θαλάσσης ἐπιστῆναι τοῖς ὧδε, ὑπὲρ τοῦ φθάσαι τὴν αἴσθησιν τῶν ἐχθρῶν τῆς εἰρήνης.

Ἐπιζητεῖται δὲ κἀκεῖνο παρά τινων τῶν ἐντεῦθεν, ἀναγκαίως, ὡς καὶ αὐτοῖς ἡμῖν καταφαίνεται, τὸ τὴν Μαρκέλλου αἵρεσιν αὐτοὺς ὡς χαλεπὴν καὶ βλαβερὰν καὶ τῆς ὑγιαινούσης πίστεως ἀλλοτρίως ἔχουσαν ἐξορίσαι.

Ἐπεί, μέχρι τοῦ νῦν, ἐν πᾶσιν οἷς ἐπιστέλλουσι γράμμασι, τὸν μὲν δυσώνυμον Ἄρειον ἄνω καὶ κάτω ἀναθεματίζοντες καὶ τῶν Ἐκκλησιῶν ἐξορίζοντες οὐ διαλείπουσι, Μαρκέλλῳ δέ, τῷ κατὰ διάμετρον ἐκείνῳ τὴν ἀσέβειαν ἐπιδειξαμένῳ καὶ εἰς αὐτὴν τὴν ὕπαρξιν τῆς τοῦ Μονογενοῦς θεότητος ἀσεβήσαντι καὶ κακῶς τὴν τοῦ Λόγου προσηγορίαν ἐκδεξαμένῳ, οὐδεμίαν μέμψιν ἐπενεγκόντες φαίνονται.

Ὃς Λόγον μὲν εἰρῆσθαι τὸν Μονογενῆ δίδωσι, κατὰ χρείαν καὶ ἐπὶ καιροῦ προελθόντα, πάλιν δὲ εἰς τὸν ὅθεν ἐξῆλθεν ἐπαναστρέψαντα, οὔτε πρὸ τῆς ἐξόδου εἶναι οὔτε μετὰ τὴν ἐπάνοδον ὑφεστάναι. Καὶ τούτου ἀποδείξεις αἱ παρ᾽ ἡμῖν ἀποκείμεναι βίβλοι τῆς ἀδίκου ἐκείνης συγγραφῆς ὑπάρχουσιν. Ἀλλ᾽ ὅμως τοῦτον οὐδαμοῦ διαβάλλοντες ἐφάνησαν, καὶ ταῦτα αἰτίαν ἔχοντες ὡς τὸ ἐξ ἀρχῆς, κατ᾽ ἄγνοιαν τῆς ἀληθείας, καὶ εἰς κοινωνίαν αὐτὸν ἐκκλησιαστικὴν παραδεξάμενοι.

Ἐκείνου τε οὖν μνησθῆναι πρεπόντως ἀπαιτεῖ τὰ παρόντα, ὥστε μὴ ἔχειν ἀφορμὴν τοὺς θέλοντας ἀφορμήν, ἐκ τοῦ τῇ σῇ ὁσιότητι συνάπτειν τοὺς ὑγιαίνοντας καὶ τοὺς πρὸς τὴν ἀληθῆ πίστιν ὀκλάζοντας φανεροὺς πᾶσι ποιῆσαι· ὥστε τοῦ λοιποῦ γνωρίζειν ἡμᾶς τοὺς ὁμόφρονας καὶ μή, ὡς ἐν νυκτομαχίᾳ, μηδεμίαν φίλων καὶ πολεμίων ἔχειν διάκρισιν. Μόνον παρακαλοῦμεν εὐθὺς ὑπὸ τὸν πρῶτον πλοῦν ἐκπεμφθῆναι τὸν προειρημένον διάκονον, ἵνα δυνηθῇ κατὰ γοῦν τὸ ἐφεξῆς ἔτος γενέσθαι τι ὧν προσευχόμεθα. Ἐκεῖνο δὲ καὶ πρὸ τῶν ἡμετέρων λόγων συνήσεις τε αὐτὸς καὶ φροντιεῖς δηλονότι ὅπως ἐπιστάντες, ἐὰν Θεὸς θέλῃ, μὴ ἐναφῶσι ταῖς Ἐκκλησίαις τὰ σχίσματα, ἀλλὰ τοὺς τὰ αὐτὰ φρονοῦντας παντὶ τρόπῳ εἰς ἕνωσιν συνελάσωσι, κἄν τινας ἰδίας τῶν πρὸς ἀλλήλους διαφορῶν ἀφορμὰς εὕρωσιν ἔχοντας, ὑπὲρ τοῦ μὴ τὸν ὀρθοδοξοῦντα λαὸν εἰς πολλὰ κατατέμνεσθαι μέρη τοῖς προεστῶσι συναφιστάμενον. Πάντα γὰρ δεῖ σπουδάσαι δεύτερα ἡγήσασθαι τῆς εἰρήνης καὶ πρὸ πάντων τῆς κατὰ Ἀντιόχειαν Ἐκκλησίας ἐπιμεληθῆναι, ὡς μὴ ἀσθενεῖν ἐν αὐτῇ τὴν ὀρθὴν μερίδα περὶ τὰ πρόσωπα σχιζομένην. Μᾶλλον δὲ τούτων ἁπάντων καὶ αὐτὸς εἰς ὕστερον ἐπιμελήσῃ, ἐπειδάν, ὅπερ εὐχόμεθα, Θεοῦ συνεργοῦντος, σοὶ πάντας λάβῃς τὰ τῆς καταστάσεως τῶν Ἐκκλησιῶν ἐπιτρέποντας.

ΑΝΕΠΙΓΡΑΦΟΣ ΠΕΡΙ ΣΥΝΟΔΟΥ Ἀρχαίας ἀγάπης θεσμοὺς ἀνανεοῦσθαι καὶ Πατέρων εἰρήνην, τὸ οὐράνιον δῶρον Χριστοῦ καὶ σωτήριον ἀπομαρανθὲν τῷ χρόνῳ, πάλιν πρὸς τὴν ἀκμὴν ἐπαναγαγεῖν ἀναγκαῖον μὲν ἡμῖν καὶ ὠφέλιμον, τερπνὸν δὲ εὖ οἶδα ὅτι καὶ τῇ σῇ φιλοχρίστῳ διαθέσει καταφανήσεται.

Τί γὰρ ἂν γένοιτο χαριέστερον ἢ τοὺς τοσούτῳ τῷ πλήθει τῶν τόπων διῃρημένους τῇ διὰ τῆς ἀγάπης ἑνώσει καθορᾶν εἰς μίαν μελῶν ἁρμονίαν ἐν σώματι Χριστοῦ δεδέσθαι; Ἡ Ἀνατολὴ πᾶσα σχεδόν, τιμιώτατε Πάτερ, (λέγω δὲ Ἀνατολὴν τὰ ἀπὸ τοῦ Ἰλλυρικοῦ μέχρις Αἰγύπτου) μεγάλῳ χειμῶνι καὶ κλύδωνι κατασείεται, τῆς πάλαι μὲν σπαρείσης αἱρέσεως ὑπὸ τοῦ ἐχθροῦ τῆς ἀληθείας Ἀρείου, νῦν δὲ πρὸς τὸ ἀναίσχυντον ἀναφανείσης καὶ οἱονεὶ ῥίζης πικρᾶς καρπὸν ὀλέθριον ἀναδιδούσης, κατακρατούσης λοιπὸν διὰ τὸ τοὺς μὲν καθ᾽ ἑκάστην παροικίαν προεστῶτας τοῦ ὀρθοῦ λόγου ἐκ συκοφαντίας καὶ ἐπηρείας τῶν Ἐκκλησιῶν ἐκπεσεῖν, παραδοθῆναι δὲ τοῖς αἰχμαλωτίζουσι τὰς ψυχὰς τῶν ἀκεραιοτέρων τὴν τῶν πραγμάτων ἰσχύν. Τούτων μίαν προσεδοκήσαμεν λύσιν τὴν τῆς ὑμετέρας εὐσπλαγχνίας ἐπίσκεψιν, καὶ ἐψυχαγώγησεν ἡμᾶς ἀεὶ τὸ παράδοξον τῆς ὑμετέρας ἀγάπης ἐν τῷ παρελθόντι χρόνῳ, καὶ φήμῃ φαιδροτέρᾳ πρὸς βραχὺ τὰς ψυχὰς ἀνερρώσθημεν ὡς ἐσομένης ἡμῖν τινος ἐπισκέψεως παρ᾽ ὑμῶν.

Ὡς δὲ διημάρτομεν τῆς ἐλπίδος, μηκέτι στέγοντες ἤλθομεν ἐπὶ τὴν διὰ τοῦ γράμματος ἡμῶν παράκλησιν διαναστῆναι ὑμᾶς πρὸς τὴν ἀντίληψιν ἡμῶν καὶ ἀποστεῖλαί τινας τῶν ὁμοψύχων, ἢ τοὺς συμβιβάζοντας τοὺς διεστῶτας, ἢ εἰς φιλίαν τὰς Ἐκκλησίας τοῦ Θεοῦ ἐπανάγοντας, ἢ τοὺς γοῦν αἰτίους τῆς ἀκαταστασίας φανερωτέρους ὑμῖν καθιστῶντας, ὥστε καὶ ὑμῖν φανερὸν εἶναι τοῦ λοιποῦ πρὸς τίνας ἔχειν τὴν κοινωνίαν προσῆκε. Πάντως δὲ οὐδὲν καινὸν ἐπιζητοῦμεν, ἀλλὰ τοῖς τε λοιποῖς τῶν πάλαι μακαρίων καὶ θεοφιλῶν ἀνδρῶν σύνηθες καὶ διαφερόντως ὑμῖν.

Οἴδαμεν γὰρ μνήμης ἀκολουθίᾳ, παρὰ τῶν πατέρων ἡμῶν αἰτηθέντων καὶ ἀπὸ γραμμάτων τῶν ἔτι καὶ νῦν πεφυλαγμένων παρ᾽ ἡμῖν διδασκόμενοι, Διονύσιον, ἐκεῖνον τὸν μακαριώτατον ἐπίσκοπον, παρ᾽ ὑμῖν ἐπί τε ὀρθότητι πίστεως καὶ τῇ λοιπῇ ἀρετῇ διαπρέψαντα, ἐπισκεπτόμενον διὰ γραμμάτων τὴν ἡμετέραν Ἐκκλησίαν τῶν Καισαρέων καὶ παρακαλοῦντα τοὺς πατέρας ἡμῶν διὰ γραμμάτων καὶ πέμπειν τοὺς ἀπολυτρουμένους ἐκ τῆς αἰχμαλωσίας τὴν ἀδελφότητα. Ἐν χαλεπωτέρῳ δὲ νῦν καὶ σκυθρωποτέρῳ τὰ καθ᾽ ἡμᾶς καὶ πλείονος δεόμενα τῆς ἐπιμελείας. Οὐ γὰρ οἰκοδομημάτων γηΐνων καταστροφήν, ἀλλ᾽ Ἐκκλησιῶν ἅλωσιν ὀδυρόμεθα· οὐδὲ δουλείαν σωματικήν, ἀλλ᾽ αἰχμαλωσίαν ψυχῶν καθ᾽ ἑκάστην ἡμέραν ἐνεργουμένην παρὰ τῶν ὑπερμαχούντων τῆς αἱρέσεως καθορῶμεν. Ὥστε, εἰ μὴ ἤδη διανασταίητε πρὸς τὴν ἀντίληψιν, μικρὸν ὕστερον οὐδὲ οἷς ὀρέξετε τὴν χεῖρα εὑρήσετε, πάντων ὑπὸ τὴν ἐπικράτειαν τῆς αἱρέσεως γενομένων.